§10.15.1Φρύνης δὲ εἰκόνα ἐπίχρυσον Πραξιτέλης μὲν εἰργάσατο ἐραστὴς καὶ οὗτος, ἀνάθημα δὲ αὐτῆς Φρύνης ἐστὶν ἡ εἰκών.
フリュネの金箔を貼った肖像は、彼女の愛人の一人でもあったプラクシテレスが制作したものであり、この像はフリュネ自身の献納物である。
τὰ δὲ ἐφεξῆς ταύτῃ, τὰ μὲν ἀγάλματα τοῦ Ἀπόλλωνος Ἐπιδαύριοι τὸ ἕτερον οἱ ἐν τῇ Ἀργολίδι ἀπὸ Μήδων, τὸ δὲ αὐτῶν Μεγαρεῖς ἀνέθεσαν Ἀθηναίους μάχῃ πρὸς Νισαίᾳ κρατήσαντες·
これに隣接するものとしては、まずアポロンの像があり、その一方はアルゴリス地方のエピダウロス人たちがペルシア軍から得た戦利品によって、他方はメガラ人たちがニサイア付近での戦いでアテナイ人たちに勝利した後に、それぞれ献納した。
Πλαταιέων δὲ βοῦς ἐστιν, ἡνίκα ἐν τῇ σφετέρᾳ καὶ οὗτοι Μαρδόνιον τὸν Γωβρύου μετὰ Ἑλλήνων ἠμύναντο ἄλλων.
また、プラタイア人たちの牡牛の像は、彼らもまた自国において、他のギリシア人たちとともにゴブリュアスの子マルドニオスを撃退した時のものである。
καὶ αὖθις δύο Ἀπόλλωνος, τὸ μὲν Ἡρακλεωτῶν τῶν πρὸς τῷ Εὐξείνῳ, τὸ δὲ Ἀμφικτυόνων ἐστίν, ὅτε Φωκεῦσιν ἐπεργαζομένοις τοῦ θεοῦ τὴν χώραν ἐπέβαλον χρημάτων ζημίαν·
さらに、再び二つのアポロン像があり、一つは黒海沿いのヘラクレアの人々のものであり、もう一つは、フォキス人たちが神の土地を不法に耕作した際に罰金を課したアンピクテュオンたちのものである。
§10.15.2ὁ δὲ Ἀπόλλων οὗτος καλεῖται μὲν ὑπὸ Δελφῶν Σιτάλκας, μέγεθος δὲ πέντε πηχῶν καὶ τριάκοντά ἐστι.
このアポロン像は、デルポイの人々からは「シタルカス」と呼ばれており、大きさは三十五ペキュスである。
στρατηγοὶ δὲ οἱ πολλοὶ καὶ Ἀρτέμιδος, τὸ δὲ Ἀθηνᾶς, δύο τε Ἀπόλλωνος ἀγάλματα ἔστιν Αἰτωλῶν, ἡνίκα σφίσιν ἐξειργάσθη τὰ ἐς Γαλάτας.
そのほか、多くの将軍たちとアルテミス、またアテナの像、そして二つのアポロン像があり、これらはアイトリア人たちの献納物で、ガラティア人に対する戦いが彼らによって完遂された時のものである。
στρατιὰν δὲ τὴν Κελτῶν, ὡς ἐκ τῆς Εὐρώπης διαβήσοιτο ἐς τὴν Ἀσίαν ἐπʼ ὀλέθρῳ τῶν πόλεων, Φαεννὶς προεδήλωσεν ἐν τοῖς χρησμοῖς γενεᾷ πρότερον ἢ ἐπράχθη τὸ ἔργον·
ケルト人の軍勢が、諸都市を破滅させるためにヨーロッパからアジアへと渡るであろうということを、パエンニスはその神託において、その出来事が起こる一世代前にあらかじめ示していた。
§10.15.3"
ἦ τότʼ ἀμειψάμενος στεινὸν πόρον Ἑλλησπόντου
† αὐδήσει Γαλατῶν ὀλοὸς στρατός, οἵ ῥʼ ἀθεμίστως
Ἀσίδα πορθήσουσι·
"まさにその時、ヘレスポントスの狭い水路を渡り、ガラティア人の不吉な軍勢が鬨の声を上げるだろう。 彼らは不法にもアジアを略奪する。
θεὸς δʼ ἔτι κύντερα θήσει
πάγχυ μάλʼ, οἳ ναίουσι παρʼ ἠϊόνεσσι θαλάσσης—
εἰς ὀλίγον·
しかし、神はさらに過酷な運命を、海の岸辺に住む者たちに対して、完全に、かつごく短期間もたらすであろう。
τάχα γάρ σφιν ἀοσσητῆρα Κρονίων
ὁρμήσει, ταύροιο διοτρεφέος φίλον υἱόν,
ὃς πᾶσιν Γαλάτῃσιν ὀλέθριον ἦμαρ ἐφήσει.
なぜなら、間もなくクロノスの子が、彼らに援助者として、神に養われた牡牛の愛する子を送り、彼はすべてのガラティア人に対して破滅の日をもたらすからである。
"
παῖδα δὲ εἶπε ταύρου τὸν ἐν Περγάμῳ βασιλεύσαντα Ἄτταλον· τὸν δὲ αὐτὸν τοῦτον καὶ ταυρόκερων προσείρηκε χρηστήριον.
"彼女が「牡牛の子」と言ったのは、ペルガモンで王となったアッタロスのことであり、この同じ人物を、神託は「牡牛の角を持つ者」とも呼んでいた。
§10.15.4ἱππικοῦ δὲ ἡγεμόνας ἀναβεβηκότας ἐπὶ ἵππους Φεραῖοι παρὰ τῷ Ἀπόλλωνι ἔστησαν τρεψάμενοι τὴν Ἀττικὴν ἵππον.
フェライの人々は、アテナイの騎兵を敗走させた後、馬に乗った騎兵の指揮官たちの像をアポロンの傍らに立てた。
τὸν δὲ φοίνικα ἀνέθεσαν Ἀθηναῖοι τὸν χαλκοῦν, καὶ αὐτὸν καὶ Ἀθηνᾶς ἄγαλμα ἐπίχρυσον ἐπὶ τῷ φοίνικι, ἀπὸ ἔργων ὧν ἐπʼ Εὐρυμέδοντι ἐν ἡμέρᾳ τῇ αὐτῇ τὸ μὲν πεζῇ, τὸ δὲ ναυσὶν ἐν τῷ ποταμῷ κατώρθωσαν.
またアテナイ人たちは、ブロンズの椰子の木を献納し、そのものと、椰子の木の上にあるアテナの金箔を貼った像を、エウリュメドン川において同じ日に、一方は陸上で、もう一方は川での船上で成し遂げた勝利から捧げた。
τούτου τοῦ ἀγάλματος ἐνιαχοῦ τὸν ἐπʼ αὐτῷ χρυσὸν ἐθεώμην λελυμασμένον.
この像の上の金が、いくつかの場所で傷ついているのを私は目にした。
§10.15.5ἐγὼ μὲν δὴ τὸ ἔγκλημα ἐς κακούργους τε ἦγον καὶ φῶρας ἀνθρώπους·
私自身は、この損傷の責任を悪漢や泥棒たちに帰していた。
Κλειτόδημος δέ, ὁπόσοι τὰ Ἀθηναίων ἐπιχώρια ἔγραψαν ὁ ἀρχαιότατος, οὗτος ἐν τῷ λόγῳ φησὶ τῷ Ἀττικῷ, ὅτε Ἀθηναῖοι παρεσκευάζοντο ἐπὶ Σικελίᾳ τὸν στόλον, ὡς ἔθνος τι ἄπειρον κοράκων κατῆρε τότε ἐς Δελφούς, καὶ περιέκοπτόν τε τοῦ ἀγάλματος τούτου καὶ ἀπέρρησσον τοῖς ῥάμφεσιν ἀπʼ αὐτοῦ τὸν χρυσόν·
しかし、アテナイの郷土史を書いた人々の中で最も古いクレイデモスは、その『アッティカ誌』において、アテナイ人たちがシケリアへの遠征軍を準備していた時、無数のカラスの群れがデルポイに舞い降り、この像を(つつき回して)削り取り、その嘴でそこから金を引きちぎったと述べている。
λέγει δὲ καὶ ὡς τὸ δόρυ καὶ τὰς γλαῦκας καὶ ὅσος καρπὸς ἐπὶ τῷ φοίνικι ἐπεποίητο ἐς μίμησιν τῆς ὀπώρας, κατακλάσαιεν καὶ ταῦτα οἱ κόρακες.
さらに彼は、カラスたちが槍やフクロウ、そして椰子の木の上に実を模して作られていた果実をも、へし折ってしまったと述べている。
§10.15.6Ἀθηναίοις μὲν δὴ καὶ ἄλλα σημεῖα μὴ ἐκπλεῦσαι σφᾶς ἀπαγορεύοντα ἐς Σικελίαν διηγήσατο ὁ Κλειτόδημος, Κυρηναῖοι δὲ ἀνέθεσαν ἐν Δελφοῖς Βάττον ἐπὶ ἅρματι, ὃς ἐς Λιβύην ἤγαγε σφᾶς ναυσὶν ἐκ Θήρας. ἡνίοχος μὲν τοῦ ἅρματός ἐστι Κυρήνη, ἐπὶ δὲ τῷ ἅρματι Βάττος τε καὶ Λιβύη στεφανοῦσά ἐστιν αὐτόν·
クレイデモスは、アテナイ人たちに対してシケリアへと出帆することを禁じる他の前兆についても説明している。 一方、キュレネ人たちは、テーラから船で彼らをリビアへと導いたバットスが戦車に乗っている像をデルポイに献納した。 戦車の御者はキュレネであり、戦車の上にはバットスと、彼に冠を授けているリビアがいる。
ἐποίησε δὲ Ἀμφίων Ἀκέστορος Κνώσσιος.
これはクノッソスのアケストルの子アンピオンが制作した。
§10.15.7ἐπεὶ δὲ ᾤκισε Βάττος τὴν Κυρήνην, λέγεται καὶ τῆς φωνῆς γενέσθαι οἱ τοιόνδε ἴαμα·
バットスがキュレネを創建した時、彼の声に対して次のような治療がなされたと言われている。
ἐπιὼν τῶν Κυρηναίων τὴν χώραν ἐν τοῖς ἐσχάτοις αὐτῆς ἐρήμοις ἔτι οὖσι θεᾶται λέοντα, καὶ αὐτὸν τὸ δεῖμα τὸ ἐκ τῆς θέας βοῆσαι σαφὲς καὶ μέγα ἠνάγκασεν.
キュレネ人の土地の、当時はまだ不毛であった最果ての地を彼が巡っていたとき、一頭のライオンを目撃し、その目撃による恐怖が彼に、はっきりと大きな声を出すことを強いたのである。
οὐ πόρρω δὲ τοῦ Βάττου καὶ ἄλλον ἔστησαν οἱ Ἀμφικτύονες Ἀπόλλωνα ἀπὸ τοῦ ἀδικήματος τοῦ ἐς τὸν θεὸν τῶν Φωκέων.
バットスの像から遠くないところに、アンピクテュオンたちは、フォキス人たちが神に対して行った不法行為に対する罰金から、別のアポロン像を立てた。