Humanitext Reader

パウサニアス · ギリシア案内記 §10.21.1-10.21.7

ピュライの戦いにおけるガラティア軍の敗退

439 / 465 箇所 · ギリシア語

要旨

ガラティア軍はピュライでギリシア軍と衝突し、地形の不利とアテナイ三段櫂船の側面攻撃により大敗して退却する。アテナイの若い戦士キュディアスの活躍、および死者を埋葬しないガラティア人の習慣について記述される。

§10.21.1προελθὼν οὖν ἀπὸ τῆς Ἡρακλείας—ἐπυνθάνετο γὰρ παρὰ αὐτομόλων τοὺς συνειλεγμένους ἐς Πύλας ἀπὸ ἑκάστης πόλεως— ὑπερεφρόνει τε τοῦ Ἑλληνικοῦ καὶ ἦρχεν ἐς τὴν ἐπιοῦσαν μάχης ἅμα ἀνίσχοντι τῷ ἡλίῳ, οὔτε Ἕλληνα ἔχων μάντιν οὔτε ἱεροῖς ἐπιχωρίοις χρώμενος, εἰ δὴ ἔστι γε μαντεία Κελτική.
それゆえ、ヘラクレイアから進軍すると、――というのも、各都市からピュライに集まった者たちのことを脱走兵から聞き知っていたからであるが、――彼はギリシアの軍勢を侮り、翌日、日の出とともに戦いを開始した。 ギリシア人の占い師を連れることもなく、また、ケルトの占いなるものが本当に存在するのなら別であるが、故郷の儀礼を用いることもなかった。
ἐνταῦθα οἱ Ἕλληνες ἐν σιγῇ τε ἐπῄεσαν καὶ ἐν κόσμῳ·
そこでギリシア人たちは静寂のうちに、また秩序整然と立ち向かった。
καὶ ὡς ἀφίκοντο ἐς χεῖρας, οὔτε σφίσιν οἱ πεζοὶ τοσοῦτο ἀπὸ τῆς τάξεως ἐξέθεον ὥστε τὴν φάλαγγα ἐπιταράσσειν τὴν οἰκείαν καὶ οἱ ψιλοὶ μένοντες κατὰ χώραν τά τε ἀκόντια ἔπεμπον καὶ ὅσα ἀπὸ τῶν τόξων ἢ σφενδονῶν.
そして白兵戦になると、重装歩兵たちは自軍のファランクスを混乱させるほど陣形から突出しなかった。 一方、軽装歩兵たちは元の位置に留まって、投げ槍を放ち、また弓や投石器から放たれるすべてのものを放った。
§10.21.2τὰ δὲ ἱππικὰ ἀμφοτέροις ἀχρεῖα ἐγένετο ἅτε οὐ στενοῦ μόνον χωρίου τοῦ μετὰ τὰς Πύλας ὄντος ἀλλὰ καὶ ὑπὸ αὐτοφυοῦς πέτρας λείου καὶ διὰ τῶν ῥευμάτων τὸ συνεχὲς τὰ πλείονα καὶ ὀλισθηροῦ.
騎兵は双方にとって役に立たなかった。 ピュライの後方にある場所が狭いだけでなく、自然の岩盤のために平滑であり、また水の流れのためにその大部分が絶えず滑りやすくなっていたからである。
τοῖς δὲ Γαλάταις τὰ μὲν τῆς σκευῆς ἀσθενέστερα ἦν—θυρεοὺς γὰρ τοὺς ἐπιχωρίους εἶχον, καὶ ἄλλο σφίσιν οὐκ ἦν ὅπλον σκέπη σώματος—, πλέον δὲ ἔτι ἐμπειρίᾳ τῇ ἐς τὰ πολεμικὰ ἀπέδεον.
ガラティア人にとっては武具の備えが貧弱であった。 というのも、彼らは故郷の盾を持ってはいたが、体を保護するための他の防具は何もなかったからである。 しかしそれ以上に、彼らには戦闘の経験が欠けていた。
§10.21.3οἱ δὲ ἐν ὀργῇ τε ἐπὶ τοὺς ἐναντίους καὶ θυμῷ μετὰ οὐδενὸς λογισμοῦ καθάπερ τὰ θηρία ἐχώρουν·
しかし彼らは敵に対して理性のない怒りと激情を抱き、まるで野獣のように進撃した。
καὶ οὔτε πελέκεσι διαιρουμένους ἢ ὑπὸ μαχαιρῶν ἡ ἀπόνοια τοὺς ἔτι ἐμπνέοντας ἀπέλειπεν, οὔτε ὅσοι βέλεσι καὶ ἀκοντίοις διεπείροντο, ὑφῄρουν τοῦ θυμοῦ, μέχρι οὗ παρέμενεν ἡ ψυχή·
そして、斧や剣によって切り裂かれ、なお息のある者たちからも、その狂暴さが去ることはなかったし、矢や投げ槍で刺し貫かれた者たちも、息がある限りその闘志を減じることはなかった。
οἱ δὲ καὶ ἐκ τῶν τραυμάτων τὰ δόρατα οἷς ἐβέβληντο ἀνασπῶντες ἠφίεσάν τε ἐς τοὺς Ἕλληνας καὶ ἐχρῶντο ἐκ χειρός.
一部の者は、自分が突き刺された槍を傷口から引き抜いてギリシア人に向かって投げつけ、白兵戦で用いた。
§10.21.4ἐν τούτῳ δὲ οἱ ἐπὶ τῶν τριήρων Ἀθηναῖοι μόγις μὲν καὶ οὐκ ἄνευ κινδύνου, παραπλεύσαντες δὲ ὅμως διὰ τῆς ἰλύος, ἣ ἐπὶ πλεῖστον ἐπέχει τῆς θαλάσσης, καὶ τὰς ναῦς ὅτι ἐγγύτατα τῶν βαρβάρων σχόντες, βέλεσί τε παντοίοις ἐς τὰ πλάγια καὶ τοξεύμασιν ἐς αὐτοὺς ἐχρῶντο.
この間に、三段櫂船に乗ったアテナイ人たちは、困難を極め、危険を伴いながらも、海の大部分を占める泥地を沿って航行し、船をできる限り野蛮人に近づけて寄せ、彼らの側面に対してあらゆる飛び道具や矢を放った。
καμνόντων δὲ λόγου μειζόνως τῶν Κελτῶν καὶ ἅτε ἐν στενοχωρίᾳ μικρὰ μὲν δρώντων, διπλάσια δὲ καὶ τετραπλάσια πασχόντων, ἀναχωρεῖν ἐς τὸ στρατόπεδον ἐσήμαινόν σφισιν οἱ ἡγεμόνες.
ケルト人は言葉に尽くせぬほど苦しみ、また狭い場所で、自らはわずかしか損害を与えられないのに、二倍、四倍の損害を被っていたために、指揮官たちは彼らに陣営への撤退を合図した。
οἱ δὲ ἀτάκτως καὶ σὺν οὐδενὶ ἀναστρέφοντες κόσμῳ πολλοὶ μὲν συνεπατήθησαν ὑπὸ ἀλλήλων, πολλοὶ δὲ ἐς τὸ τέλμα ἐμπεσόντες ἠφανίσθησαν κατὰ τοῦ πηλοῦ, καὶ ἀπώλεια οὐκ ἐλάσσων ἀναχωροῦσιν αὐτοῖς ἢ ἐν τοῦ ἀγῶνος συνέβη τῇ ἀκμῇ.
しかし彼らは秩序なく、まったく無秩序に引き返したため、多くの者が互いに踏みつけられ、多くの者が湿地に落ちて泥の中に姿を消した。 彼らが退却する際に生じた損失は、戦闘の最中に生じたものに劣らなかった。
§10.21.5τοὺς μὲν δὴ Ἕλληνας τὸ Ἀττικὸν ὑπερεβάλετο ἀρετῇ τὴν ἡμέραν ταύτην·
この日、ギリシア人の中でアッティカ勢が勇気において群を抜いていた。
αὐτῶν δὲ Ἀθηναίων Κυδίας μάλιστα ἐγένετο ἀγαθός, νέος τε ἡλικίαν καὶ τότε ἐς ἀγῶνα ἐλθὼν πολέμου πρῶτον.
そのアテナイ人の中でも、ことにキュディアスが最も勇敢であった。 彼は若く、その時初めて実戦に臨んだのであった。
ἀποθανόντος δὲ ὑπὸ τῶν Γαλατῶν τὴν ἀσπίδα οἱ προσήκοντες ἀνέθεσαν τῷ Ἐλευθερίῳ Διί, καὶ ἦν τὸ ἐπίγραμμα·
彼がガラティア人によって殺されると、親族は彼の盾を自由のゼウスに奉納した。 その銘文は以下の通りであった。
" †ημαρλα δὴ ποθέουσα νέαν ἔτι Κυδίου ἥβην ἀσπὶς ἀριζήλου φωτός, ἄγαλμα Διί, ἇς διὰ δὴ πρώτας λαιὸν τότε πῆχυν ἔτεινεν, εὖτʼ ἐπὶ τὸν Γαλάταν ἤκμασε θοῦρος Ἄρης. " §10.21.6τοῦτο μὲν δὴ ἐπεγέγραπτο πρὶν ἢ τοὺς ὁμοῦ Σύλλᾳ καὶ ἄλλα τῶν Ἀθήνῃσι καὶ τὰς ἐν τῇ στοᾷ τοῦ Ἐλευθερίου Διὸς καθελεῖν ἀσπίδας·
"いまだキュディアスの若き青春を慕う、輝かしい男の盾、ゼウスへの捧げもの。猛きアレスがガラティア人に襲いかかったその時、彼は初めて、この盾に左腕を通したのだ。 "これこそは、スッラとその一派がアテナイの他のものとともに自由のゼウスの柱廊にあった盾を撤去する前に刻まれていたものである。
τότε δὲ ἐν ταῖς Θερμοπύλαις οἱ μὲν Ἕλληνες μετὰ τὴν μάχην τούς τε αὑτῶν ἔθαπτον καὶ ἐσκύλευον τοὺς βαρβάρους, οἱ Γαλάται δὲ οὔτε ὑπὲρ ἀναιρέσεως τῶν νεκρῶν ἐπεκηρυκεύοντο ἐποιοῦντό τε ἐπʼ ἴσης γῆς σφᾶς τυχεῖν ἢ θηρία τε αὐτῶν ἐμφορηθῆναι καὶ ὅσον τεθνεῶσι πολέμιόν ἐστιν ὀρνίθων.
その時テルモピュライでは、ギリシア人たちは戦いの後、自らの死者を埋葬し、野蛮人たちから武具を剥ぎ取った。 一方、ガラティア人たちは死体回収のための使者を送ることもせず、彼らが土に葬られることも、あるいは野獣や死者にとって敵であるすべての鳥たちに貪り食われることも、等しくどうでもよいことと考えていた。
§10.21.7ὀλιγώρως δὲ αὐτοὺς ἐς τῶν ἀπογινομένων ἔχειν τὰς ταφὰς δύο ἐμοὶ δοκεῖν τὰ ἀναπείθοντα ἦν, πολεμίους τε ἄνδρας ἐκπλῆξαι καὶ ὅτι ἔστι τεθνεώτων οὐ διʼ ἔθους οἶκτος αὐτοῖς.
死者の埋葬に対して彼らがこれほど無頓着であったことには、私の見るところ、彼らをそう確信させる二つの理由があった。 敵を恐怖させること、そして死者への哀悼が彼らの習慣にはないということである。
ἀπέθανον δὲ παρὰ τὴν μάχην τεσσαράκοντα μὲν τοῦ Ἑλληνικοῦ, τοὺς δὲ τῶν βαρβάρων οὐχ οἷόν τε ἦν ἀκριβῶς ἐξευρεῖν·
戦いにおいて、ギリシア側からは40名が死亡したが、野蛮人の死者については正確に突き止めることは不可能であった。
πολὺ γὰρ καὶ τὸ ἀφανισθὲν κατὰ τῆς ἰλύος ἐγένετο ἐξ αὐτῶν.
というのも、彼らのうち非常に多くの者が泥の中に消え去ったからである。

語釈・文法注

  1. §10.21.1ἦρχεν ἐς τὴν ἐπιοῦσαν μάχης — ἦρχεν(動詞 ἄρχω「始める」の未完了過去能動態)は、戦闘の開始を意味し、属格の補語 μάχης を支配している。副詞句 ἐς τὴν ἐπιοῦσαν(「翌日に」)は、通常省略される「日」を表す名詞 ἡμέραν が補われて解釈される。
  2. §10.21.2ἅτε οὐ στενοῦ μόνον χωρίου τοῦ μετὰ τὰς Πύλας ὄντος — 理由を示す副詞 ἅτε に導かれ、名詞 χωρίου に対する分詞 ὄντος および形容詞 λείου, ὀλισθηροῦ が並置された一連の属格絶対構文。地形が騎兵にとって不向きであった理由を説明している。
  3. §10.21.3οὔτε πελέκεσι διαιρουμένους ἢ ὑπὸ μαχαιρῶν ἡ ἀπόνοια τοὺς ἔτι ἐμπνέοντας ἀπέλειπεν — 複雑な語順の倒置。主語は後続する ἡ ἀπόνοια(「狂暴さ、死に物狂いの勇気」)、動詞は ἀπέλειπεν、目的語は τοὺς ἔτι ἐμπνέοντας(「なお息のある人々」)。現在受動分詞の対格 διαιρουμένους(「切り裂かれながら」)は目的語を修飾し、ペレケシ(「斧によって」、手段の与格)およびマカイローン(「剣によって」、前置詞 ὑπό + 属格)に係っている。
  4. §10.21.6ἐποιοῦντό τε ἐπʼ ἴσης γῆς σφᾶς τυχεῖν ἢ θηρία τε αὐτῶν ἐμφορηθῆναι — 慣用表現 ἐποιοῦντο ἐπʼ ἴσης(「同等とみなした、同じく気にかけなかった」)の補語として、選言接続詞 ἤ(「または」)で結ばれた2つの不定詞句 τυχεῖν(「埋葬されること」)と ἐμφορηθῆναι(「貪り食われること」)が並置され、いずれの結果もガラティア人にとって無関心の対象であったことを示している。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §10.21.1-10.21.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:10.21.1-10.21.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。