Humanitext Reader

保萨尼亚斯 · 希腊志 §10.22.1-10.22.6

加拉太人入侵艾托利亚与惨案

第 440 段,共 465 段 · 希腊语

内容简介

一队加拉太人企图登上奥伊特山,但被泰勒萨科斯的英勇防守所阻止。为此,蛮族领袖布伦诺斯派遣一支别动队入侵艾托利亚本国并在卡利埃阿斯制造了极其惨烈的屠杀,从而激起了全体艾托利亚人猛烈的反击。

§10.22.1ἑβδόμῃ δὲ ὕστερον μετὰ τὴν μάχην λόχος τῶν Γαλατῶν ἀνελθεῖν ἐς τὴν Οἴτην ἐπεχείρησε κατὰ Ἡράκλειαν· ἀτραπὸς δὲ στενὴ καὶ ταύτῃ μετὰ τὰ ἐρείπια ἀνήκει τὰ Τραχῖνος·
在战斗后的第七天,一队加拉太人企图在赫拉克莱亚附近登上奥伊特山;而在经过特拉克斯的废墟之后,这里也有一条狭窄的小径向上延伸。
ἦν δὲ καὶ ἱερὸν Ἀθηνᾶς τότε ὑπὲρ τῆς πόλεως Τραχινίδος καὶ ἀναθήματα ἐν αὐτῷ.
当时在特拉克斯城上方还有一座阿特娜的神庙,里面存有奉纳物。
ἔς τε οὖν τὴν Οἴτην ἀναβήσεσθαι κατὰ τὴν ἀτραπὸν ἤλπιζον καὶ ἅμα προσέσεσθαί σφισιν ἐν παρέργῳ τὰ ἐκ τοῦ ἱεροῦ τὴν φρουρὰν οἰομένου Τελεσάρχῳ.
因此,他们希望通过这条小径登上奥伊特山,同时也顺便掠夺神庙里的财物,而他们认为该神庙由泰勒萨科斯负责防守。
καὶ νικῶσι μὲν τοὺς βαρβάρους τῇ μάχῃ, αὐτὸς δὲ ἔπεσεν ὁ Τελέσαρχος, ἀνήρ εἴπερ τις καὶ ἄλλος πρόθυμος ἐς τὰ Ἑλλήνων.
虽然他们在战斗中击败了蛮族,但泰勒萨科斯本人牺牲了,他是一个比任何人都更热心于希腊人事业的人。
§10.22.2οἱ μὲν δὴ ἡγεμόνες τῶν βαρβάρων οἱ ἄλλοι κατεπεπλήγεσαν τὸ Ἑλληνικόν, καὶ ἠπόρουν ἅμα ὑπὲρ τῶν μελλόντων, ἐς οὐδέν σφισι πλέον προχωροῦντα ὁρῶντες τὰ ἐν χερσί· τῷ δὲ Βρέννῳ λογισμὸς παρίστατο ὡς εἰ ἀναγκάσει τοὺς Αἰτωλοὺς οἴκαδε ἐς τὴν Αἰτωλίαν ἀναχωρῆσαι, ῥᾴων ἤδη γενήσοιτο ὁ πόλεμος αὐτῷ πρὸς τὸ Ἑλληνικόν.
蛮族的其他指挥官们对希腊军队感到恐惧,同时也对未来感到迷茫,因为他们看到眼前的局势对他们毫无进展;但布伦诺斯心中产生了一个计策:如果他能迫使艾托利亚人退回本国艾托利亚,那么他与希腊人之间的战争就会变得更加容易。
ἀπολέξας οὖν τῆς στρατιᾶς μυριάδας τοὺς πεζοὺς τέσσαρας καὶ ὅσον ὀκτακοσίους ἱππέας, Ὀρεστόριόν τε αὐτοῖς καὶ Κόμβουτιν ἐφίστησιν ἄρχοντας, οἳ ὀπίσω κατὰ τοῦ Σπερχειοῦ τὰς γεφύρας καὶ §10.22.3αὖθις διὰ Θεσσαλίας ὁδεύσαντες ἐμβάλλουσιν ἐς τὴν Αἰτωλίαν·
于是,他从军中挑选了四万步兵和大约八百名骑兵,任命奥雷斯托里奥斯和孔布蒂斯为他们的指挥官,他们折返回去,沿着斯佩尔凯奥斯河的桥梁,并且再次穿越色萨利,攻入艾托利亚。
καὶ τὰ ἐς Καλλιέας Κόμβουτις οἱ ἐργασάμενοι καὶ Ὀρεστόριος ἦσαν, ἀνοσιώτατά τε ὧν ἀκοῇ ἐπιστάμεθα καὶ οὐδὲν τοῖς ἀνθρώπων τολμήμασιν ὅμοια.
在卡利埃阿斯犯下那些恶行的是孔布蒂斯和奥雷斯托里奥斯,这些恶行是我们所听闻的事迹中最不敬神的,与人类所敢犯下的任何罪行都无法相比。
γένος μέν γε πᾶν ἐξέκοψαν τὸ ἄρσεν, καὶ ὁμοίως γέροντές τε καὶ τὰ νήπια ἐπὶ τῶν μητέρων τοῖς μαστοῖς ἐφονεύετο· τούτων δὲ καὶ τὰ ὑπὸ τοῦ γάλακτος πιότερα ἀποκτείνοντες ἔπινόν τε οἱ Γαλάται τοῦ αἵματος καὶ ἥπτοντο τῶν σαρκῶν.
因为他们斩尽杀绝了所有的男性,无论是老人还是母亲乳房上的婴儿都同样被杀害;加拉太人甚至杀死了这些婴儿中因吃奶而较肥胖的,饮其血、食其肉。
§10.22.4γυναῖκες δὲ καὶ ὅσοι ἐν ὥρᾳ τῶν παρθένων, ὅσαι μὲν φρονήματός τι αὐτῶν εἶχον, ἑαυτὰς ἔφθησαν ὡς ἡλίσκετο ἡ πόλις διειργασμέναι· τὰς δὲ ἔτι περιούσας ἐς ἰδέαν ὕβρεως πᾶσαν μετὰ ἀνάγκης ἦγον ἰσχυρᾶς, ἅτε ἴσον μὲν ἐλέου, ἴσον δὲ τὰς φύσεις καὶ ἔρωτος ἀπέχοντες.
至于妇女和处于青春妙龄的处女,那些尚存一丝尊严的人,在城市被攻占时便抢先自尽;而对那些依然存活的人,他们用强力野蛮地施加各种形式的凌辱,因为他们既无怜悯之心,也毫无人类天性与爱意。
καὶ ὅσαι μὲν τῶν γυναικῶν ταῖς μαχαίραις τῶν Γαλατῶν ἐπετύγχανον, αὐτοχειρίᾳ τὰς ψυχὰς ἠφίεσαν· ταῖς δὲ οὐ μετὰ πολὺ ὑπάρξειν τὸ χρεὼν ἔμελλεν ἥ τε ἀσιτία καὶ ἡ ἀυπνία, ἀστέγων βαρβάρων ἐκ διαδοχῆς ἀλλήλοις ὑβριζόντων· οἱ δὲ καὶ ἀφιείσαις τὰς ψυχάς, οἱ δὲ καὶ ἤδη νεκραῖς συνεγίνοντο ὅμως.
妇女中凡是拿到加拉太人刀剑的人,都亲手结束了自己的生命;而对其他人来说,由于这些没有屋舍的蛮族轮流不断地凌辱她们,饥饿与失眠很快就带走了她们的生命;有些人甚至与正在断气的人、甚至与已经死去的尸体发生关系。
§10.22.5Αἰτωλοὶ δὲ πεπυσμένοι τε παρὰ ἀγγέλων ἦσαν ὁποῖαι σφᾶς κατειλήφεσαν συμφοραὶ καὶ αὐτίκα ὡς τάχους εἶχον ἀναστήσαντες ἀπὸ τῶν Θερμοπυλῶν τὴν δύναμιν ἠπείγοντο ἐς τὴν Αἰτωλίαν, τά τε παθήματα τῶν Καλλιέων ἐν ὀργῇ ποιούμενοι καὶ πλέον ἔτι τὰς οὐχ ἑαλωκυίας πω διασώσασθαι πόλεις προθυμούμενοι.
艾托利亚人已经从信使那里得知了降临到他们身上的灾难,他们立即以最快的速度将军队从温泉关撤出,火速赶往艾托利亚,他们对卡利埃阿斯人的遭遇无比愤怒,更渴望拯救那些尚未被攻占的城市。
ἐξεστρατεύοντο δὲ καὶ οἴκοθεν ἀπὸ τῶν πόλεων πασῶν οἱ ἐν ἡλικίᾳ, ἀναμεμιγμένοι δʼ ἦσαν ὑπὸ ἀνάγκης τε καὶ φρονήματος καὶ οἱ γεγηρακότες· συνεστρατεύοντο δέ σφισι καὶ αἱ γυναῖκες ἑκουσίως, πλέον ἐς τοὺς Γαλάτας καὶ τῶν ἀνδρῶν τῷ θυμῷ χρώμεναι.
各城市所有达到兵役年龄的人都从家乡出征,在迫切的需要和尊严的驱使下,老人也混杂在他们之中;妇女们也自愿随军出征,她们对加拉太人表现出的愤怒甚至超过了男子。
§10.22.6ὡς δὲ οἱ βάρβαροι συλήσαντες τούς τε οἴκους καὶ τὰ ἱερὰ καὶ ἐνέντες πῦρ ἐς τὸ Κάλλιον ἐκομίζοντο τὴν αὐτήν, ἐνταῦθα Πατρεῖς μὲν ἐπικουροῦντες Αἰτωλοῖς Ἀχαιῶν μόνοι προσέκειντο ἐξ ἐναντίας τοῖς βαρβάροις ἅτε ὁπλιτεύειν δεδιδαγμένοι, καὶ ὑπὸ πλήθους τε τῶν Γαλατῶν καὶ τῆς ἐς τὰ ἔργα ἀπονοίας μάλιστα ἐταλαιπώρησαν·
当蛮族洗劫了房屋和神庙,并在卡利翁放火后,沿着同一条路撤退时,此时作为阿卡亚人中唯一援助艾托利亚人的帕特赖人,由于接受过重装步兵的训练,正面迎击蛮族。
οἱ δὲ Αἰτωλοὶ καὶ αἱ γυναῖκες αἱ Αἰτωλαὶ παρὰ πᾶσαν τεταγμένοι τὴν ὁδὸν ἐσηκόντιζόν τε ἐς τοὺς βαρβάρους, καὶ οὐδὲν ἄλλο ὅτι μὴ τοὺς ἐπιχωρίους ἐχόντων θυρεοὺς ὀλίγα αὐτῶν ἡμάρτανον, διώκοντάς τε ἀπέφευγον οὐ χαλεπῶς καὶ ἀναστρέφουσιν ἀπὸ τῆς διώξεως ἐπέκειντο αὖθις σπουδῇ.
然而,由于加拉太人人数众多且在战斗中拼死一搏,帕特赖人陷入了极大的苦战;而艾托利亚男子和艾托利亚妇女在整条道路旁列队,向蛮族投掷标枪,由于蛮族除了本土的盾牌外别无他物,他们的投掷很少落空;当被追击时,他们轻而易举地逃脱,而当蛮族从追击中撤回时,他们又立刻奋力逼近。

词汇与语法注释

  1. §10.22.1τὴν φρουρὰν οἰομένου Τελεσάρχῳ — 属格现在分词 οἰομένου 在此起到了类似于属格独立结构的作用,但语法上并不规则,因为其逻辑主语是与格的 Τελεσάρχῳ(由泰勒萨科斯),体现了保萨尼亚斯文体中特有的不一致性。可译为“人们认为该神庙由泰勒萨科斯防守”。
  2. §10.22.3ἀνοσιώτατά τε ὧν ἀκοῇ ἐπιστάμεθα — 关系代词 ὧν 本应作为动词 ἐπιστάμεθα 的直接宾语而使用对格(ἅ),但受到了被省略的中性复数先行词(ἐκείνων)的属格支配,发生了格的同化(attraction)。
  3. §10.22.4ταῖς δὲ οὐ μετὰ πολὺ ὑπάρξειν τὸ χρεὼν ἔμελλεν — 在此名词化使用的中性名词 τὸ χρεὼν(必然、死亡的命运)作为未来不定式 ὑπάρξειν 的主语,该不定式由助动词性的 ἔμελλεν(注定要……)所支配。配合表示利益/关系的与格 ταῖς δὲ(对她们而言),意为“对其他人来说,死期很快就要临头”。
  4. §10.22.6καὶ οὐδὲν ἄλλο ὅτι μὴ τοὺς ἐπιχωρίους ἐχόντων θυρεοὺς — 惯用语 οὐδὲν ἄλλο ὅ提 μὴ 意为“除了……别无他物(仅仅)”。分词 ἐχόντων 为属格独立结构,其未明示的逻辑主语指代蛮族,在此作原因解释:“因为他们除了本土的盾牌外别无他物”。

引用这一段

保萨尼亚斯, 希腊志 §10.22.1-10.22.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:10.22.1-10.22.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。