Humanitext Reader

パウサニアス · ギリシア案内記 §10.17.7-10.17.13

サルディニアの山岳部族と風土および毒草

433 / 465 箇所 · ギリシア語

要旨

サルドーの山岳地に逃れたトロイア人の末裔や他島からの移住者、カルタゴの傭兵たちの反乱による定住を解説し、島の地勢、気候、独特な生態系(特に毒草とそれに伴う笑いの起源)について述べる。

§10.17.7ὕστερον μέντοι πολλοῖς ἔτεσιν οἱ Λίβυες ἐπεραιώθησάν τε αὖθις ἐς τὴν νῆσον στόλῳ μείζονι καὶ ἦρξαν ἐς τὸ Ἑλληνικὸν πολέμου.
しかし、多くの年月ののち、リビア人たちは再びより大きな船団でこの島に渡り、ギリシア人に対して戦争を開始した。
τὸ μὲν δὴ Ἑλληνικὸν ἐς ἅπαν ἐπέλαβε φθαρῆναι, ἢ ὀλίγον ἐγένετο ἐξ αὐτοῦ τὸ ὑπολειφθέν·
ギリシア人たちは完全に滅びるに至ったか、あるいは彼らのうち生き残ったものはごくわずかであった。
οἱ δὲ Τρῶες ἐς τῆς νήσου τὰ ὑψηλὰ ἀναφεύγουσι, καταλαβόντες δὲ ὄρη δύσβατα ὑπὸ σκολόπων τε καὶ κρημνῶν Ἰλιεῖς μὲν ὄνομα καὶ ἐς ἐμὲ ἔτι ἔχουσι, Λίβυσι μέντοι τὰς μορφὰς καὶ τῶν ὅπλων τὴν σκευὴν καὶ ἐς τὴν πᾶσαν δίαιταν ἐοίκασιν.
トロイア人たちは島の高地へと逃れ、杭や崖によって近づきがたい山々を占拠した。 彼らは私の時代にもなおイリエイスという名を持っているが、容姿や武具の備え、および全般的な生活様式においてはリビア人に似ている。
§10.17.8ἔστι δὲ νῆσος οὐ πολὺ ἀπέχουσα τῆς Σαρδοῦς, Κύρνος ὑπὸ Ἑλλήνων, ὑπὸ δὲ Λιβύων τῶν ἐνοικούντων καλουμένη Κορσική.
サルドーからあまり離れていないところに島があり、ギリシア人からはキュルノス、そこに住むリビア人からはコルシカと呼ばれている。
ἐκ ταύτης μοῖρα οὐκ ἐλαχίστη στάσει πιεσθεῖσα ἀφίκετο ἐς τὴν Σαρδώ, καὶ ᾤκησαν τῆς χώρας ἀποτεμόμενοι τῆς ἐν τοῖς ὄρεσιν·
この島から、内紛に追われた少なからぬ一派がサルドーに到着し、山岳地帯の土地を切り取って住み着いた。
ὑπὸ μέντοι τῶν ἐν τῇ Σαρδοῖ τῷ ὀνόματι ὀνομάζονται τῷ οἴκοθεν Κορσοί.
しかし彼らは、サルドーの人々からは彼らの故郷での名にちなんでコルソイと呼ばれている。
§10.17.9Καρχηδόνιοι δὲ ὅτε ναυτικῷ μάλιστα ἴσχυσαν, κατεστρέψαντο μὲν καὶ ἅπαντας τοὺς ἐν τῇ Σαρδοῖ πλὴν Ἰλιέων τε καὶ Κορσῶν—τούτοις δὲ μὴ ἐς δουλείαν ὑπαχθῆναι τὸ ἐχυρὸν ἤρκεσε τῶν ὀρῶν—, ᾤκισαν δὲ ἐν τῇ νήσῳ καὶ αὐτοὶ πόλιν οἱ Καρχηδόνιοι Κάραλίν τε καὶ Σύλκους.
カルタゴ人たちは、とりわけ海軍力において強大となったとき、イリエイスとコルソイを除くサルドーの全住民をも征服した。 後者にとっては、山の要害が隷属に屈しないために十分であった。 そしてカルタゴ人自身もこの島に都市、すなわちカラリスとスゥルクスを建設した。
τοῦ δὲ ἐπικουρικοῦ τῶν Καρχηδονίων Λίβυες ἢ Ἴβηρες ἐς ἀμφισβήτησιν λαφύρων ἀφικόμενοι καὶ ὡς εἶχον ὀργῆς ἀποστάντες ἐσῳκίσαντο ἐς τὰ ὑψηλὰ καὶ οὗτοι τῆς νήσου.
カルタゴ人の傭兵部隊のうち、リビア人やイベリア人たちが戦利品の分配をめぐって紛争に至り、激しい怒りのままに反乱を起こし、彼らもまたこの島の高地に移り住んだ。
Βαλαροὶ τὸ ὄνομά ἐστιν αὐτοῖς κατὰ γλῶσσαν τὴν Κυρνίων·
彼らの名はキュルノス人の言葉でバラロイである。
Βαλαροὺς γὰρ τοὺς φυγάδας καλοῦσιν οἱ Κύρνιοι.
というのも、キュルノス人は亡命者たちをバラロイと呼ぶからである。
§10.17.10γένη μὲν τοσαῦτα τὴν Σαρδὼ καὶ ἐσῳκισμένα οὕτω νέμεται, τῆς δὲ νήσου τὰ πρὸς τῆς ἄρκτου καὶ ἠπείρου τῆς κατὰ Ἰταλίαν ἐστὶν ὄρη δύσβατα τὰ πέρατα συνάπτοντα ἀλλήλοις·
これほど多くの民族がサルドーに、このように移住して住んでいる。 しかし、この島の北側、イタリアに面した本土に近い部分は、互いに端を連ねる近づきがたい山々である。
καὶ ἢν παραπλέῃς, ναυσὶν οὔτε ὅρμους παρέχεται κατὰ τοῦτο ἡ νῆσος πνεύματά τε ἄτακτα καὶ ἰσχυρὰ αἱ ἄκραι τῶν ὀρῶν καταπέμπουσιν ἐς τὴν θάλασσαν.
そして、そこを沿って航行すると、この辺りでは島は船に港を提供せず、山々の頂が不規則で強い風を海へと吹き降ろす。
§10.17.11ἔστι δὲ καὶ ἄλλα διὰ μέσης αὐτῆς ὄρη χθαμαλώτερα.
島の中央を抜けて、他にもより低い山々がある。
ὁ δὲ ἀὴρ ὁ ἐνταῦθα θολερός τε ὡς ἐπίπαν ἐστὶ καὶ νοσώδης·
そこの空気は一般的に濁っており、不健康である。
αἴτιοι δὲ οἵ τε ἅλες οἱ πηγνύμενοι καὶ ὁ νότος βαρὺς καὶ βίαιος ἐγκείμενος, οἱ ἄνεμοί τε οἱ ἀπὸ τῆς ἄρκτου διὰ τὸ ὑψηλὸν τῶν ὀρῶν τῶν πρὸς τῆς Ἰταλίας κωλύονται πνέοντες θέρους ὥρᾳ τόν τε ἀέρα τὸν ταύτῃ καὶ τὴν γῆν ἀναψύχειν.
その原因は、結晶化する塩と、重く激しく吹きつける南風であり、また、北からの風が、イタリア側にある山々の高さのために、夏の時期に吹いてこの地域の空気や土地を冷やすことを妨げられているからである。
οἱ δὲ τὴν Κύρνον σταδίους φασὶν οὐ πλέονας ἀπὸ τῆς Σαρδοῦς ἢ ὀκτὼ τῇ θαλάσσῃ διείργεσθαι, ὀρεινήν τε οὖσαν καὶ ἐς ὕψος διὰ πάσης ἀνήκουσαν·
人々は、キュルノス島がサルドー島から海によって八スタディオンより多くは離れておらず、山がちで全域にわたって高くそびえていると言う。
τὸν Ζέφυρον οὖν καὶ Βορέαν ὑπὸ τῆς Κύρνου κωλύεσθαι νομίζουσι μὴ καὶ ἄχρι τῆς Σαρδοῦς ἐξικνεῖσθαι.
それゆえ、ゼピュロスとボレアスは、キュルノスによって遮られてサルドーにまで達しないと考えられている。
§10.17.12ὄφεις δὲ οὔτε ἐπὶ συμφορᾷ τῇ ἀνθρώπων οὔτε ὅσον ἀνώλεθρον αὐτῶν, οὐδὲ οἱ λύκοι τρέφεσθαι πεφύκασιν.
人間に害をなす蛇も、無害な蛇も、また狼も、この島で育つ性質を持たない。
οἱ δὲ τράγοι μέγεθος μὲν τοὺς ἑτέρωθι οὐχ ὑπερβάλλουσιν, εἶδος δέ ἐστιν αὐτοῖς ὁποῖον ἐν πλαστικῇ τις ἂν τῇ Αἰγιναίᾳ ποιήσειεν ἀγρίου κριοῦ·
野羊は、大きさにおいては他の場所のものを超えないが、その姿は、アイギナの彫刻術で野生の牡羊を作ったかのようである。
τὰ μέντοι ἀμφὶ τὸ στῆθος δασύτερά ἐστιν αὐτοῖς ἢ ὡς πρὸς Αἰγιναίαν τέχνην εἰκάσαι·
しかし、胸の周りは、アイギナの技術と比較して想像するよりは毛深い。
κέρατα δὲ οὐ διεστηκότα ἀπὸ τῆς κεφαλῆς, ἀλλὰ ἐς εὐθὺ παρὰ τὰ ὦτα ἔχουσιν ἐληλιγμένα·
角は頭から離れて立っておらず、耳のそばに沿ってまっすぐ後ろへと巻いている。
ὠκύτητι δὲ ἅπαντα τὰ θηρία ὑπερήρκασι.
彼らは敏捷さにおいてあらゆる野生動物を領駕している。
§10.17.13πλὴν δὲ ἢ βοτάνης μιᾶς καθαρεύει καὶ ἀπὸ φαρμάκων ἡ νῆσος ὅσα ἐργάζεται θάνατον·
ただ一つの草を除けば、この島は死をもたらすようなあらゆる毒草から免れている。
ἡ πόα δὲ ἡ ὀλέθριος σελίνῳ μέν ἐστιν ἐμφερής, τοῖς φαγοῦσι δὲ γελῶσιν ἐπιγίνεσθαι τὴν τελευτὴν λέγουσιν.
その致命的な草はセリに似ており、それを食べた者たちには笑いながら死が訪れると言われている。
ἐπὶ τούτῳ δὲ Ὅμηρός τε καὶ οἱ ἔπειτα ἄνθρωποι τὸν ἐπὶ οὐδενὶ ὑγιεῖ Σαρδάνιον γέλωτα ὀνομάζουσι.
これに基づいて、ホメロスやその後の人々は、不健全な笑いをサルダニオスの笑いと呼んでいる。
φύεται δὲ μάλιστα ἡ πόα περὶ τὰς πηγάς, οὐ μέντοι μεταδίδωσί γε καὶ τῷ ὕδατι τοῦ ἰοῦ.
この草は主に泉の周辺に自生するが、その毒を水に分かち与えることはない。
τὸν μὲν δὴ περὶ τῆς Σαρδοῦς λόγον ἐπεισηγαγόμεθα ἐς τὴν Φωκίδα συγγραφήν, ὅτι οὐχ ἥκιστα καὶ ἐς ταύτην οἱ Ἕλληνες τὴν νῆσον ἀνηκόως εἶχον·
サルドーに関するこの記述をフォキスの叙述に挿入したのは、ギリシア人がとりわけこの島について不案内であったからである。

語釈・文法注

  1. §10.17.7τὸ μὲν δὴ Ἑλληνικὸν ἐς ἅπαν ἐπέλαβε φθαρῆναι — 自動詞的あるいは非人称的に用いられた動詞 `ἐπέλαβε`(`ἐπιλαμβάνω`「(事態が)襲う、支配する」)に不定詞 `φθαρῆναι`(`φθείρω` の受動過去不定詞)が続く構文。「ギリシア人たちに完全な破滅が及んだ」あるいは「彼らは完全に滅びるに至った」を意味する。
  2. §10.17.9ὡς εἶχον ὀργῆς — 接続詞 `ὡς` と動詞 `ἔχω` の過去形に性質や状態を示す属格 `ὀργῆς` が結合した慣用的な表現。「彼らが怒りの状態にあったままに」から「怒りに任せて、激怒して」を意味する。
  3. §10.17.11κωλύονται πνέοντες ... ἀναψύχειν — 主語(北からの風 `οἱ ἄνεμοι`)に対する受動態動詞 `κωλύονται`(妨げられている)に、分詞 `πνέοντες`(吹いて)と目的を表す不定詞 `ἀναψύχειν`(冷やすこと)が係っている。風が吹いて冷やすという一連の作用が妨げられているという構造を示す。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §10.17.7-10.17.13. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:10.17.7-10.17.13

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。