§10.22.7Καλλιεῦσι δὲ καίπερ δεινὰ οὕτω παθοῦσιν ὡς μηδὲ τὰ ὑπὸ Ὁμήρου πεποιημένα ἔς τε Λαιστρυγόνας καὶ ἐς Κύκλωπα ἐκτὸς εἶναι δοκεῖν ἀληθείας, ὅμως κατὰ τὴν ἀξίαν ἐγίνετο ἡ ὑπὲρ αὐτῶν δίκη·
カッリエアスの人々は、ホメロスがライストリュゴネスやキュクロプスについて詠んだことさえ真実から外れていないように思われるほど恐ろしい目に遭ったものの、彼らのための報復はそれに値する十分なものとなった。
ἀπὸ γὰρ τεσσάρων μυριάδων προσόντων σφίσιν ὀκτακοσίων ἐλάσσονες ἡμίσεων ἐς τὸ στρατόπεδον οἱ βάρβαροι τὸ πρὸς Θερμοπύλαις ἀπεσώθησαν.
というのも、四万八百人の彼らの軍勢のうち、半分にも満たない数しか野蛮人たちはテルモピュライの陣営に逃げ帰れなかったからである。
§10.22.8περὶ δὲ τοὺς Ἕλληνας ἐν τῷ αὐτῷ χρόνῳ τοὺς ἐν Θερμοπύλαις συνέβαινεν ἄλλα τοιαῦτα.
一方、テルモピュライのギリシア人たちの周辺では、同じ時期に次のようなことが起こっていた。
ἀτραπός ἐστι διὰ τοῦ ὄρους τῆς Οἴτης, μία μὲν ἡ ὑπὲρ Τραχῖνος ἀπότομός τε τὰ πλείω καὶ ὄρθιος δεινῶς, ἑτέρα δὲ ἡ διὰ τῆς Αἰνιάνων ὁδεῦσαι στρατῷ ῥᾴων, διʼ ἧς καὶ Ὑδάρνης ποτὲ Μῆδος κατὰ νώτου τοῖς περὶ Λεωνίδην ἐπέθετο Ἕλλησι.
オイテ山を通る小道があり、一つはトラキスの上方を通るもので、その大半が険しく、恐ろしく切り立っているが、もう一つはアイニアネス人の土地を通るもので、軍勢が進むのにより容易であり、かつてペルシア人のヒュダルネスがレオニダス率いるギリシア人たちに背後から襲いかかったのもこの道であった。
§10.22.9κατὰ ταύτην τὴν ὁδὸν ἐπηγγέλλοντο ἄξειν Βρέννον οἱ Ἡρακλεῶται καὶ οἱ Αἰνιᾶνες, οὐ κακονοίᾳ τῇ ἐς τὸ Ἑλληνικόν, τοὺς δὲ Κελτοὺς ἐκ τῆς χώρας σφίσιν ἀπελθεῖν μηδὲ ἐγκαθημένους φθείρειν περὶ πολλοῦ ποιούμενοι.
この道に沿ってブレンノスを案内するとヘラクレイアの人々とアイニアネスの人々は申し出た。 これはギリシア人への悪意からではなく、ケルト人が自分たちの土地から去り、そこに居座って荒廃させないことを何よりも重視したからである。
καί μοι φαίνεται Πίνδαρος ἀληθῆ καὶ ἐν τῷδε εἰπεῖν, ὃς πάντα τινὰ ὑπὸ κακῶν οἰκείων ἔφη πιέζεσθαι, ἐπὶ δὲ ἀλλοτρίοις κήδεσιν ἀπήμαντον εἶναι.
そしてピンダロスがここでも真実を言っているように私には思われる。 彼は、すべての人が自分自身の災いによって圧迫され、他人の悲しみに対しては苦痛を感じない、と言ったのだ。
§10.22.10τότε δὲ ἡ τῶν Αἰνιάνων καὶ τῶν Ἡρακλεωτῶν ὑπόσχεσις ἐπήγειρε τὸν Βρέννον·
その時、アイニアネス人とヘラクレイア人の約束がブレンノスを奮い立たせた。
καὶ Ἀκιχώριον μὲν κατέλιπεν ἐπὶ τῇ στρατιᾷ, προειπών, ἐπειδὰν περιλάβωσιν αὐτοὶ τὸ Ἑλληνικόν, τηνικαῦτα καὶ ἐκείνοις ἐφόδου καιρὸν εἶναι·
そして彼はアキコリオスを軍隊の指揮のために残し、自分たちがギリシア人を包囲したならば、その時こそ彼らにとっても攻撃の好機となるとあらかじめ告げた。
ἀπολέξας δὲ αὐτὸς μυριάδας τοῦ στρατοῦ τέσσαρας ἐποιεῖτο τὴν ὁδὸν διὰ τῆς ἀτραποῦ.
そして自ら軍から四万人を選び出し、小道を通って進軍を始めた。
§10.22.11καί πως ἐπʼ ἐκείνης συνέβαινε τῆς ἡμέρας τήν τε ὁμίχλην κατὰ τοῦ ὄρους καταχεῖσθαι πολλὴν καὶ ἀμαυρὸν ὑπʼ αὐτῆς εἶναι τὸν ἥλιον, ὥστε τῶν Φωκέων τοῖς ἔχουσιν ἐπὶ τῇ ἀτραπῷ τὴν φρουρὰν οὐ πρότερον ἐπιόντες οἱ βάρβαροι παρέσχοντο αἴσθησιν πρὶν ἢ πλησίον ἐγεγόνεσαν.
そして、その日はたまたま、山に深い霧が立ち込めており、そのために太陽がかすんでいた。 そのため、小道で守備に就いていたフォキス人たちは、押し寄せる野蛮人たちが間近に迫るまで気づかなかった。
ἐνταῦθα δὲ οἱ μὲν μάχης ἦρχον, οἱ δὲ ἠμύνοντο ἐρρωμένως, τέλος δὲ ἐβιάσθησαν καὶ ἀναχωροῦσιν ἀπὸ τῆς ἀτραποῦ·
そこで一方が戦闘を開始し、他方は力強く防戦したが、最後にはフォキス人たちは圧倒され、小道から退却した。
καταδραμόντες μέντοι παρὰ τοὺς συμμάχους καὶ ἀπαγγείλαντες τὰ παρόντα ἔφθησαν πρὶν ἢ ἀκριβῆ καὶ πανταχόθεν τελέαν γενέσθαι τοῦ Ἑλληνικοῦ τὴν κύκλωσιν.
しかしながら、彼らは同盟軍のところへ駆け下りて現在の状況を報告したため、ギリシア軍の完全な包囲が完了する前に先手を打つことができた。
§10.22.12ἔνθα δὴ οἱ ἐπὶ τῶν τριήρων Ἀθηναῖοι φθάνουσιν ὑπεξαγαγόντες ἐκ τῶν Θερμοπυλῶν τὸ Ἑλληνικόν·
そこで、三段櫂船に乗っていたアテナイ人たちが、ギリシアの軍勢をテルモピュライから撤退させることに成功した。
καὶ οἱ μὲν κατὰ τὰς πατρίδας ἕκαστοι τὰς αὑτῶν ἐσκεδάσθησαν, ὁ δὲ Βρέννος οὐδένα ἔτι ἐπισχὼν χρόνον, πρὶν ἢ τοὺς ἀπὸ τοῦ στρατοπέδου τοῦ σὺν τῷ Ἀκιχωρίῳ παραγενέσθαι, τὴν ὁδὸν ἐποιεῖτο ἐπὶ τοὺς Δελφούς.
そしてギリシア人たちはそれぞれ自分の祖国へと散っていき、一方ブレンノスは、アキコリオスが率いる陣営の者たちが到着するのを少しも待つことなく、デルポイへと進軍した。
οἱ δὲ καταφεύγουσιν ὑπὸ δείματος ἐπὶ τὸ χρηστήριον·
人々は恐怖から神託所へと逃げ込んだ。
καὶ ὁ θεὸς σφᾶς οὐκ εἴα φοβεῖσθαι, φυλάξειν δὲ αὐτὸς ἐπηγγέλλετο τὰ ἑαυτοῦ.
しかし神は彼らが恐れることを許さず、自らのものを自ら守ると約束された。
§10.22.13οἱ δὲ ἀφικόμενοι τιμωρεῖν τῷ θεῷ τοσοίδε ἐγένοντο Ἑλλήνων·
神を救援するために駆けつけたギリシア人の数は次の通りであった。
Φωκεῖς μὲν ἀπὸ τῶν πόλεων πασῶν, ἐκ δὲ Ἀμφίσσης ὁπλῖται τετρακόσιοι, παρὰ δὲ Αἰτωλῶν ὀλίγοι μέν τινες αὐτίκα, ὅτε ἐπύθοντο ἐς τὸ πρόσω χωροῦντας τοὺς βαρβάρους, διακοσίους δὲ καὶ χιλίους Φιλόμηλος ἤγαγεν ὕστερον.
フォキス人はすべての都市から、アムピッサからは四百人の重装歩兵、アイトリア人からは、野蛮人たちが前方へ進撃していると知った時に直ちに来た少数の者たち、そして後にピロメロスが千二百人を率いてやってきた。
τὸ δὲ μάλιστα ἐν ἀκμῇ τῶν Αἰτωλῶν ἐτράπετο ἐπὶ τὴν μετὰ τοῦ Ἀκιχωρίου στρατιάν, καὶ μάχης μὲν οὐκ ἦρχον, ὁδευόντων δὲ ἐπέκειντο ἀεὶ τοῖς ἐσχάτοις ἁρπάζοντές τε τὰ τῶν σκευαγωγούντων καὶ αὐτοὺς τοὺς ἄνδρας φονεύοντες·
しかしアイトリア人の最も精強な部分はアキコリオスの軍勢に向かい、彼らは自ら戦闘を開始することはなかったが、行軍中の最後尾に常に襲いかかり、荷物を運ぶ者たちの荷を奪い、男たち自身を殺害した。
καὶ ἡ πορεία κατὰ ταύτην μάλιστα ἐγίνετό σφισι βραδεῖα τὴν αἰτίαν.
そして彼らの行軍はこの理由のために非常に遅くなった。
κατέλιπε δὲ καὶ περὶ τὴν Ἡράκλειαν ὁ Ἀκιχώριος μοῖραν, οἳ ἔμελλον φρουρήσειν τὰ ἐπὶ τοῦ στρατοπέδου χρήματα.
アキコリオスはまた、ヘラクレイアの周辺にも、陣営の財産を守備するための部隊を残した。