§10.16.1τῶν δὲ ἀναθημάτων ἃ οἱ βασιλεῖς ἀπέστειλαν οἱ Λυδῶν, οὐδὲν ἔτι ἦν αὐτῶν εἰ μὴ σιδηροῦν μόνον τὸ ὑπόθημα τοῦ Ἀλυάττου κρατῆρος.
リュディアの王たちが送った献納物のうち、アリュアッテスのクラテル(混酒器)の鉄製の台座を除いては、もはや何も残っていなかった。
τοῦτο Γλαύκου μέν ἐστιν ἔργον τοῦ Χίου, σιδήρου κόλλησιν ἀνδρὸς εὑρόντος·
これはキオス島の人グラウコスの作であり、彼は鉄の溶接を発明した人物である。
ἔλασμα δὲ ἕκαστον τοῦ ὑποθήματος ἐλάσματι ἄλλῳ προσεχὲς οὐ περόναις ἐστὶν ἢ κέντροις, μόνη δὲ ἡ κόλλα συνέχει τε καὶ ἔστιν αὕτη τῷ σιδήρῳ δεσμός.
台座の各鉄板は、ピンや鋲によって隣の鉄板に接合されているのではなく、溶接剤だけがそれらをつなぎ合わせ、これが鉄の緊結となっている。
§10.16.2σχῆμα δὲ τοῦ ὑποθήματος κατὰ πύργον μάλιστα ἐς μύουρον ἀνιόντα ἀπὸ εὐρυτέρου τοῦ κάτω·
台座の形状は、下の広い部分から上方へ先細りになって昇っていく塔のようである。
ἑκάστη δὲ πλευρὰ τοῦ ὑποθήματος οὐ διὰ πάσης πέφρακται, ἀλλά εἰσιν αἱ πλάγιαι τοῦ σιδήρου ζῶναι ὥσπερ ἐν κλίμακι οἱ ἀναβασμοί·
台座の各側面は全面的に塞がれているのではなく、横方向の鉄の帯が、あたかも梯子の桟のようになっている。
τὰ δὲ ἐλάσματα τοῦ σιδήρου τὰ ὀρθὰ ἀνέστραπται κατὰ τὰ ἄκρα ἐς τὸ ἐκτός, καὶ ἕδρα τοῦτο ἦν τῷ κρατῆρι.
垂直の鉄板は端の部分で外側へと曲げられており、これがクラテルの受け台となっていた。
§10.16.3τὸν δὲ ὑπὸ Δελφῶν καλούμενον Ὀμφαλὸν λίθου πεποιημένον λευκοῦ, τοῦτο εἶναι τὸ ἐν μέσῳ γῆς πάσης αὐτοί τε λέγουσιν οἱ Δελφοὶ καὶ ἐν ᾠδῇ τινι Πίνδαρος ὁμολογοῦντά σφισιν ἐποίησεν.
デルポイの人々がオンパロス(大地のへそ)と呼んでいる、白い石で作られたものについて、これが全大地の中心にあると、デルポイの人々自身が言っているだけでなく、ピンダロスもある歌の中で彼らと同意して作詞している。
§10.16.4Λακεδαιμονίων δὲ ἀνάθημά ἐστιν ἐνταῦθα, Καλάμιδος δὲ ἔργον, Ἑρμιόνη ἡ Μενελάου θυγάτηρ, ἡ συνοικήσασα Ὀρέστῃ τῷ Ἀγαμέμνονος καὶ ἔτι πρότερον Νεοπτολέμῳ τῷ Ἀχιλλέως.
ここにはラケダイモン人の献納物があり、それはカラミスの作による、メネラオスの娘ヘルミオネの像である。 彼女はアガメムノンの子オレステス、そしてそれ以前にはアキレウスの子ネオプトレモスと結婚した。
Εὐρύδαμον δὲ στρατηγόν τε Αἰτωλῶν καὶ στρατοῦ τοῦ Γαλατῶν ἐναντία ἡγησάμενον ἀνέθεσαν οἱ Αἰτωλοί.
また、アイトリアの将軍であり、ガラティア人の軍勢に対して指揮を執ったエウリュダモスの像を、アイトリア人たちが献納した。
§10.16.5ἔστι δὲ ἐν τοῖς Κρητικοῖς ὄρεσι καὶ κατʼ ἐμὲ ἔτι Ἔλυρος πόλις·
クレタの山中には、私の時代にもなおエリュロスという都市がある。
οὗτοι οὖν αἶγα χαλκῆν ἀπέστειλαν ἐς Δελφούς, δίδωσι δὲ νηπίοις ἡ αἲξ Φυλακίδῃ καὶ Φιλάνδρῳ γάλα·
この人々はブロンズの牝山羊の像をデルポイに送ったが、この山羊は幼子であるピュラキデスとピランドロスに乳を与えている。
παῖδας δὲ αὐτοὺς οἱ Ἐλύριοί φασιν Ἀπόλλωνός τε εἶναι καὶ Ἀκακαλλίδος νύμφης, συγγενέσθαι δὲ τῇ Ἀκακαλλίδι Ἀπόλλωνα ἐν πόλει Τάρρᾳ καὶ οἴκῳ Καρμάνορος.
エリュロスの人々は、この子供たちがアポロンとニンフのアカカリスの子であり、アポロンはタラという都市のカルマノルの家でアカカリスと交わったのだと言っている。
§10.16.6Καρύστιοι δὲ οἱ Εὐβοεῖς βοῦν καὶ οὗτοι χαλκοῦν παρὰ τῷ Ἀπόλλωνι ἔστησαν ἀπὸ ἔργου τοῦ Μηδικοῦ·
エウボイアのカリュストス人たちもまた、ペルシア戦争の功績から、ブロンズの牡牛の像をアポロンの傍らに立てた。
βοῦς δὲ οἱ Καρύστιοι καὶ οἱ Πλαταιεῖς τὰ ἀναθήματα ἐποιήσαντο, ὅτι ἐμοὶ δοκεῖν ἀπωσάμενοι τὸν βάρβαρον τήν τε ἄλλην βεβαίως ἐκτήσαντο εὐδαιμονίαν καὶ ἀροῦν ἐλευθέραν τὴν γῆν.
カリュストス人とプラタイア人が牡牛を献納物としたのは、私の思うに、彼らが野蛮人を撃退し、その他の永続的な幸福を手に入れるとともに、自由な土地を耕作することができるようになったからである。
στρατηγῶν δὲ εἰκόνας καὶ Ἀπόλλωνά τε καὶ Ἄρτεμιν τὸ ἔθνος τὸ Αἰτωλικὸν ἀπέστειλαν καταστρεψάμενοι τοὺς ὁμόρους σφίσιν Ἀκαρνᾶνας.
アイトリアの民族は、隣国のアカルナニア人たちを制圧したのち、将軍たちの肖像、およびアポロンとアルテミスの像を送った。
§10.16.7παραλογώτατον δὲ ἐπυνθανόμην ὑπάρξαν Λιπαραίοις ἐς Τυρσηνούς.
私が聞き知ったところで、最も思いがけないことが、リパラ人たちとチュレニア人との間に起こった。
τοὺς γὰρ δὴ Λιπαραίους ἐναντία ναυμαχῆσαι τῶν Τυρσηνῶν ναυσὶν ὡς ἐλαχίσταις ἐκέλευσεν ἡ Πυθία.
ピュティアはリパラ人たちに、できる限り少ない船でチュレニア人と海戦を交えるように命じたのである。
πέντε οὖν ἀνάγονται τριήρεσιν ἐπὶ τοὺς Τυρσηνούς·
そこで彼らは5隻の三段櫂船でチュレニア人に対して出航した。
οἱ δὲ—ἀπηξίουν γὰρ μὴ ἀποδεῖν Λιπαραίων τὰ ναυτικά—ἀντανάγονταί σφισιν ἴσαις ναυσί.
チュレニア人たちは、海軍力においてリパラ人に劣ることをよしとしなかったので、同数の船で出撃した。
ταύτας τε οὖν αἱροῦσιν οἱ Λιπαραῖοι καὶ ἄλλας πέντε ὑστέρας σφίσιν ἀνταναχθείσας, καὶ τρίτην νεῶν πεντάδα καὶ ὡσαύτως τετάρτην ἐχειρώσαντο.
リパラ人たちはこれらの船を拿捕し、さらにその後に出撃してきた他の5隻、そして3番目の5隻、同様に4番目の5隻をも拿捕した。
ἀνέθεσαν οὖν ἐς Δελφοὺς ταῖς ἁλούσαις ναυσὶν ἀριθμὸν ἴσα Ἀπόλλωνος ἀγάλματα.
そこで彼らは、捕獲した船の数と同数のアポロン像をデルポイに献納した。
§10.16.8Ἐχεκρατίδης δὲ ἀνὴρ Λαρισαῖος τὸν Ἀπόλλωνα ἀνέθηκε τὸν μικρόν·
ラリサの男エケクラティデスは、小さなアポロン像を献納した。
καὶ ἁπάντων πρῶτον τεθῆναι τῶν ἀναθημάτων τοῦτό φασιν οἱ Δελφοί.
デルポイの人々は、これがすべての献納物のうちで最初に立てられたものであると言っている。