Humanitext Reader

保萨尼亚斯 · 希腊志 §10.17.7-10.17.13

萨丁尼亚的山区部族与风土毒草

第 433 段,共 465 段 · 希腊语

内容简介

叙述了逃往萨丁尼亚山区的特洛伊人后裔、外来移民以及起义的迦太基雇佣军在岛上的定居情况,并介绍了该岛地形、气候及独特的生态特征(尤其是致命毒草与“萨丁尼亚式微笑”的起源)。

§10.17.7ὕστερον μέντοι πολλοῖς ἔτεσιν οἱ Λίβυες ἐπεραιώθησάν τε αὖθις ἐς τὴν νῆσον στόλῳ μείζονι καὶ ἦρξαν ἐς τὸ Ἑλληνικὸν πολέμου.
然而,许多年以后,利比亚人再次率领更庞大的船队渡海来到该岛,并对希腊人发动了战争。
τὸ μὲν δὴ Ἑλληνικὸν ἐς ἅπαν ἐπέλαβε φθαρῆναι, ἢ ὀλίγον ἐγένετο ἐξ αὐτοῦ τὸ ὑπολειφθέν· οἱ δὲ Τρῶες ἐς τῆς νήσου τὰ ὑψηλὰ ἀναφεύγουσι, καταλαβόντες δὲ ὄρη δύσβατα ὑπὸ σκολόπων τε καὶ κρημνῶν Ἰλιεῖς μὲν ὄνομα καὶ ἐς ἐμὲ ἔτι ἔχουσι, Λίβυσι μέντοι τὰς μορφὰς καὶ τῶν ὅπλων τὴν σκευὴν καὶ ἐς τὴν πᾶσαν δίαιταν ἐοίκασιν.
希腊人几乎被彻底毁灭,或者其中留存下来的只占极少数;而特洛伊人则逃往该岛的高地,占领了因陡峭的岩石和悬崖而难以接近的山区。 直至我的时代,他们依然保留着伊利翁人的名字,但在容貌、武器装备以及整个生活方式上,他们都与利比亚人相似。
§10.17.8ἔστι δὲ νῆσος οὐ πολὺ ἀπέχουσα τῆς Σαρδοῦς, Κύρνος ὑπὸ Ἑλλήνων, ὑπὸ δὲ Λιβύων τῶν ἐνοικούντων καλουμένη Κορσική.
有一座距离萨丁尼亚不远导屿,被希腊人称为屈尔诺斯,而被居住在那里的利比亚人称为科西嘉。
ἐκ ταύτης μοῖρα οὐκ ἐλαχίστη στάσει πιεσθεῖσα ἀφίκετο ἐς τὴν Σαρδώ, καὶ ᾤκησαν τῆς χώρας ἀποτεμόμενοι τῆς ἐν τοῖς ὄρεσιν· ὑπὸ μέντοι τῶν ἐν τῇ Σαρδοῖ τῷ ὀνόματι ὀνομάζονται τῷ οἴκοθεν Κορσοί.
从该岛流亡出来的一支因内讧而被迫离开的相当大的派系来到了萨丁尼亚,并在山岳中划出了一片土地居住;然而,萨丁尼亚的人们根据他们故乡的名字称他们为科西人。
§10.17.9Καρχηδόνιοι δὲ ὅτε ναυτικῷ μάλιστα ἴσχυσαν, κατεστρέψαντο μὲν καὶ ἅπαντας τοὺς ἐν τῇ Σαρδοῖ πλὴν Ἰλιέων τε καὶ Κορσῶν—τούτοις δὲ μὴ ἐς δουλείαν ὑπαχθῆναι τὸ ἐχυρὸν ἤρκεσε τῶν ὀρῶν—, ᾤκισαν δὲ ἐν τῇ νήσῳ καὶ αὐτοὶ πόλιν οἱ Καρχηδόνιοι Κάραλίν τε καὶ Σύλκους.
当迦太基人海军力量达到最强盛时,他们征服了萨丁尼亚除了伊利翁人和科西人之外的所有人——对这些人来说,山岳的险要足以使他们免于沦为奴隶——迦太基人自己也在该岛建立了城市,即卡拉利斯和苏尔克斯。
τοῦ δὲ ἐπικουρικοῦ τῶν Καρχηδονίων Λίβυες ἢ Ἴβηρες ἐς ἀμφισβήτησιν λαφύρων ἀφικόμενοι καὶ ὡς εἶχον ὀργῆς ἀποστάντες ἐσῳκίσαντο ἐς τὰ ὑψηλὰ καὶ οὗτοι τῆς νήσου.
但是在迦太基人的雇佣军中,利比亚人或伊比利亚人因分赃问题产生争执,并在愤怒之下发动叛乱,这些人也移居到了该岛的高地上。
Βαλαροὶ τὸ ὄνομά ἐστιν αὐτοῖς κατὰ γλῶσσαν τὴν Κυρνίων· Βαλαροὺς γὰρ τοὺς φυγάδας καλοῦσιν οἱ Κύρνιοι.
在屈尔诺斯人的语言中,他们的名字是巴拉里人;因为屈尔诺斯人将流亡者称为“巴拉里”。
§10.17.10γένη μὲν τοσαῦτα τὴν Σαρδὼ καὶ ἐσῳκισμένα οὕτω νέμεται, τῆς δὲ νήσου τὰ πρὸς τῆς ἄρκτου καὶ ἠπείρου τῆς κατὰ Ἰταλίαν ἐστὶν ὄρη δύσβατα τὰ πέρατα συνάπτοντα ἀλλήλοις· καὶ ἢν παραπλέῃς, ναυσὶν οὔτε ὅρμους παρέχεται κατὰ τοῦτο ἡ νῆσος πνεύματά τε ἄτακτα καὶ ἰσχυρὰ αἱ ἄκραι τῶν ὀρῶν καταπέμπουσιν ἐς τὴν θάλασσαν.
如此多的种族以这种方式移居并分布在萨丁尼亚。 但该岛朝北且靠近意大利对岸大陆的部分是险峻的山脉,其边缘彼此相连;如果你沿此航行,该岛在这一带无法为船只提供港湾,且山顶会将无规律且强烈的风吹向下方的海洋。
§10.17.11ἔστι δὲ καὶ ἄλλα διὰ μέσης αὐτῆς ὄρη χθαμαλώτερα.
在岛的中央还有其他较低的山脉。
ὁ δὲ ἀὴρ ὁ ἐνταῦθα θολερός τε ὡς ἐπίπαν ἐστὶ καὶ νοσώδης· αἴτιοι δὲ οἵ τε ἅλες οἱ πηγνύμενοι καὶ ὁ νότος βαρὺς καὶ βίαιος ἐγκείμενος, οἱ ἄνεμοί τε οἱ ἀπὸ τῆς ἄρκτου διὰ τὸ ὑψηλὸν τῶν ὀρῶν τῶν πρὸς τῆς Ἰταλίας κωλύονται πνέοντες θέρους ὥρᾳ τόν τε ἀέρα τὸν ταύτῃ καὶ τὴν γῆν ἀναψύχειν.
这里的空气通常混浊且不健康;其原因在于结晶的盐分以及沉重且猛烈的南风,而由于靠近意大利一侧的山势高耸,来自北方的风在夏季被阻挡,无法吹拂并冷却该地区的空气和土地。
οἱ δὲ τὴν Κύρνον σταδίους φασὶν οὐ πλέονας ἀπὸ τῆς Σαρδοῦς ἢ ὀκτὼ τῇ θαλάσσῃ διείργεσθαι, ὀρεινήν τε οὖσαν καὶ ἐς ὕψος διὰ πάσης ἀνήκουσαν· τὸν Ζέφυρον οὖν καὶ Βορέαν ὑπὸ τῆς Κύρνου κωλύεσθαι νομίζουσι μὴ καὶ ἄχρι τῆς Σαρδοῦς ἐξικνεῖσθαι.
人们说,屈尔诺斯岛与萨丁尼亚岛之间隔海相望,距离不超过八斯塔德,该岛多山且全境高耸;因此,他们认为西风和北风被屈尔诺斯岛阻挡,无法到达萨丁尼亚。
§10.17.12ὄφεις δὲ οὔτε ἐπὶ συμφορᾷ τῇ ἀνθρώπων οὔτε ὅσον ἀνώλεθρον αὐτῶν, οὐδὲ οἱ λύκοι τρέφεσθαι πεφύκασιν.
无论是对人类有害的蛇,还是无害的蛇,亦或是狼,在此岛上都无法自然生存。
οἱ δὲ τράγοι μέγεθος μὲν τοὺς ἑτέρωθι οὐχ ὑπερβάλλουσιν, εἶδος δέ ἐστιν αὐτοῖς ὁποῖον ἐν πλαστικῇ τις ἂν τῇ Αἰγιναίᾳ ποιήσειεν ἀγρίου κριοῦ· τὰ μέντοι ἀμφὶ τὸ στῆθος δασύτερά ἐστιν αὐτοῖς ἢ ὡς πρὸς Αἰγιναίαν τέχνην εἰκάσαι· κέρατα δὲ οὐ διεστηκότα ἀπὸ τῆς κεφαλῆς, ἀλλὰ ἐς εὐθὺ παρὰ τὰ ὦτα ἔχουσιν ἐληλιγμένα· ὠκύτητι δὲ ἅπαντα τὰ θηρία ὑπερήρκασι.
野山羊在体型上并不超过其他地方的同类,但它们的外貌就像人们用埃伊纳式雕刻术所塑造的野公羊一样;然而,它们胸部周围的毛发比人们对照埃伊纳艺术所能想象的更为浓密;它们的角并不离开头部竖立,而是沿着耳朵笔直地向后盘绕;在速度上,它们超越了所有其他野兽。
§10.17.13πλὴν δὲ ἢ βοτάνης μιᾶς καθαρεύει καὶ ἀπὸ φαρμάκων ἡ νῆσος ὅσα ἐργάζεται θάνατον· ἡ πόα δὲ ἡ ὀλέθριος σελίνῳ μέν ἐστιν ἐμφερής, τοῖς φαγοῦσι δὲ γελῶσιν ἐπιγίνεσθαι τὴν τελευτὴν λέγουσιν.
除了仅有的一种草药外,该岛不生长任何致人死亡的毒草;这种致命的草与芹菜相似,据说吃下它的人会在笑声中死去。
ἐπὶ τούτῳ δὲ Ὅμηρός τε καὶ οἱ ἔπειτα ἄνθρωποι τὸν ἐπὶ οὐδενὶ ὑγιεῖ Σαρδάνιον γέλωτα ὀνομάζουσι.
因此,荷马以及后世的人们将那种毫无健康可言的笑称为“萨丁尼亚式的笑”。
φύεται δὲ μάλιστα ἡ πόα περὶ τὰς πηγάς, οὐ μέντοι μεταδίδωσί γε καὶ τῷ ὕδατι τοῦ ἰοῦ.
这种草主要生长在泉水周围,但它并不把毒素传给泉水。
τὸν μὲν δὴ περὶ τῆς Σαρδοῦς λόγον ἐπεισηγαγόμεθα ἐς τὴν Φωκίδα συγγραφήν, ὅτι οὐχ ἥκιστα καὶ ἐς ταύτην οἱ Ἕλληνες τὴν νῆσον ἀνηκόως εἶχον·
我们之所以将关于萨丁尼亚的叙述引入这篇关于福基斯的记载中,是因为希腊人对这个岛屿的了解最少。

词汇与语法注释

  1. §10.17.7τὸ μὲν δὴ Ἑλληνικὸν ἐς ἅπαν ἐπέλαβε φθαρῆναι — 动词 `ἐπέλαβε`(`ἐπιλαμβάνω`,“[事态]袭来、支配”)在此处作不及物或无人称动词使用,后接被动不定过去时不定式 `φθαρῆναι`(`φθείρω`),意为“希腊人陷入了彻底的毁灭之中”。
  2. §10.17.9ὡς εἶχον ὀργῆς — 这是一个由连词 `ὡς`、动词 `ἔχω` 的过去时(`εἶχον`)以及表示状态或性质的属格 `ὀργῆς` 结合而成的惯用表达,意为“在他们处于愤怒的状态下”或“一怒之下”。
  3. §10.17.11κωλύονται πνέοντες ... ἀναψύχειν — 被动语态动词 `κωλύονται`(“被阻挡”)的主语是“北风”(`οἱ ἄνεμοι`),其后修饰有分词 `πνέοντες`(“吹拂”)和表示目的的不定式 `ἀναψύχειν`(“冷却”)。这一结构表示风吹拂并冷却该地区的作用受到了阻碍。

引用这一段

保萨尼亚斯, 希腊志 §10.17.7-10.17.13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:10.17.7-10.17.13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。