§10.18.1τὸν δὲ ἵππον, ὃς ἐφεξῆς τῇ εἰκόνι ἐστὶ τοῦ Σάρδου, Ἀθηναῖος Καλλίας Λυσιμαχίδου πατρὸς ἀναθεῖναί φησιν ἰδίᾳ περιποιησάμενος ἀπὸ τοῦ πρὸς Πέρσας πολέμου χρήματα.
サールドスの像の次にある馬は、リシマキデスの子であるアテナイ人カリアスが、ペルシア人との戦争から個人として蓄えた資金によって奉納したと、碑文は伝えている。
Ἀχαιοὶ δὲ ἀνέθεσαν Ἀθηνᾶς ἄγαλμα πόλιν τῶν ἐν Αἰτωλίᾳ παραστησάμενοι πολιορκίᾳ·
また、アカイア人たちは、包囲攻撃によってアイトリアの都市の一つを降伏させ、アテナの像を奉納した。
τῇ πόλει δὲ ἣν εἷλον Φάνα τοὔνομα ἦν.
彼らが陥落させたその都市の名はファナであった。
γενέσθαι δὲ χρόνον φασὶν οὐκ ὀλίγον τῇ πολιορκίᾳ·
この包囲攻撃には少なからぬ時間がかかったと言われている。
καὶ ὡς ἀδυνάτως εἶχον ἑλεῖν τὴν πόλιν, θεωροὺς ἀποστέλλουσιν ἐς Δελφούς, καὶ αὐτοῖς ἀφίκετο μάντευμα·
そして、都市を陥落させることができないでいたので、彼らはデルポイへ使節を派遣し、彼らに神託が下った。
§10.18.2"
γῆς Πέλοπος ναέται καὶ Ἀχαιίδος, οἳ ποτὶ Πυθώ
ἤλθετε πευσόμενοι ὥς κε πτολίεθρον ἕλητε,
ἀλλʼ ἄγε δὴ φράζεσθε λάχος πόσον ἦμαρ ἕκαστον
λαῶν πινόντων ῥύεται πόλιν, ἡ δὲ πέπωκεν·
「ペロプスの地とアカイアの地に住む者たちよ、どのようにして都市を陥落させるべきか尋ねるためにピュトに来た者たちよ。 さあ、日々人々が飲む水のどれほど多くの分け前が都市を守っているか、そしてその都市がすでにどれほど飲んでしまったか、よく考えよ。
οὕτω γάρ κεν ἕλοιτε Φάναν πυργήρεα κώμην.
そうすれば、塔に囲まれた村ファナを陥落させることができるであろう。
" §10.18.3οὐ συνιέντες οὖν ὁποῖόν τι ἤθελεν ὁ χρησμὸς λέγειν, οἱ μὲν οἴκαδε ἀποπλεῖν ἐβουλεύοντο διαλύσαντες τὴν πολιορκίαν, οἱ δὲ ἐντὸς τοῦ τείχους οἵ τε ἄλλοι οὐδενὶ λόγῳ σφᾶς ἐνεποιοῦντο καὶ γυνὴ πρόεισιν ἐκ τοῦ τείχους ὕδωρ ἐκ τῆς ὑπὸ τῷ τείχει λαβεῖν πίδακος.
」それゆえ、彼らは神託が何を言わんとしているのか理解できず、一方では包囲を解いて故郷へ船で帰ることを相談していた。 他方で、城壁の内側の人々は彼らを全く意に介しておらず、一人の女性が城壁の下にある泉から水を得るために城壁から出てきた。
ἐπιδραμόντες δὲ ἐκ τοῦ στρατεύματος αἰχμάλωτόν τε τὴν γυναῖκα αἱροῦσι καὶ διδάσκονται παρʼ αὐτῆς οἱ Ἀχαιοὶ ὅτι τὸ ὀλίγον τὸ ἐκ τῆς πίδακος ὕδωρ, ὁπότε ἐφʼ ἑκάστης λάβοιεν τῆς νυκτός, διεμετροῦντο αὐτό, καὶ ἄλλο ἦν τοῖς ἔνδον ἀλέξημα οὐδὲν ἐς δίψαν.
軍勢の中から兵たちが駆け寄ってその女性を捕虜にし、アカイア人たちは彼女から次のことを知った。 すなわち、泉から出るわずかな水を、夜ごとに汲むたびに、城内の人々はそれを計り分けており、内側の人々にとって渇きに対する他の防備は全くないということである。
οὕτω δὴ συγχέαντες οἱ Ἀχαιοὶ τὴν πηγὴν τὸ πόλισμα αἱροῦσιν.
こうしてアカイア人たちは泉をかき乱し、その町を陥落させた。
§10.18.4Ῥόδιοι δὲ οἱ ἐν Λίνδῳ παρὰ ταύτην τὴν Ἀθηνᾶν τὸ ἄγαλμα ἔστησαν τοῦ Ἀπόλλωνος.
リンドスに住むロドス人たちは、このアテナの像の傍らに、アポロンの像を建てた。
ἀνέθεσαν δὲ καὶ Ἀβρακιῶται χαλκοῦν ὄνον, νυκτομαχίᾳ Μολοσσοὺς νικήσαντες.
また、アンブラキア人たちも、夜戦でモロッソス人たちを破り、青銅のロバを奉納した。
λόχον μέν σφισιν ἐν νυκτὶ οἱ Μολοσσοὶ παρεσκεύασαν·
モロッソス人たちは夜間に彼らに対する待ち伏せを準備していた。
ὄνου δέ, ὃς ἐλαυνόμενος ἐκ τοῦ ἀγροῦ τότε ἔτυχεν, ὄνον θήλειαν διώκοντος σὺν ὕβρει τε τῇ ἄλλῃ καὶ τραχύτητι τοῦ φθέγματος, ὡσαύτως δὲ καὶ τοῦ ἀνδρὸς ὃς τὸν ὄνον ἤλαυνε βοῶντος ἀσαφῆ τε καὶ ἄκοσμα, οὕτως οἵ τε ἐκ τῆς ἐνέδρας τῶν Μολοσσῶν ἐξανίστανται ταραχθέντες καὶ οἱ Ἀμβρακιῶται φωράσαντες τὰ ἐπὶ σφίσι βεβουλευμένα ἐπιχειροῦσιν ἐν τῇ νυκτί, καὶ ἐκράτησαν μάχῃ τῶν Μολοσσῶν.
しかし、ちょうどその時、畑から追われてきた一頭のロバが、いななき荒々しく牝のロバを追いかけ、同様にそのロバを追っていた男も、わけのわからない乱暴な大声をあげて叫んだため、モロッソス人の待ち伏せ部隊は混乱して起き上がり、アンブラキア人たちは自分たちに対して企てられていた計画に気づいて、夜のうちに攻撃を仕掛け、戦いでモロッソス人たちを破った。
§10.18.5Ὀρνεᾶται δὲ οἱ ἐν τῇ Ἀργολίδι πολέμῳ σφᾶς Σικυωνίων πιεζόντων τῷ Ἀπόλλωνι εὔξαντο, εἰ ἀπώσαιντο ἐκ τῆς πατρίδος τῶν Σικυωνίων τὸν στρατόν, πομπήν τε ἐν Δελφοῖς αὐτῷ στελεῖν ὁσημέραι καὶ ἱερεῖα θύσειν οἷα δὴ καὶ ὅσα ἀριθμόν.
アルゴリス地方のオルネアタイの人々は、シキュオン人たちに戦争で圧迫されていた際、もしシキュオン人の軍勢を自国から撃退できたなら、毎日デルポイでアポロンのための行列を執り行い、定められた種類と数の犠牲獣を捧げることを誓った。
νικῶσί τε δὴ μάχῃ τοὺς Σικυωνίους, καὶ ὥς σφισιν ἐφʼ ἡμέρας πάσης ἀποδιδοῦσι τὰ κατὰ τὴν εὐχὴν δαπάνη τε ἦν μεγάλη καὶ μείζων ἔτι τοῦ ἀναλώματος ἡ ταλαιπωρία, οὕτω δὴ σόφισμα εὑρίσκουσιν ἀναθεῖναι τῷ θεῷ θυσίαν τε καὶ πομπὴν χαλκᾶ ποιήματα.
そして彼らは戦いでシキュオン人たちを破ったが、毎日誓いを果たすにつれて、費用も莫大になり、その出費以上に労苦が大きくなったため、彼らは青銅の彫像として犠牲の儀式と行列を神に奉納するという計略を思いついた。
§10.18.6ἔστιν ἐνταῦθα καὶ ἄθλων τῶν Ἡρακλέους τὸ ἐς τὴν ὕδραν, ἀνάθημά τε ὁμοῦ Τισαγόρου καὶ τέχνη, σιδήρου καὶ ἡ ὕδρα καὶ ὁ Ἡρακλῆς.
そこにはヘラクレスの功業の一つであるヒュドラ退治を表したものもあり、これはティサゴラスの奉納物であると同時にその作品であって、ヒュドラもヘラクレスも鉄でできている。
σιδήρου δὲ ἐργασίαν τὴν ἐπὶ ἀγάλμασι χαλεπωτάτην καὶ πόνου συμβέβηκεν εἶναι πλείστου·
彫像における鉄の加工は極めて困難であり、最も多くの労力を要するものである。
θαύματος μὲν δὴ καὶ τοῦ Τισαγόρου τὸ ἔργον, ὅστις δὴ ὁ Τισαγόρας, θαύματος δὲ οὐκ ἐλαχίστου καὶ ἐν Περγάμῳ λέοντός τε καὶ ὑὸς ἀγρίου κεφαλαί, σιδήρου καὶ αὗται·
このティサゴラス(彼が誰であれ)の作品は確かに驚嘆に値するが、ペルガモンにあるライオンと野生の猪の頭部も同様に極めて驚嘆すべきものであり、これらも鉄製である。
Διονύσῳ δὲ ἀναθήματα σφᾶς ἐποιήσαντο.
これらはディオニュソスへの奉納物とされた。
§10.18.7Φωκέων δὲ οἱ ἔχοντες Ἐλάτειαν—ἀντέσχον γὰρ τῇ Κασσάνδρου πολιορκίᾳ Ὀλυμπιοδώρου σφίσιν ἐξ Ἀθηνῶν ἀμύνοντος—λέοντα τῷ Ἀπόλλωνι χαλκοῦν ἀποπέμπουσιν ἐς Δελφούς.
エラテイアを領有するフォキス人たちは――アテナイからオリンピオドロスが彼らを救援に来たため、彼らはカッサンドロスの包囲に耐え抜いたのであるが――青銅のライオンをデルポイのアポロンに送った。
ὁ δὲ Ἀπόλλων ὁ ἐγγυτάτω τοῦ λέοντος Μασσαλιωτῶν ἐστιν ἀπὸ τῆς πρὸς Καρχηδονίους ἀπαρχὴ ναυμαχίας.
そのライオンの最も近くにあるアポロンの像は、マッサリア人たちがカルタゴ人に対する海戦の初穂から奉納したものである。
πεποίηται δὲ ὑπὸ Αἰτωλῶν τρόπαιόν τε καὶ γυναικὸς ἄγαλμα ὡπλισμένης, ἡ Αἰτωλία δῆθεν·
また、アイトリア人によって戦勝記念碑と武装した女性の像(これはもちろんアイトリアを擬人化したものである)が作られている。
ταῦτα ἀνέθεσαν ἐπιθέντες οἱ Αἰτωλοὶ Γαλάταις δίκην ὠμότητος τῆς ἐς Καλλιέας.
アイトリア人たちは、カッリエアスに対するガラティア人の残虐行為への罰を彼らに科したのちに、これらを奉納した。
ἐπίχρυσος δὲ εἰκών, ἀνάθημα Γοργίου τοῦ ἐκ Λεοντίνων, αὐτὸς Γοργίας ἐστίν.
また、レオンティノイ出身のゴルギアスが奉納した金めっきの像は、ゴルギアス自身である。