§10.19.1παρὰ δὲ τὸν Γοργίαν ἀνάθημά ἐστιν Ἀμφικτυόνων Σκιωναῖος Σκύλλις, ὃς καταδῦναι καὶ ἐς τὰ βαθύτατα θαλάσσης πάσης ἔχει φήμην·
ゴルギアスの像の隣には、アンピクテュオンの奉納物である、スキオネ出身のシュリスの像がある。
ἐδιδάξατο δὲ καὶ Ὕδναν τὴν θυγατέρα δύεσθαι.
彼はあらゆる海の最も深い底まで潜ることができるという評判を有しており、娘のヒュドナにも潜水を教えた。
§10.19.2οὗτοι περὶ τὸ ὄρος τὸ Πήλιον ἐπιπεσόντος ναυτικῷ τῷ Ξέρξου βιαίου χειμῶνος προσεξειργάσαντό σφισιν ἀπώλειαν, τάς τε ἀγκύρας καὶ εἰ δή τι ἄλλο ἔρυμα ταῖς τριήρεσιν ἦν ὑφέλκοντες.
彼らは、ペリオン山の周辺でクセルクセスの艦隊に激しい嵐が襲いかかった際、錨や、その他に三段櫂船の防衛手段となるものがあればそれを密かに取り外すことによって、彼らの破滅をさらに推し進めた。
ἀντὶ τούτου μὲν οἱ Ἀμφικτύονες καὶ αὐτὸν Σκύλλιν καὶ τὴν παῖδα ἀνέθεσαν·
この功績の代わりに、アンピクテュオンはシュリス自身と彼の娘を奉納したのである。
ἐν δὲ τοῖς ἀνδριᾶσιν ὁπόσους Νέρων ἔλαβεν ἐκ Δελφῶν, ἐν τούτοις τὸν ἀριθμὸν καὶ τῆς Ὕδνης ἀπεπλήρωσεν ἡ εἰκών.
しかし、ネロンがデルポイから奪い去った数々の肖像彫刻の中で、ヒュドナの像もその数を満たすことになった。
§10.19.3τὸ ἀπὸ τούτου δὲ ἔρχομαι διηγησόμενος λόγον Λέσβιον.
この後のこととして、私はレスボスの話を語ることにしよう。
ἁλιεῦσιν ἐν Μηθύμνῃ τὰ δίκτυα ἀνείλκυσεν ἐκ θαλάσσης πρόσωπον ἐλαίας ξύλου πεποιημένον·
メテュムナの漁師たちが、海からオリーブの木で作られた顔を網で引き揚げた。
τοῦτο ἰδέαν παρείχετο φέρουσαν μὲν ἐς τὸ θεῖον, ξένην δὲ καὶ ἐπὶ θεοῖς Ἑλληνικοῖς οὐ καθεστῶσαν.
これは神聖な印象を漂わせる外見を提示していたが、見慣れないもので、ギリシアの神々の間では定着していないものだった。
εἴροντο οὖν οἱ Μηθυμναῖοι τὴν Πυθίαν ὅτου θεῶν ἢ καὶ ἡρώων ἐστὶν ἡ εἰκών·
そこでメテュムナの人々は、これがどの神あるいは英雄の像であるかをピュティアに尋ねた。
ἡ δὲ αὐτοὺς σέβεσθαι Διόνυσον Φαλλῆνα ἐκέλευσεν.
すると彼女は、彼らにディオニュソス・パレンを崇めるよう命じた。
ἐπὶ τούτῳ οἱ Μηθυμναῖοι ξόανον μὲν τὸ ἐκ τῆς θαλάσσης παρὰ σφίσιν ἔχοντες καὶ θυσίαις καὶ εὐχαῖς τιμῶσι, χαλκοῦν δὲ ἀποπέμπουσιν ἐς Δελφούς.
これを受けてメテュムナの人々は、海から引き揚げられた木像を自分たちのもとに留めて生贄や祈りで崇める一方で、青銅製の複製をデルポイに送った。
§10.19.4τὰ δὲ ἐν τοῖς ἀετοῖς, ἔστιν Ἄρτεμις καὶ Λητὼ καὶ Ἀπόλλων καὶ Μοῦσαι δύσις τε Ἡλίου καὶ Διόνυσός τε καὶ αἱ γυναῖκες αἱ Θυιάδες.
ペディメントの中の装飾は、アルテミス、レト、アポロン、ムーサたち、日没のヘリオス、そしてディオニュソスとテュイアデスである。
τὰ μὲν δὴ πρῶτα αὐτῶν Ἀθηναῖος Πραξίας μαθητὴς Καλάμιδός ἐστιν ὁ ἐργασάμενος·
これらのうち、最初の部分はアテナイ人のプラクシアス(カラミスの弟子)が製作した。
χρόνου δὲ ὡς ὁ ναὸς ἐποιεῖτο ἐγγινομένου Πραξίαν μὲν ἔμελλεν ἀπάξειν τὸ χρεών, τὰ δὲ ὑπολειπόμενα τοῦ ἐν τοῖς ἀετοῖς κόσμου ἐποίησεν Ἀνδροσθένης, γένος μὲν καὶ οὗτος Ἀθηναῖος, μαθητὴς δὲ Εὐκάδμου.
しかし、神殿の建設が進むにつれて時間が経つうちに、プラクシアスを死の運命が連れ去ることになり、ペディメントの装飾の残りの部分はアンドロステネス(彼もまたアテナイ人であり、エウカドモスの弟子)が製作した。
ὅπλα δὲ ἐπὶ τῶν ἐπιστυλίων χρυσᾶ, Ἀθηναῖοι μὲν τὰς ἀσπίδας ἀπὸ τοῦ ἔργου τοῦ Μαραθῶνι ἀνέθεσαν, Αἰτωλοὶ δὲ τά τε ὄπισθεν καὶ τὰ ἐν ἀριστερᾷ Γαλατῶν δὴ ὅπλα·
また、梁の上の金色の武具については、アテナイ人がマラトンの戦いの戦利品から盾を奉納し、アイトリア人は背面と左側にある、ガラティア人の武具を奉納した。
σχῆμα δὲ αὐτῶν ἐστιν ἐγγυτάτω τῶν Περσικῶν γέρρων.
それらの形状は、ペルシア人のゲロンに極めて近い。
§10.19.5Γαλατῶν δὲ τῆς ἐς τὴν Ἑλλάδα ἐπιστρατείας ἔχει μέν τινα μνήμην καὶ ἡ ἐς τὸ βουλευτήριον ἡμῖν τὸ Ἀττικὸν συγγραφή·
ガラティア人のギリシア遠征については、アッティカの評議会堂に関する私の記述にもある程度の言及がある。
προάγειν δὲ ἐς τὸ σαφέστερον τὰ ἐς αὐτοὺς ἠθέλησα ἐν τῷ λόγῳ τῷ ἐς Δελφούς, ὅτι ἔργων τῶν ἐπὶ τοὺς βαρβάρους τὰ μέγιστα Ἕλλησιν ἐνταῦθα ἦν.
しかし、デルポイに関するこの記述の中で、彼らについてより明確に論じることを私は望んだ。 なぜなら、異民族に対するギリシア人の最大の偉業が、この場所で成し遂げられたからである。
ὑπερόριον μὲν οἱ Κελτοὶ στρατείαν πρώτην ὑπὸ ἡγεμόνι ἐποιήσαντο Καμβαύλῃ· προελθόντες δὲ ἄχρι τῆς Θρᾴκης τὸ πρόσω τῆς πορείας οὐκ ἀπεθάρσησαν, καταγνόντες αὑτῶν ὅτι ὀλίγοι τε ἦσαν καὶ οὐκ ἀξιόμαχοι κατʼ ἀριθμὸν Ἕλλησιν.
ケルト人が最初にカンバウレスという指導者のもとで国外遠征を行った際、彼らはトラキアまで進んだものの、それ以上先へと行軍する勇気を持てなかった。 彼らは、自分たちが少数であり、数においてギリシア人と対等に戦えるほどではないと自覚したからである。
§10.19.6ἐπεὶ δὲ καὶ δεύτερον ἐπιφέρειν ἐδόκει ὅπλα ἐπὶ τὴν ἄλλων— ἐνῆγον δὲ μάλιστα οἱ ὁμοῦ Καμβαύλῃ ἐκστρατεύσαντες ἅτε λῃστειῶν τε ἤδη γεγευμένοι καὶ ἁρπαγῆς καὶ κερδῶν ἐς ἔρωτα ἥκοντες—, πολὺς μὲν δὴ πεζός, οὐκ ἐλάχιστοι δὲ ἠθροίσθησαν καὶ ἐς τὸ ἱππικόν·
しかし、再び他国の土地に対して武器を向けることが決定されると、――特にカンバウレスと共に遠征した者たちが、すでに略奪や奪取を経験し、利得への執着を抱くようになっていたため、強く促したのであるが、――多数の歩兵が集まり、騎兵も非常に多く集まった。
ἐς μοίρας οὖν τρεῖς ἔνεμον οἱ ἡγεμόνες τὸν στρατόν, καὶ ἄλλος ἐξ αὐτῶν ἐπὶ ἄλλην ἐτέτακτο ἰέναι χώραν.
そこで指導者たちは軍勢を3つの部隊に分け、それぞれ別の地域へ進軍するように配備した。