§10.25.1ὑπὲρ δὲ τὴν Κασσοτίδα ἐστὶν οἴκημα γραφὰς ἔχον τῶν Πολυγνώτου, ἀνάθημα μὲν Κνιδίων, καλεῖται δὲ ὑπὸ Δελφῶν Λέσχη, ὅτι ἐνταῦθα συνιόντες τὸ ἀρχαῖον τά τε σπουδαιότερα διελέγοντο καὶ ὁπόσα μυθώδη·
カッソティスの泉の上には、ポリュグノトスの手になる絵画が飾られた建物があり、クニドス人によって奉納されたものであるが、デルポイの人々からは「レスケ(集会所)」と呼ばれている。 なぜなら、古代の人々がここに集まり、極めて真面目な事柄や、伝説的な事柄の数々について語り合ったからである。
τοιαῦτʼ εἶναι πολλὰ ἀνὰ πᾶσαν τὴν Ἑλλάδα Ὅμηρος ἐν Μελανθοῦς λοιδορίᾳ πρὸς Ὀδυσσέα ἐδήλωσεν·
ギリシア全土にそのような場所が多く存在することを、ホメロスはメラントーがオデュッセウスを罵る箇所で次のように明らかにした。
"
οὐδʼ ἐθέλεις εὕδειν χαλκήιον ἐς δόμον ἐλθὼν
ἠέ που ἐς λέσχην, ἀλλʼ ἐνθάδε πόλλʼ ἀγορεύεις. "
"お前は、鍛冶場に行くか、あるいはどこかのレスケに行って眠ることもせず、ここで多くのことを喋り立ててばかりいる。
§10.25.2ἐς τοῦτο οὖν ἐσελθόντι τὸ οἴκημα τὸ μὲν σύμπαν τὸ ἐν δεξιᾷ τῆς γραφῆς Ἴλιός τέ ἐστιν ἑαλωκυῖα καὶ ἀπόπλους ὁ Ἑλλήνων.
"さて、この建物に入った者にとって、絵画の右側の全体は、陥落したイリオス(トロイア)とギリシア人たちの船出である。
Μενελάῳ δὲ τὰ ἐς τὴν ἀναγωγὴν εὐτρεπίζουσι, καὶ ναῦς ἐστι γεγραμμένη καὶ ἄνδρες ἐν τοῖς ναύταις καὶ ἀναμὶξ παῖδες, ἐν μέσῃ δέ ἐστι τῇ νηὶ ὁ κυβερνήτης Φρόντις κοντοὺς δύο ἔχων.
メネラオスに対して船出の準備が整えられており、一隻の船が描かれ、船員たちの中には大人の男たち、そしてそれらが入り混じった少年たちが描かれており、船の真ん中には、二本の棹を持つ舵手のプロンティスがいる。
Ὅμηρος δὲ Νέστορα ἐποίησεν ἄλλα τε διαλεγόμενον πρὸς Τηλέμαχον καὶ περὶ τοῦ Φρόντιδος·
ホメロスは、ネストルがテレマコスに対して他のこととともに、プロンティスについても語るようにした。
πατρὸς μὲν Ὀνήτορος, Μενελάου δὲ ἦν κυβερνήτης, δοκιμώτατος δὲ ἐς τὴν τέχνην, καὶ ὡς Σούνιον ἤδη τὸ ἐν τῇ Ἀττικῇ παραπλέοντα ἐπέλαβεν αὐτὸν τὸ χρεών·
プロンティスはオネトルの子で、メネラオスの舵手であり、その技術においては最も定評があったが、アッティカのスニオン岬をまさに航行しているときに、運命(死)が彼を捉えた。
καὶ τέως ὁμοῦ Νέστορι ὁ Μενέλαος πλέων τότε κατὰ αἰτίαν ἀπελείφθη ταύτην, ἵνα μνήματος καὶ ὅσα ἐπὶ νεκροῖς ἄλλα ἀξιώσειε τὸν Φρόντιν.
そして、それまでネストルと一緒に航行していたメネラオスは、そのときこの理由によって後に残された。 それは、プロンティスに墓を供え、死者に捧げるべきその他のすべての事柄によって彼を遇するためであった。
§10.25.3οὗτός τε οὖν ἐν τοῦ Πολυγνώτου τῇ γραφῇ καὶ ὑπʼ αὐτὸν Ἰθαιμένης τέ τις κομίζων ἐσθῆτα καὶ Ἐχοίαξ διὰ τῆς ἀποβάθρας κατιών ἐστιν, ὑδρίαν ἔχων χαλκῆν.
さて、ポリュグノトスの絵の中にはこのプロンティスがおり、彼の下には、衣類を運んでいるイタイメネスという男と、桟橋を降りてくる、青銅の水瓶を持ったエコイアクスがいる。
καταλύουσι δὲ καὶ τοῦ Μενελάου τὴν σκηνὴν οὐ πόρρω τῆς νεὼς οὖσαν Πολίτης καὶ Στρόφιός τε καὶ Ἄλφιος.
また、船から遠くないところにあるメネラオスの天幕を、ポリテス、ストロピオス、アルピオスが片付けている。
καὶ ἄλλην διαλύων σκηνήν ἐστιν Ἀμφίαλος, ὑπὸ δὲ τοῦ Ἀμφιάλου τοῖς ποσὶ κάθηται παῖς·
そして、もう一つの天幕を解体しているのはアンピアロスであり、アンピアロスの足元には少年が座っている。
ἐπίγραμμα δὲ οὐκ ἔστι τῷ παιδί, γένεια δὲ μόνῳ τῷ Φρόντιδι.
この少年には銘文が添えられておらず、髭があるのはプロンティスだけである。
καὶ μόνου τούτου τὸ ὄνομα ἐκ τῆς ἐς Ὀδυσσέα ποιήσεως ἔμαθε, τῶν δὲ ἄλλων ἐμοὶ δοκεῖν τὰ ὀνόματα συνέθηκεν αὐτὸς ὁ Πολύγνωτος.
また、ポリュグノトスはこのプロンティスの名前だけを『オデュッセイア(オデュッセウスに関する詩)』から学び、他の人々の名前は、私の思うに、ポリュグノトス自身が創作したものである。
§10.25.4Βρισηὶς δὲ ἑστῶσα καὶ Διομήδη τε ὑπὲρ αὐτῆς καὶ Ἶφις πρὸ ἀμφοτέρων ἐοίκασιν ἀνασκοπούμενοι τὸ Ἑλένης εἶδος.
立っているブリセイス、彼女の上にいるディオメデ、そして二人の前にいるイピスは、ヘレネの姿(美しさ)を見つめているようである。
κάθηται δὲ αὐτή τε ἡ Ἑλένη καὶ Εὐρυβάτης πλησίον·
ヘレネ自身は座っており、その近くにエウリュバテスがいる。
τὸν δὲ Ὀδυσσέως εἶναι κήρυκα εἰκάζομεν, οὐ μὴν εἶχεν ἤδη γένεια.
私たちは彼をオデュッセウスの伝令使であると推測するが、彼にはまだ髭がない。
θεράπαινα δὲ Ἠλέκτρα καὶ Πανθαλίς, ἡ μὲν τῇ Ἑλένῃ παρέστηκεν, ἡ δὲ ὑποδεῖ τὴν δέσποιναν ἡ Ἠλέκτρα·
侍女のエレクトラとパンタリスについては、一方はヘレネの傍らに立っており、もう一方のエレクトラは女主人に履物を履かせている。
διάφορα δὲ καὶ ταῦτα τὰ ὀνόματα ἢ Ὅμηρος ἔθετο ἐν Ἰλιάδι, ἔνθα καὶ Ἑλένην καὶ ἰούσας ὁμοῦ τῇ Ἑλένῃ τὰς δούλας ἐπὶ τὸ τεῖχος πεποίηκεν.
これらの名前もまた、ホメロスが『イリアス』の中で、ヘレネと彼女とともに城壁へと行く女奴隷たちを描いた箇所で用いた名前とは異なっている。
§10.25.5κάθηται δὲ ὑπὲρ τὴν Ἑλένην πορφυροῦν ἀνὴρ ἀμπεχόμενος ἱμάτιον καὶ ἐς τὰ μάλιστα κατηφής·
ヘレネの上には、紫色の外套(ヒマティオン)を身にまとし、極めて意気消沈した一人の男が座っている。
Ἕλενον εἶναι τεκμήραιο ἂν τὸν Πριάμου καὶ πρὶν ἢ τὸ ἐπίγραμμα ἐπιλέξασθαι.
銘文を読む前であっても、彼がプリアモスの(子)ヘレノスであると推測できるだろう。
πλησίον δὲ τοῦ Ἑλένου Μέγης ἐστί·
ヘレノスの近くにはメゲスがいる。
τέτρωται δὲ τὸν βραχίονα ὁ Μέγης, καθὰ δὴ καὶ Λέσχεως ὁ Αἰσχυλίνου Πυρραῖος ἐν Ἰλίου πέρσιδι ἐποίησε·
メゲスは腕に傷を負っているが、それはまさしくピュラ出身のアイスキュリノスの子レスケスが『イリオスの陥落(イリウ・ペルシス)』において描いた通りである。
τρωθῆναι δὲ ὑπὸ τὴν μάχην τοῦτον, ἣν ἐν τῇ νυκτὶ ἐμαχέσαντο οἱ Τρῶες, ὑπὸ Ἀδμήτου φησὶ τοῦ Αὐγείου.
レスケスは、このメゲスが、夜間にトロイア人たちが戦ったあの戦闘において、アウゲイアスの子アドメトスによって負傷させられたと言っている。