§10.25.1ὑπὲρ δὲ τὴν Κασσοτίδα ἐστὶν οἴκημα γραφὰς ἔχον τῶν Πολυγνώτου, ἀνάθημα μὲν Κνιδίων, καλεῖται δὲ ὑπὸ Δελφῶν Λέσχη, ὅτι ἐνταῦθα συνιόντες τὸ ἀρχαῖον τά τε σπουδαιότερα διελέγοντο καὶ ὁπόσα μυθώδη· τοιαῦτʼ εἶναι πολλὰ ἀνὰ πᾶσαν τὴν Ἑλλάδα Ὅμηρος ἐν Μελανθοῦς λοιδορίᾳ πρὸς Ὀδυσσέα ἐδήλωσεν· "
οὐδʼ ἐθέλεις εὕδειν χαλκήιον ἐς δόμον ἐλθὼν
ἠέ που ἐς λέσχην, ἀλλʼ ἐνθάδε πόλλʼ ἀγορεύεις. "
在卡索提斯泉上方有一座建筑,里面藏有波吕格诺托斯的画作,是克尼多斯人的奉献物,德尔斐人称其为“莱斯赫”(会所),因为古时人们聚集于此,讨论严肃的事情和各种传说;荷马在梅兰托辱骂奥德修斯的地方表明,整个希腊都有很多这样的地方: “你既不想去铜匠铺,也不想去哪个会所睡觉,却在这里喋喋不休。
§10.25.2ἐς τοῦτο οὖν ἐσελθόντι τὸ οἴκημα τὸ μὲν σύμπαν τὸ ἐν δεξιᾷ τῆς γραφῆς Ἴλιός τέ ἐστιν ἑαλωκυῖα καὶ ἀπόπλους ὁ Ἑλλήνων.
” 因此,对于进入这座建筑的人来说,画作右侧的整体是陷落的伊利奥斯(特洛伊)和希腊人的启航。
Μενελάῳ δὲ τὰ ἐς τὴν ἀναγωγὴν εὐτρεπίζουσι, καὶ ναῦς ἐστι γεγραμμένη καὶ ἄνδρες ἐν τοῖς ναύταις καὶ ἀναμὶξ παῖδες, ἐν μέσῃ δέ ἐστι τῇ νηὶ ὁ κυβερνήτης Φρόντις κοντοὺς δύο ἔχων.
人们正在为梅内劳斯准备启航的事宜,画中有一艘船,船员中有成年男子,也夹杂着少年,船中央是手持两根船篙的舵手弗龙蒂斯。
Ὅμηρος δὲ Νέστορα ἐποίησεν ἄλλα τε διαλεγόμενον πρὸς Τηλέμαχον καὶ περὶ τοῦ Φρόντιδος· πατρὸς μὲν Ὀνήτορος, Μενελάου δὲ ἦν κυβερνήτης, δοκιμώτατος δὲ ἐς τὴν τέχνην, καὶ ὡς Σούνιον ἤδη τὸ ἐν τῇ Ἀττικῇ παραπλέοντα ἐπέλαβεν αὐτὸν τὸ χρεών· καὶ τέως ὁμοῦ Νέστορι ὁ Μενέλαος πλέων τότε κατὰ αἰτίαν ἀπελείφθη ταύτην, ἵνα μνήματος καὶ ὅσα ἐπὶ νεκροῖς ἄλλα ἀξιώσειε τὸν Φρόντιν.
荷马让内斯特在与忒勒玛科斯交谈时提到其他事情以及关于弗龙蒂斯的事:他是奥内托之子,是梅内劳斯的舵手,在手艺上最受赞赏,以及当他正驶过阿提卡的小亚细亚角(苏尼翁)时,死期便降临到他身上;而在此之前一直与内斯特一同航行的梅内劳斯,当时正是由于这个原因被留了下来,以便为弗龙蒂斯建造坟墓,并用对死者所应做的一切其他事情来优待他。
§10.25.3οὗτός τε οὖν ἐν τοῦ Πολυγνώτου τῇ γραφῇ καὶ ὑπʼ αὐτὸν Ἰθαιμένης τέ τις κομίζων ἐσθῆτα καὶ Ἐχοίαξ διὰ τῆς ἀποβάθρας κατιών ἐστιν, ὑδρίαν ἔχων χαλκῆν.
因此,在波吕格诺托斯的画作中便有这个人,在他下方是一个带着衣服的名叫伊泰梅内斯的人,和正走下跳板、提着青铜水罐的埃霍亚克斯。
καταλύουσι δὲ καὶ τοῦ Μενελάου τὴν σκηνὴν οὐ πόρρω τῆς νεὼς οὖσαν Πολίτης καὶ Στρόφιός τε καὶ Ἄλφιος.
波利特斯、斯特罗菲奥斯和阿尔菲奥斯正在拆卸离船不远的梅内劳斯的帐篷。
καὶ ἄλλην διαλύων σκηνήν ἐστιν Ἀμφίαλος, ὑπὸ δὲ τοῦ Ἀμφιάλου τοῖς ποσὶ κάθηται παῖς· ἐπίγραμμα δὲ οὐκ ἔστι τῷ παιδί, γένεια δὲ μόνῳ τῷ Φρόντιδι.
而正在拆卸另一个帐篷的是安菲亚罗斯,在安菲亚罗斯脚边坐着一个男孩;这个男孩没有铭文,而只有弗龙蒂斯一人留着胡须。
καὶ μόνου τούτου τὸ ὄνομα ἐκ τῆς ἐς Ὀδυσσέα ποιήσεως ἔμαθε, τῶν δὲ ἄλλων ἐμοὶ δοκεῖν τὰ ὀνόματα συνέθηκεν αὐτὸς ὁ Πολύγνωτος.
而且,波吕格诺托斯仅从关于奥德修斯的诗作中得知了这一个人的名字,至于其他人的名字,在我看来,是波吕格诺托斯自己虚构的。
§10.25.4Βρισηὶς δὲ ἑστῶσα καὶ Διομήδη τε ὑπὲρ αὐτῆς καὶ Ἶφις πρὸ ἀμφοτέρων ἐοίκασιν ἀνασκοπούμενοι τὸ Ἑλένης εἶδος.
站立着的布里塞伊斯,在她上方的迪奥墨德,以及在她们两人前方的伊菲斯,似乎都在凝视着海伦的美貌。
κάθηται δὲ αὐτή τε ἡ Ἑλένη καὶ Εὐρυβάτης πλησίον· τὸν δὲ Ὀδυσσέως εἶναι κήρυκα εἰκάζομεν, οὐ μὴν εἶχεν ἤδη γένεια.
海伦本人坐着,欧律巴特斯就在附近;我们推测他是奥德修斯的使者,但他当时还没有胡须。
θεράπαινα δὲ Ἠλέκτρα καὶ Πανθαλίς, ἡ μὲν τῇ Ἑλένῃ παρέστηκεν, ἡ δὲ ὑποδεῖ τὴν δέσποιναν ἡ Ἠλέκτρα·
侍女是埃勒克特拉和潘塔利斯,其中一人站在海伦身旁,而另一人,即埃勒克特拉,正在给女主人穿鞋。
διάφορα δὲ καὶ ταῦτα τὰ ὀνόματα ἢ Ὅμηρος ἔθετο ἐν Ἰλιάδι, ἔνθα καὶ Ἑλένην καὶ ἰούσας ὁμοῦ τῇ Ἑλένῃ τὰς δούλας ἐπὶ τὸ τεῖχος πεποίηκεν.
这些名字也与荷马在《意利亚特》中给出的名字不同,在那里,荷马描写了海伦以及与海伦一同走向城墙的女奴们。
§10.25.5κάθηται δὲ ὑπὲρ τὴν Ἑλένην πορφυροῦν ἀνὴρ ἀμπεχόμενος ἱμάτιον καὶ ἐς τὰ μάλιστα κατηφής· Ἕλενον εἶναι τεκμήραιο ἂν τὸν Πριάμου καὶ πρὶν ἢ τὸ ἐπίγραμμα ἐπιλέξασθαι.
在海伦上方坐着一个身穿紫色斗篷、神情极为沮丧的男子;甚至在阅读铭文之前,你就能推测出他是普里阿摩斯之子赫勒诺斯。
πλησίον δὲ τοῦ Ἑλένου Μέγης ἐστί· τέτρωται δὲ τὸν βραχίονα ὁ Μέγης, καθὰ δὴ καὶ Λέσχεως ὁ Αἰσχυλίνου Πυρραῖος ἐν Ἰλίου πέρσιδι ἐποίησε· τρωθῆναι δὲ ὑπὸ τὴν μάχην τοῦτον, ἣν ἐν τῇ νυκτὶ ἐμαχέσαντο οἱ Τρῶες, ὑπὸ Ἀδμήτου φησὶ τοῦ Αὐγείου.
在赫勒诺斯附近是梅格斯;梅格斯的胳膊受了伤,这正是皮拉人、埃斯库里诺斯之子莱斯赫斯在《伊利奥斯的陷落》中所描写的:他说这名男子是在特洛伊人夜间进行的那场战斗中,被奥革阿斯之子阿德墨托斯所伤。