Humanitext Reader

保萨尼亚斯 · 希腊志 §10.28.1-10.28.8

波吕格诺托斯冥府图中的卡戎之船与受罚者

第 449 段,共 465 段 · 希腊语

内容简介

介绍了波吕格诺托斯所画的另一部分(左半部分)关于冥府的描绘,叙述了搭乘卡戎之船的人物、对父不义者与掠夺神殿者的惩罚、吞食死者肉体的欧律诺摩斯以及其他人物。

§10.28.1τὸ δὲ ἕτερον μέρος τῆς γραφῆς τὸ ἐξ ἀριστερᾶς χειρός, ἔστιν Ὀδυσσεὺς καταβεβηκὼς ἐς τὸν Ἅιδην ὀνομαζόμενον, ὅπως Τειρεσίου τὴν ψυχὴν περὶ τῆς ἐς τὴν οἰκείαν ἐπέρηται σωτηρίας·
\n画作的另一部分,即左手边的部分,是奥德修斯下到所谓的冥府(哈得斯),以便向泰瑞西阿斯的灵魂询问如何安全返回家园。
ἔχει δὲ οὕτω τὰ ἐς τὴν γραφήν.
关于画作的细节如下。
ὕδωρ εἶναι ποταμὸς ἔοικε, δῆλα ὡς ὁ Ἀχέρων, καὶ κάλαμοί τε ἐν αὐτῷ πεφυκότες καὶ ἰχθύες· ἔστι δʼ ἀμυδρὰ οὕτω δή τι τὰ εἴδη τῶν ἰχθύων ὡς σκιὰς μᾶλλον ἢ ἰχθῦς εἰκάσεις.
水似乎是一条河,显然是阿刻戎河,里面长着芦苇,还有鱼;但鱼的形状是如此模糊,以至于你会推测它们更像是影子,而不是鱼。
καὶ ναῦς ἐστιν ἐν τῷ ποταμῷ καὶ ὁ πορθμεὺς ἐπὶ ταῖς κώπαις.
河里还有一艘船,渡船人正握着桨。
§10.28.2ἐπηκολούθησε δὲ ὁ Πολύγνωτος ἐμοὶ δοκεῖν ποιήσει Μινυάδι· ἔστι γὰρ δὴ ἐν τῇ Μινυάδι ἐς Θησέα ἔχοντα καὶ Πειρίθουν " ἔνθʼ ἤτοι νέα μὲν νεκυάμβατον, ἣν ὁ γεραιός πορθμεὺς ἦγε Χάρων, οὐκ ἔλαβον ἔνδοθεν ὅρμου.
\n\n在我看来,波吕格诺托斯是遵循了史诗《米纽阿斯》;因为在《米纽阿斯》中有一段关于忒修斯和培里托俄斯的记载:\n"\n“在那里,那艘载着死者的船——由年迈的渡船人卡戎所驾驭的船——他们未曾在港口内寻得。
" ἐπὶ τούτῳ οὖν καὶ Πολύγνωτος γέροντα ἔγραψεν ἤδη τῇ ἡλικίᾳ τὸν Χάρωνα.
”\n"\n因此,基于这一记载,波吕格诺托斯也把卡戎画成了一个年纪已经很大的老人。
§10.28.3οἱ δὲ ἐπιβεβηκότες τῆς νεὼς οὐκ ἐπιφανεῖς ἐς ἅπαν εἰσὶν οἷς προσήκουσι.
\n\n登上船的人,并非所有人与谁有关联都是显赫已知的。
Τέλλις μὲν ἡλικίαν ἐφήβου γεγονὼς φαίνεται, Κλεόβοια δὲ ἔτι παρθένος, ἔχει δὲ ἐν τοῖς γόνασι κιβωτὸν ὁποίας ποιεῖσθαι νομίζουσι Δήμητρι.
泰利斯看起来已经到了青年的年纪,克勒俄玻亚依然是个少女,她的膝上抱着一个人们习惯为德墨忒尔制作的那种箱子。
ἐς μὲν δὴ τὸν Τέλλιν τοσοῦτον ἤκουσα ὡς ὁ ποιητὴς Ἀρχίλοχος ἀπόγονος εἴη τρίτος Τέλλιδος, Κλεόβοιαν δὲ ἐς Θάσον τὰ ὄργια τῆς Δήμητρος ἐνεγκεῖν πρώτην ἐκ Πάρου φασίν.
关于泰利斯,我只听说这么多:诗人阿尔基洛科斯是泰利斯的第三代后裔(曾孙);而关于克勒俄玻亚,人们说她是第一个将德墨忒尔的秘仪从帕罗斯带到萨索斯的人。
§10.28.4ἐπὶ δὲ τοῦ Ἀχέροντος τῇ ὄχθῃ μάλιστα θέας ἄξιον, ὅτι ὑπὸ τοῦ Χάρωνος τὴν ναῦν ἀνὴρ οὐ δίκαιος ἐς πατέρα ἀγχόμενός ἐστιν ὑπὸ τοῦ πατρός.
\n\n在阿刻戎河岸边,最值得一看的是,在卡戎的船下方,一个对父亲不义的男子正被他的父亲掐住脖子。
περὶ πλείστου γὰρ δὴ ἐποιοῦντο οἱ πάλαι γονέας, ὥσπερ ἔστιν ἄλλοις τε τεκμήρασθαι καὶ ἐν Κατάνῃ τοῖς καλουμένοις Εὐσεβέσιν, οἵ, ἡνίκα ἐπέρρει τῇ Κατάνῃ πῦρ τὸ ἐκ τῆς Αἴτνης, χρυσὸν μὲν καὶ ἄργυρον ἐν οὐδενὸς μερίδι ἐποιήσαντο, οἱ δὲ ἔφευγον ὁ μὲν ἀράμενος μητέρα, ὁ δὲ αὐτῶν τὸν πατέρα·
因为古人把父母看得最为重要,这不仅可以从其他事情中推测出来,也可以从卡塔尼亚那些被称为“虔敬者”的人身上推测出来。 当来自埃特纳火山的火流向卡塔尼亚时,他们将金银视为无物,而是逃跑,一个抱着母亲,另一个则抱着他们的父亲。
προϊόντας δὲ οὐ σὺν ῥᾳστώνῃ καταλαμβάνει σφᾶς τὸ πῦρ ἐπειγόμενον τῇ φλογί· καὶ —οὐ γὰρ κατετίθεντο οὐδʼ οὕτω τοὺς γονέας— διχῇ σχισθῆναι λέγεται τὸν ῥύακα, καὶ αὐτούς τε τοὺς νεανίσκους, σὺν δὲ αὐτοῖς τοὺς γονέας τὸ πῦρ οὐδέν σφισι λυμηνάμενον παρεξῆλθεν.
当他们前行时,逼近的火焰追上了他们,使其处境绝非轻松;然而——因为即使在这种情况下他们也没有放下父母——据说熔岩流分成了两半,火焰从他们身边穿过,对这些年轻人本身以及与他们在一起的父母没有造成任何伤害。
§10.28.5οὗτοι μὲν δὴ τιμὰς καὶ ἐς ἐμὲ ἔτι παρὰ Καταναίων ἔχουσιν, ἐν δὲ τῇ Πολυγνώτου γραφῇ πλησίον τοῦ ἀνδρός, ὃς τῷ πατρὶ ἐλυμαίνετο καὶ διʼ αὐτὸ ἐν Ἅιδου κακὰ ἀναπίμπλησι, τούτου πλησίον ἱερὰ σεσυληκὼς ἀνὴρ ὑπέσχε δίκην· γυνὴ δὲ ἡ κολάζουσα αὐτὸν φάρμακα ἄλλα τε καὶ ἐς αἰκίαν οἶδεν ἀνθρώπων.
\n\n这些人直到我的时代依然受到卡塔尼亚人的尊敬;但在波吕格诺托斯的画中,在那个虐待父亲并因此在冥府遭受惩罚的男子附近,一个掠夺了神殿的男子正在接受惩罚;而惩罚他的女人懂得各种药物,尤其是用来折磨人类的药物。
§10.28.6περισσῶς δὲ ἄρα εὐσεβείᾳ θεῶν ἔτι προσέκειντο οἱ ἄνθρωποι, ὡς Ἀθηναῖοί τε δῆλα ἐποίησαν, ἡνίκα εἷλον Ὀλυμπίου Διὸς ἐν Συρακούσαις ἱερόν, οὔτε κινήσαντες τῶν ἀναθημάτων οὐδὲν τὸν ἱερέα τε τὸν Συρακούσιον φύλακα ἐπʼ αὐτοῖς ἐάσαντες· ἐδήλωσε δὲ καὶ ὁ Μῆδος Δᾶτις λόγοις τε οὓς εἶπε πρὸς Δηλίους καὶ τῷ ἔργῳ, ἡνίκα ἐν Φοινίσσῃ νηὶ ἄγαλμα εὑρὼν Ἀπόλλωνος ἀπέδωκεν αὖθις Ταναγραίοις ἐς Δήλιον.
\n\n由此可见,当时的人们依然极其虔敬地信奉神明,正如雅典人在占领叙拉古的奥林匹亚宙斯神殿时所表明的那样,他们既没有移动任何祭品,又让叙拉古的祭司继续留在那里充当其看守;波斯人达提斯也通过他对提洛人所说的话以及他的行为表明了这一点,当他在一艘腓尼基船上发现一尊阿波罗神像时,他又将其归还给德里翁的塔纳格拉人。
οὕτω μὲν τὸ θεῖον καὶ οἱ πάντες τότε ἦγον ἐν τιμῇ, καὶ ἐπὶ λόγῳ τοιούτῳ τὰ ἐς τὸν συλήσαντα ἱερὰ ἔγραψε Πολύγνωτος.
当时的所有人就是这样尊崇神明的,也正是基于这样的道理,波吕格诺托斯画下了关于掠夺神殿者的画面。
§10.28.7ἔστι δὲ ἀνωτέρω τῶν κατειλεγμένων Εὐρύνομος· δαίμονα εἶναι τῶν ἐν Ἅιδου φασὶν οἱ Δελφῶν ἐξηγηταὶ τὸν Εὐρύνομον, καὶ ὡς τὰς σάρκας περιεσθίει τῶν νεκρῶν, μόνα σφίσιν ἀπολείπων τὰ ὀστᾶ.
\n\n在上述列举的人之上是欧律诺摩斯;德尔斐的解说者们说,欧律诺摩斯是冥府中的神灵(戴蒙)之一,他吃光死者的肉,只给他们留下骨头。
ἡ δὲ Ὁμήρου ποίησις ἐς Ὀδυσσέα καὶ ἡ Μινυάς τε καλουμένη καὶ οἱ Νόστοι—μνήμη γὰρ δὴ ἐν ταύταις καὶ Ἅιδου καὶ τῶν ἐκεῖ δειμάτων ἐστὶν—ἴσασιν οὐδένα Εὐρύνομον δαίμονα. τοσοῦτο μέντοι δηλώσω, ὁποῖός τε ὁ Εὐρύνομος καὶ ἐπὶ ποίου γέγραπται τοῦ σχήματος·
然而,荷马关于奥德修斯的诗作、被称为《米纽阿斯》的史诗以及《归来》——因为在这些作品中都提到了冥府及其恐怖之物——都不知道有什么名为欧律诺摩斯的神灵。
κυανοῦ τὴν χρόαν μεταξύ ἐστι καὶ μέλανος, ὁποῖαι καὶ τῶν μυιῶν αἱ πρὸς τὰ κρέα εἰσὶ προσιζάνουσαι, τοὺς δὲ ὀδόντας φαίνει, καθεζομένῳ δὲ ὑπέστρωταί οἱ δέρμα γυπός.
不过,我要说明欧律诺摩斯的长相以及他是以何种姿态被画出来的:他的肤色介于深蓝色和黑色之间,就像落在肉上的苍蝇的颜色,他露着牙齿,在他坐着的地方下面铺着一张秃鹫的皮。
§10.28.8ἐφεξῆς δὲ μετὰ τὸν Εὐρύνομον ἥ τε ἐξ Ἀρκαδίας Αὔγη καὶ Ἰφιμέδειά ἐστι· καὶ ἡ μὲν παρὰ Τεύθραντα ἡ Αὔγη ἀφίκετο ἐς Μυσίαν, καὶ γυναικῶν ὁπόσαις ἐς τὸ αὐτὸ Ἡρακλέα ἀφικέσθαι λέγουσι, μάλιστα δὴ παῖδα ἐοικότα ἔτεκε τῷ πατρί·
\n\n紧接着欧律诺摩斯之后的是来自阿卡迪亚的奥革和伊菲墨狄亚;奥革去往缪西亚的帖乌特拉斯处,在所有据说与赫拉克勒斯结合过的女人中,她生下的孩子最像父亲。
τῇ δʼ Ἰφιμεδείᾳ γέρα δέδοται μεγάλα ὑπὸ τῶν ἐν Μυλάσοις Καρῶν.
而伊菲墨狄亚则受到了米拉萨的卡里亚人极大的尊崇。

词汇与语法注释

  1. 10.28.2ἐμοὶ δοκεῖν — 意为“在我看来”或“依我看”的绝对不定式惯用表达,作为独立于主句的状语短语起作用。
  2. 10.28.3οἷς προσήκουσι — 关系代词 οἷς 为与格,作为动词 προσήκουσι(意为“与……有关联”、“是……的亲属”)的补足语。整个从句起到了类似间接疑问句的作用,意为“他们与谁有关联”。
  3. 10.28.4ὑπὸ τοῦ Χάρωνος τὴν ναῦν — 介词 ὑπό 支配宾格 τὴν ναῦν,意为“在船的下方”。属格 τοῦ Χάρωνος 修饰 τὴν ναῦν,表示“卡戎的船”。
  4. 10.28.4οὐ σὺν ῥᾳστώνῃ — 由否定词 οὐ 与介词短语 σὺν ῥᾳστώνῃ(“轻松地”)构成的委婉陈述(缓叙法),意为“并不轻松”或“伴随着极大的困难”。
  5. 10.28.7κυανοῦ τὴν χρόαν μεταξύ ἐστι καὶ μέλανος — 宾格 τὴν χρόαν 为关系宾格(表示“在肤色方面”)。属格的 κυανοῦ 和 μέλανος 受副词 μεταξύ(意为“在……之间”)的支配。

引用这一段

保萨尼亚斯, 希腊志 §10.28.1-10.28.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:10.28.1-10.28.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。