§10.17.1βαρβάρων δὲ τῶν πρὸς τῇ ἑσπέρᾳ οἱ ἔχοντες Σαρδώ, εἰκόνα οὗτοι χαλκῆν τοῦ ἐπωνύμου σφίσιν ἀπέστειλαν.
西方の蛮族のうちでサルドーを占有している者たちは、自分たちの名祖のブロンズ像を送った。
ἡ δὲ Σαρδὼ μέγεθος μὲν καὶ εὐδαιμονίαν ἐστὶν ὁμοία ταῖς μάλιστα ἐπαινουμέναις·
サルドーは大きさと繁栄において、最も称賛されている島々と同様である。
ὄνομα δὲ αὐτῇ τὸ ἀρχαῖον ὅ τι μὲν ὑπὸ τῶν ἐπιχωρίων ἐγένετο οὐκ οἶδα, Ἑλλήνων δὲ οἱ κατʼ ἐμπορίαν ἐσπλέοντες Ἰχνοῦσσαν ἐκάλεσαν, ὅτι τὸ σχῆμα τῇ νήσῳ κατʼ ἴχνος μάλιστά ἐστιν ἀνθρώπου.
その古代の名称で、現地の人々によって付けられたものが何であったかは私は知らないが、交易のために航行してきたギリシア人たちは、その島の形状が人間の足跡に非常によく似ていることから、これをイクヌサと呼んだ。
μῆκος δὲ αὐτῆς εἴκοσι στάδιοι καὶ ἑκατόν εἰσι καὶ χίλιοι, εὖρος δὲ ἐς εἴκοσί τε καὶ τετρακοσίους προήκει.
その長さは千百二十スタディオンであり、幅は四百二十スタディオンに達する。
§10.17.2πρῶτοι δὲ διαβῆναι λέγονται ναυσὶν ἐς τὴν νῆσον Λίβυες·
最初に船でこの島に渡ったと言われるのはリビア人である。
ἡγεμὼν δὲ τοῖς Λίβυσιν ἦν Σάρδος ὁ Μακήριδος, Ἡρακλέους δὲ ἐπονομασθέντος ὑπὸ Αἰγυπτίων τε καὶ Λιβύων.
リビア人たちの指導者はマケリスの子サルドスであり、マケリスとはエジプト人やリビア人によってヘラクレスと呼ばれた人物である。
Μακήριδι μὲν δὴ αὐτῷ τὰ ἐπιφανέστατα ὁδὸς ἐγένετο ἡ ἐς Δελφούς·
マケリス自身にとっては、最も有名な出来事はデルポイへの旅であった。
Σάρδῳ δὲ ἡγεμονία τε ὑπῆρξε τῶν Λιβύων ἡ ἐς τὴν Ἰχνοῦσσαν καὶ τὸ ὄνομα ἀπὸ τοῦ Σάρδου τούτου μετέβαλεν ἡ νῆσος.
一方、サルドスにとってはリビア人を率いてイクヌサへと向かう指導権があり、島はこのサルドスにちなんでその名を変えた。
οὐ μέντοι τούς γε αὐτόχθονας ἐξέβαλεν ὁ τῶν Λιβύων στόλος, σύνοικοι δὲ ὑπʼ αὐτῶν οἱ ἐπελθόντες ἀνάγκῃ μᾶλλον ἢ ὑπὸ εὐνοίας ἐδέχθησαν.
しかしながら、リビア人の船団は先住民たちを追い出したわけではなく、同居人として、渡来した人々は好意からというよりはむしろやむを得ず彼らに受け入れられた。
καὶ πόλεις μὲν οὔτε οἱ Λίβυες οὔτε τὸ γένος τὸ ἐγχώριον ἠπίσταντο ποιήσασθαι·
そしてリビア人も現地の民族も都市を建設することを知らなかった。
σποράδες δὲ ἐν καλύβαις τε καὶ σπηλαίοις, ὡς ἕκαστοι τύχοιεν, ᾤκησαν.
彼らは小屋や洞窟の中に、各自がたまたま得た場所で、散在して住んだ。
§10.17.3ἔτεσι δὲ ὕστερον μετὰ τοὺς Λίβυας ἀφίκοντο ἐκ τῆς Ἑλλάδος ἐς τὴν νῆσον οἱ μετʼ Ἀρισταίου.
リビア人たちののち何年かして、ギリシアからアリスタイオスと共に来た人々がこの島に到着した。
παῖδα δὲ λέγουσιν Ἀρισταῖον Ἀπόλλωνός τε εἶναι καὶ Κυρήνης·
アリスタイオスはアポロンとキュレネの子であると言われている。
ἐπὶ δὲ τοῦ Ἀκταίωνος περισσῶς ἀλγήσαντα τῇ συμφορᾷ καὶ Βοιωτίᾳ τε καὶ πάσῃ τῇ Ἑλλάδι κατὰ ταὐτὰ ἀχθόμενον, οὕτως ἐς τὴν Σαρδὼ μετοικῆσαί φασιν αὐτόν.
彼はアクタイオンの不運に過度なまでに心を痛め、ボイオティアに対しても、またギリシア全体に対しても、同様に嫌気がさしたため、このようにしてサルドーへ移住したのだと人々は言っている。
§10.17.4οἱ δὲ καὶ Δαίδαλον ἀποδρᾶναι τηνικαῦτα †καὶ οἴκου διὰ τὴν ἐπιστρατείαν τὴν Κρητῶν καὶ ἀποικίας ἐς τὴν Σαρδὼ μετασχεῖν τῷ Ἀρισταίῳ νομίζουσιν·
また、ダイダロスもその時、クレタ人の遠征のために逃亡し、アリスタイオスとともにサルドーへの植民に参加したと考える人々もいる。
ἔχοι δʼ ἂν λόγον οὐδένα Αὐτονόῃ τῇ Κάδμου συνοικήσαντι τῷ Ἀρισταίῳ Δαίδαλον ἢ ἀποικίας ἢ ἄλλου τινὸς μετεσχηκέναι, ὃς ἡλικίαν κατὰ Οἰδίποδα ἦν βασιλεύοντα ἐν Θήβαις.
しかし、カドモスの娘アウトノエと結婚したアリスタイオスと、ダイダロスが、植民であれ他のいかなることであれ行動を共にしたということは、まったく理にかなわない。 というのも、彼(ダイダロス)はオイディプスがテーバイで王であった時代と同時代の人であったからである。
πόλιν δʼ οὖν οἰκίζουσιν οὐδεμίαν οὐδʼ οὗτοι, ὅτι ἀριθμῷ τε καὶ ἰσχύι ἐλάσσονες ἐμοὶ δοκεῖν ἢ κατὰ πόλεως ἦσαν οἰκισμόν.
いずれにせよ、彼らもまたいかなる都市をも建設しなかった。 私の思うに、彼らは数においても力においても、都市を建設する規模よりは少なかったからである。
§10.17.5μετὰ δὲ Ἀρισταῖον Ἴβηρες ἐς τὴν Σαρδὼ διαβαίνουσιν ὑπὸ ἡγεμόνι τοῦ στόλου Νώρακι, καὶ ᾠκίσθη Νώρα πόλις ὑπὸ αὐτῶν·
アリスタイオスののち、イベリア人たちが船団の指導者ノラクスの下でサルドーに渡り、彼らによってノーラという都市が建設された。
ταύτην πρώτην γενέσθαι πόλιν μνημονεύουσιν ἐν τῇ νήσῳ, παῖδα δὲ Ἐρυθείας τε τῆς Γηρυόνου καὶ Ἑρμοῦ λέγουσιν εἶναι τὸν Νώρακα.
彼らは、これが島で最初の都市となったと記録している。 そしてノラクスは、ゲリュオンの娘エリテイアとヘルメスの子であると言われている。
τετάρτη δὲ μοῖρα Ἰολάου Θεσπιέων τε καὶ ἐκ τῆς Ἀττικῆς στρατιὰ κατῆρεν ἐς Σαρδώ, καὶ Ὀλβίαν μὲν πόλιν οἰκίζουσιν, ἰδίᾳ δὲ Ὀγρύλην οἱ Ἀθηναῖοι διασώζοντες τῶν δήμων τῶν οἴκοι τινὸς τὸ ὄνομα·
4番目の部隊として、イオラオス率いるテスピアイ人たち、およびアッティカからの軍勢がサルドーに上陸した。 そして彼らはオルビアという都市を建設し、他方、アテナイ人たちは個別にオグリュレという地名を名付けた。 これは本国のデモスのひとつの名前を保存したものである。
ἢ καὶ αὐτὸς τοῦ στόλου μετεῖχεν Ὀγρύλος.
あるいは、オグリュロス自身が船団に加わっていたのかもしれない。
ἔστι δʼ οὖν καὶ κατʼ ἐμὲ ἔτι χωρία τε Ἰολάια ἐν τῇ Σαρδοῖ καὶ Ἰόλαος παρὰ τῶν οἰκητόρων ἔχει τιμάς.
いずれにせよ、私の時代にもなおサルドーには「イオラオスの地」と呼ばれる場所があり、イオラオスは住民たちから崇拝を受けている。
§10.17.6Ἰλίου δὲ ἁλισκομένης ἄλλοι τε ἐκφεύγουσι τῶν Τρώων καὶ οἱ ἀποσωθέντες μετὰ Αἰνείου·
イリオスが陥落したとき、トロイア人の他の者たち、およびアイネイアスとともに救われた者たちが逃亡した。
τούτων μοῖρα ἀπενεχθεῖσα ὑπὸ ἀνέμων ἐς Σαρδὼ ἀνεμίχθησαν τοῖς προενοικοῦσιν Ἕλλησι.
彼らのうちの一部が風によってサルドーに流され、先に定住していたギリシア人たちと混じり合った。
καταστῆναι δὲ ἐς μάχην τῷ Ἑλληνικῷ καὶ τοῖς Τρωσὶν ἐκώλυσε τοὺς βαρβάρους·
しかし、蛮族がギリシア人やトロイア人と戦闘に及ぶのを妨げた。
παρασκευῇ τε γὰρ ἴσοι τῇ ἁπάσῃ τὰ ἐς πόλεμον ἦσαν καὶ ὁ Θόρσος ποταμὸς διὰ μέσου σφίσι ῥέων τῆς χώρας ἐπʼ ἴσης καὶ ἀμφοτέροις διαβαίνειν παρεῖχε δέος.
というのも、彼らは戦争に関するあらゆる軍備において同等であったし、また、彼らの領土の真ん中を流れるトルソス川が、双方に同様に渡河することへの恐れを抱かせたからである。