§10.18.1τὸν δὲ ἵππον, ὃς ἐφεξῆς τῇ εἰκόνι ἐστὶ τοῦ Σάρδου, Ἀθηναῖος Καλλίας Λυσιμαχίδου πατρὸς ἀναθεῖναί φησιν ἰδίᾳ περιποιησάμενος ἀπὸ τοῦ πρὸς Πέρσας πολέμου χρήματα.
在萨尔德斯雕像旁边的马,铭文记载是由阿提卡人、里西马基德斯之子卡里亚斯用他在对波斯战争中私下积累的资金奉纳的。
Ἀχαιοὶ δὲ ἀνέθεσαν Ἀθηνᾶς ἄγαλμα πόλιν τῶν ἐν Αἰτωλίᾳ παραστησάμενοι πολιορκίᾳ· τῇ πόλει δὲ ἣν εἷλον Φάνα τοὔνομα ἦν.
阿开亚人通过围攻服从了埃托利亚的一座城市,并奉纳了雅典娜的雕像;他们攻陷的那座城市名字叫法纳。
γενέσθαι δὲ χρόνον φασὶν οὐκ ὀλίγον τῇ πολιορκίᾳ· καὶ ὡς ἀδυνάτως εἶχον ἑλεῖν τὴν πόλιν, θεωροὺς ἀποστέλλουσιν ἐς Δελφούς, καὶ αὐτοῖς ἀφίκετο μάντευμα· §10.18.2"
γῆς Πέλοπος ναέται καὶ Ἀχαιίδος, οἳ ποτὶ Πυθώ
ἤλθετε πευσόμενοι ὥς κε πτολίεθρον ἕλητε,
ἀλλʼ ἄγε δὴ φράζεσθε λάχος πόσον ἦμαρ ἕκαστον
λαῶν πινόντων ῥύεται πόλιν, ἡ δὲ πέπωκεν· οὕτω γάρ κεν ἕλοιτε Φάναν πυργήρεα κώμην.
据说围城战持续了不短的时间;由于无法攻克城市,他们派遣使节前往德尔斐,并得到了神谕: “佩洛普斯之地和阿开亚的居民啊,你们来到皮托询问如何才能攻克那座城市,来吧,算一算每天人们饮用的水有多少份额在守护着城市,而城市已经饮用了多少;因为只有这样,你们才能攻克法纳这座被塔楼环绕的村落。
" §10.18.3οὐ συνιέντες οὖν ὁποῖόν τι ἤθελεν ὁ χρησμὸς λέγειν, οἱ μὲν οἴκαδε ἀποπλεῖν ἐβουλεύοντο διαλύσαντες τὴν πολιορκίαν, οἱ δὲ ἐντὸς τοῦ τείχους οἵ τε ἄλλοι οὐδενὶ λόγῳ σφᾶς ἐνεποιοῦντο καὶ γυνὴ πρόεισιν ἐκ τοῦ τείχους ὕδωρ ἐκ τῆς ὑπὸ τῷ τείχει λαβεῖν πίδακος.
” 因此,他们不理解神谕想要表达的意思,一方面计划解除包围并乘船回家;另一方面,城墙内的人完全不把他们放在眼里,一名妇女从城墙里走出来,去城墙下的泉水处取水。
ἐπιδραμόντες δὲ ἐκ τοῦ στρατεύματος αἰχμάλωτόν τε τὴν γυναῖκα αἱροῦσι καὶ διδάσκονται παρʼ αὐτῆς οἱ Ἀχαιοὶ ὅτι τὸ ὀλίγον τὸ ἐκ τῆς πίδακος ὕδωρ, ὁπότε ἐφʼ ἑκάστης λάβοιεν τῆς νυκτός, διεμετροῦντο αὐτό, καὶ ἄλλο ἦν τοῖς ἔνδον ἀλέξημα οὐδὲν ἐς δίψαν.
士兵们从军队中冲过去,将这名妇女俘虏,阿开亚人从她那里得知,每晚他们取用泉中仅存的少许水时,都会对其进行计量,而城内的人对干渴没有其他的防御手段。
οὕτω δὴ συγχέαντες οἱ Ἀχαιοὶ τὴν πηγὴν τὸ πόλισμα αἱροῦσιν.
于是,阿开亚人破坏了泉水,攻占了这座城镇。
§10.18.4Ῥόδιοι δὲ οἱ ἐν Λίνδῳ παρὰ ταύτην τὴν Ἀθηνᾶν τὸ ἄγαλμα ἔστησαν τοῦ Ἀπόλλωνος.
林多斯的罗得斯人在尊雅典娜像旁树立了阿波罗的雕像。
ἀνέθεσαν δὲ καὶ Ἀβρακιῶται χαλκοῦν ὄνον, νυκτομαχίᾳ Μολοσσοὺς νικήσαντες.
安布拉基亚人也奉纳了一头青铜公驴,因为他们在夜战中击败了莫罗索斯人。
λόχον μέν σφισιν ἐν νυκτὶ οἱ Μολοσσοὶ παρεσκεύασαν· ὄνου δέ, ὃς ἐλαυνόμενος ἐκ τοῦ ἀγροῦ τότε ἔτυχεν, ὄνον θήλειαν διώκοντος σὺν ὕβρει τε τῇ ἄλλῃ καὶ τραχύτητι τοῦ φθέγματος, ὡσαύτως δὲ καὶ τοῦ ἀνδρὸς ὃς τὸν ὄνον ἤλαυνε βοῶντος ἀσαφῆ τε καὶ ἄκοσμα, οὕτως οἵ τε ἐκ τῆς ἐνέδρας τῶν Μολοσσῶν ἐξανίστανται ταραχθέντες καὶ οἱ Ἀμβρακιῶται φωράσαντες τὰ ἐπὶ σφίσι βεβουλευμένα ἐπιχειροῦσιν ἐν τῇ νυκτί, καὶ ἐκράτησαν μάχῃ τῶν Μολοσσῶν.
莫罗索斯人曾在夜间为他们设下埋伏;但当时刚好有一头从田里赶来的公驴,因发情并发出粗厉的叫声追逐一头母驴,同样地赶驴的男人也发出了模糊且无秩序的大喊,结果莫罗索斯伏击圈里的人在混乱中站了起来,而安布拉基亚人察觉到了针对他们的阴谋,在夜间发起进攻,并在战斗中击败了莫罗索斯人。
§10.18.5Ὀρνεᾶται δὲ οἱ ἐν τῇ Ἀργολίδι πολέμῳ σφᾶς Σικυωνίων πιεζόντων τῷ Ἀπόλλωνι εὔξαντο, εἰ ἀπώσαιντο ἐκ τῆς πατρίδος τῶν Σικυωνίων τὸν στρατόν, πομπήν τε ἐν Δελφοῖς αὐτῷ στελεῖν ὁσημέραι καὶ ἱερεῖα θύσειν οἷα δὴ καὶ ὅσα ἀριθμόν.
阿尔戈利斯地方的奥尔内阿泰人在受到西库翁人战争压迫时,向阿波罗许愿,如果能将西库翁人的军队从祖国驱逐出去,他们将每天在德尔斐为他举行游行,并献祭规定种类和数量的祭品。
νικῶσί τε δὴ μάχῃ τοὺς Σικυωνίους, καὶ ὥς σφισιν ἐφʼ ἡμέρας πάσης ἀποδιδοῦσι τὰ κατὰ τὴν εὐχὴν δαπάνη τε ἦν μεγάλη καὶ μείζων ἔτι τοῦ ἀναλώματος ἡ ταλαιπωρία, οὕτω δὴ σόφισμα εὑρίσκουσιν ἀναθεῖναι τῷ θεῷ θυσίαν τε καὶ πομπὴν χαλκᾶ ποιήματα.
他们确实在战斗中击败了西库翁人,但随着他们每天履行誓言,费用变得极其高昂,且劳苦甚至超过了开销;于是,他们想出了一个策略,将祭祀和游行作为青铜制品奉纳给神。
§10.18.6ἔστιν ἐνταῦθα καὶ ἄθλων τῶν Ἡρακλέους τὸ ἐς τὴν ὕδραν, ἀνάθημά τε ὁμοῦ Τισαγόρου καὶ τέχνη, σιδήρου καὶ ἡ ὕδρα καὶ ὁ Ἡρακλῆς.
这里还有赫拉克勒斯消灭许德拉的功绩,这既是蒂萨戈拉斯的奉纳物,也是他的作品,许德拉和赫拉克勒斯都是铁制的。
σιδήρου δὲ ἐργασίαν τὴν ἐπὶ ἀγάλμασι χαλεπωτάτην καὶ πόνου συμβέβηκεν εἶναι πλείστου· θαύματος μὲν δὴ καὶ τοῦ Τισαγόρου τὸ ἔργον, ὅστις δὴ ὁ Τισαγόρας, θαύματος δὲ οὐκ ἐλαχίστου καὶ ἐν Περγάμῳ λέοντός τε καὶ ὑὸς ἀγρίου κεφαλαί, σιδήρου καὶ αὗται· Διονύσῳ δὲ ἀναθήματα σφᾶς ἐποιήσαντο.
用铁制作雕像极其困难,且需要耗费极大的劳力;这位蒂萨戈拉斯(无论他是谁)的作品确实令人赞叹,而在佩尔加蒙的狮子和野猪的头部也同样令人惊叹,它们也是铁制的;他们将这些作为奉纳物送给了狄奥尼索斯。
§10.18.7Φωκέων δὲ οἱ ἔχοντες Ἐλάτειαν—ἀντέσχον γὰρ τῇ Κασσάνδρου πολιορκίᾳ Ὀλυμπιοδώρου σφίσιν ἐξ Ἀθηνῶν ἀμύνοντος—λέοντα τῷ Ἀπόλλωνι χαλκοῦν ἀποπέμπουσιν ἐς Δελφούς.
占领埃拉泰亚的福基斯人——因为当奥林匹奥多罗斯从雅典前来救援他们时,他们抵挡住了卡桑德罗斯的包围——向德尔斐的阿波罗送去了一只青铜狮子。
ὁ δὲ Ἀπόλλων ὁ ἐγγυτάτω τοῦ λέοντος Μασσαλιωτῶν ἐστιν ἀπὸ τῆς πρὸς Καρχηδονίους ἀπαρχὴ ναυμαχίας.
最靠近狮子的阿波罗像是马萨利亚人从对抗迦太基人的海战战利品中奉纳的。
πεποίηται δὲ ὑπὸ Αἰτωλῶν τρόπαιόν τε καὶ γυναικὸς ἄγαλμα ὡπλισμένης, ἡ Αἰτωλία δῆθεν· ταῦτα ἀνέθεσαν ἐπιθέντες οἱ Αἰτωλοὶ Γαλάταις δίκην ὠμότητος τῆς ἐς Καλλιέας.
艾托利亚人制作了一座战胜纪念碑和一座武装女性的雕像(这显然代表艾托利亚);艾托利亚人是在因加拉提亚人对卡列亚斯人的残暴行为而惩罚了他们之后,奉纳了这些。
ἐπίχρυσος δὲ εἰκών, ἀνάθημα Γοργίου τοῦ ἐκ Λεοντίνων, αὐτὸς Γοργίας ἐστίν.
而那尊镀金的雕像,即雷翁蒂诺伊的戈尔吉亚斯的奉纳物,就是戈尔吉亚斯本人。