§10.22.1ἑβδόμῃ δὲ ὕστερον μετὰ τὴν μάχην λόχος τῶν Γαλατῶν ἀνελθεῖν ἐς τὴν Οἴτην ἐπεχείρησε κατὰ Ἡράκλειαν·
戦いの七日後、ガラティア人の一隊がヘラクレイアの近くからオイテ山に登ることを企てた。
ἀτραπὸς δὲ στενὴ καὶ ταύτῃ μετὰ τὰ ἐρείπια ἀνήκει τὰ Τραχῖνος·
トラキスの遺跡を越えて、ここにも狭い小道が登っていた。
ἦν δὲ καὶ ἱερὸν Ἀθηνᾶς τότε ὑπὲρ τῆς πόλεως Τραχινίδος καὶ ἀναθήματα ἐν αὐτῷ.
当時、トラキス市の上方にはアテナの神殿があり、その中には奉納物があった。
ἔς τε οὖν τὴν Οἴτην ἀναβήσεσθαι κατὰ τὴν ἀτραπὸν ἤλπιζον καὶ ἅμα προσέσεσθαί σφισιν ἐν παρέργῳ τὰ ἐκ τοῦ ἱεροῦ τὴν φρουρὰν οἰομένου Τελεσάρχῳ.
そこで彼らは、この小道を通ってオイテ山に登ることを望み、同時に、テレサルコスが守備を担当しているとされていた神殿から、ついでに略奪品を手にすることを期待していた。
καὶ νικῶσι μὲν τοὺς βαρβάρους τῇ μάχῃ, αὐτὸς δὲ ἔπεσεν ὁ Τελέσαρχος, ἀνήρ εἴπερ τις καὶ ἄλλος πρόθυμος ἐς τὰ Ἑλλήνων.
そして彼らは戦いにおいて野蛮人たちに打ち勝ったが、テレサルコス自身は戦死した。 彼はギリシア人の大義のために、誰よりも熱心な男であった。
§10.22.2οἱ μὲν δὴ ἡγεμόνες τῶν βαρβάρων οἱ ἄλλοι κατεπεπλήγεσαν τὸ Ἑλληνικόν, καὶ ἠπόρουν ἅμα ὑπὲρ τῶν μελλόντων, ἐς οὐδέν σφισι πλέον προχωροῦντα ὁρῶντες τὰ ἐν χερσί·
野蛮人たちの他の指揮官たちはギリシアの軍勢に恐怖を抱き、また、手元の状況が自分たちにとって少しも好転しないのを見て、将来について途方に暮れていた。
τῷ δὲ Βρέννῳ λογισμὸς παρίστατο ὡς εἰ ἀναγκάσει τοὺς Αἰτωλοὺς οἴκαδε ἐς τὴν Αἰτωλίαν ἀναχωρῆσαι, ῥᾴων ἤδη γενήσοιτο ὁ πόλεμος αὐτῷ πρὸς τὸ Ἑλληνικόν.
しかしブレンノスには、もしアイトリア人たちを本国アイトリアへと退却させることができれば、ギリシア人との戦いは自分にとってより容易になるだろうという考えが浮かんだ。
ἀπολέξας οὖν τῆς στρατιᾶς μυριάδας τοὺς πεζοὺς τέσσαρας καὶ ὅσον ὀκτακοσίους ἱππέας, Ὀρεστόριόν τε αὐτοῖς καὶ Κόμβουτιν ἐφίστησιν ἄρχοντας, οἳ ὀπίσω κατὰ τοῦ Σπερχειοῦ τὰς γεφύρας καὶ §10.22.3αὖθις διὰ Θεσσαλίας ὁδεύσαντες ἐμβάλλουσιν ἐς τὴν Αἰτωλίαν·
そこで彼は、軍の中から歩兵四万人と約八百人の騎兵を選び出し、オレストリオスとコンブティスを彼らの指揮官に任命した。 彼らは引き返してスペルケイオス川の橋を渡り、再びテッサリアを通って進軍し、アイトリアに侵入した。
καὶ τὰ ἐς Καλλιέας Κόμβουτις οἱ ἐργασάμενοι καὶ Ὀρεστόριος ἦσαν, ἀνοσιώτατά τε ὧν ἀκοῇ ἐπιστάμεθα καὶ οὐδὲν τοῖς ἀνθρώπων τολμήμασιν ὅμοια.
そして、カッリエアスにおいて非道を働いたのはコンブティスとオレストリオスであった。 それは我々が聞き知っている中で最も不敬な出来事であり、人間の犯しうる大胆な悪行のどれとも似ていないものであった。
γένος μέν γε πᾶν ἐξέκοψαν τὸ ἄρσεν, καὶ ὁμοίως γέροντές τε καὶ τὰ νήπια ἐπὶ τῶν μητέρων τοῖς μαστοῖς ἐφονεύετο·
彼らは実に男性のすべてを根絶やしにし、老人も、母親の乳房にしがみつく赤ん坊も同様に殺戮された。
τούτων δὲ καὶ τὰ ὑπὸ τοῦ γάλακτος πιότερα ἀποκτείνοντες ἔπινόν τε οἱ Γαλάται τοῦ αἵματος καὶ ἥπτοντο τῶν σαρκῶν.
ガラティア人たちは、これらの赤ん坊のうち、母乳で肥えた者を殺してその血を飲み、肉を貪り食った。
§10.22.4γυναῖκες δὲ καὶ ὅσοι ἐν ὥρᾳ τῶν παρθένων, ὅσαι μὲν φρονήματός τι αὐτῶν εἶχον, ἑαυτὰς ἔφθησαν ὡς ἡλίσκετο ἡ πόλις διειργασμέναι·
女性たちや、妙齢の処女たちのうち、誇りを持つ者は、町が陥落するとすぐに、自ら命を絶って先手を打った。
τὰς δὲ ἔτι περιούσας ἐς ἰδέαν ὕβρεως πᾶσαν μετὰ ἀνάγκης ἦγον ἰσχυρᾶς, ἅτε ἴσον μὲν ἐλέου, ἴσον δὲ τὰς φύσεις καὶ ἔρωτος ἀπέχοντες.
しかし生き残った者たちを、彼らはあらゆる形態の凌辱へと暴力によって引きずり込んだ。 彼らは憐れみからも、また人間の本性や愛からも等しくかけ離れていたからである。
καὶ ὅσαι μὲν τῶν γυναικῶν ταῖς μαχαίραις τῶν Γαλατῶν ἐπετύγχανον, αὐτοχειρίᾳ τὰς ψυχὰς ἠφίεσαν·
そして、女性たちのうちガラティア人の剣を手に入れた者は、自らの手で命を絶った。
ταῖς δὲ οὐ μετὰ πολὺ ὑπάρξειν τὸ χρεὼν ἔμελλεν ἥ τε ἀσιτία καὶ ἡ ἀυπνία, ἀστέγων βαρβάρων ἐκ διαδοχῆς ἀλλήλοις ὑβριζόντων·
他の者たちにとっては、飢えと不眠によって間もなく死が訪れることになった。 屋根を持たない野蛮人たちが、次々と交代で彼女たちを辱めたからである。
οἱ δὲ καὶ ἀφιείσαις τὰς ψυχάς, οἱ δὲ καὶ ἤδη νεκραῖς συνεγίνοντο ὅμως.
彼らは、息を引き取りつつある者に対しても、またすでに死体となっている者に対しても、同様に関係を持った。
§10.22.5Αἰτωλοὶ δὲ πεπυσμένοι τε παρὰ ἀγγέλων ἦσαν ὁποῖαι σφᾶς κατειλήφεσαν συμφοραὶ καὶ αὐτίκα ὡς τάχους εἶχον ἀναστήσαντες ἀπὸ τῶν Θερμοπυλῶν τὴν δύναμιν ἠπείγοντο ἐς τὴν Αἰτωλίαν, τά τε παθήματα τῶν Καλλιέων ἐν ὀργῇ ποιούμενοι καὶ πλέον ἔτι τὰς οὐχ ἑαλωκυίας πω διασώσασθαι πόλεις προθυμούμενοι.
アイトリア人たちは、自分たちを襲った災難がどのようなものであるかを使者から聞き知ると、直ちにできる限りの速さで、テルモピュライから軍勢を引き揚げさせてアイトリアへと急いだ。 カッリエアスの苦難に怒りを燃やし、またそれ以上に、まだ陥落していない都市を救うことを強く望んでいたからである。
ἐξεστρατεύοντο δὲ καὶ οἴκοθεν ἀπὸ τῶν πόλεων πασῶν οἱ ἐν ἡλικίᾳ, ἀναμεμιγμένοι δʼ ἦσαν ὑπὸ ἀνάγκης τε καὶ φρονήματος καὶ οἱ γεγηρακότες·
また、すべての都市から、兵役に適した年齢の者たちが故郷から出陣し、必要性と誇りから、老人たちも彼らに混ざっていた。
συνεστρατεύοντο δέ σφισι καὶ αἱ γυναῖκες ἑκουσίως, πλέον ἐς τοὺς Γαλάτας καὶ τῶν ἀνδρῶν τῷ θυμῷ χρώμεναι.
さらに女性たちも自発的に従軍し、ガラティア人に対して男たち以上に激しい怒りを抱いていた。
§10.22.6ὡς δὲ οἱ βάρβαροι συλήσαντες τούς τε οἴκους καὶ τὰ ἱερὰ καὶ ἐνέντες πῦρ ἐς τὸ Κάλλιον ἐκομίζοντο τὴν αὐτήν, ἐνταῦθα Πατρεῖς μὲν ἐπικουροῦντες Αἰτωλοῖς Ἀχαιῶν μόνοι προσέκειντο ἐξ ἐναντίας τοῖς βαρβάροις ἅτε ὁπλιτεύειν δεδιδαγμένοι, καὶ ὑπὸ πλήθους τε τῶν Γαλατῶν καὶ τῆς ἐς τὰ ἔργα ἀπονοίας μάλιστα ἐταλαιπώρησαν·
野蛮人たちが家々や神殿を略奪し、カッリオンに火を放った後、同じ道を戻っていくと、そこで、アカイア人の中で唯一アイトリア人を救援に来ていたパトライの人々が、重装歩兵としての戦闘訓練を受けていたため、野蛮人たちに正面から立ち向かった。 しかし彼らはガラティア人の多さと彼らの狂暴な戦闘ぶりのために非常に苦戦した。
οἱ δὲ Αἰτωλοὶ καὶ αἱ γυναῖκες αἱ Αἰτωλαὶ παρὰ πᾶσαν τεταγμένοι τὴν ὁδὸν ἐσηκόντιζόν τε ἐς τοὺς βαρβάρους, καὶ οὐδὲν ἄλλο ὅτι μὴ τοὺς ἐπιχωρίους ἐχόντων θυρεοὺς ὀλίγα αὐτῶν ἡμάρτανον, διώκοντάς τε ἀπέφευγον οὐ χαλεπῶς καὶ ἀναστρέφουσιν ἀπὸ τῆς διώξεως ἐπέκειντο αὖθις σπουδῇ.
一方、アイトリアの男たちと女性たちは道の両側に並んで野蛮人たちに槍を投げつけ、彼らが故郷の盾しか持っていなかったため、彼らに投じた槍はめったに外れなかった。 そして追撃してくると容易に逃れ、彼らが追撃から引き返すと再び熱心に襲いかかった。