Humanitext Reader

保萨尼亚斯 · 希腊志 §10.15.1-10.15.7

芙里尼雕像与雅典青铜椰子树像

第 430 段,共 465 段 · 希腊语

内容简介

记述了德尔斐圣域中的各种献纳物,包括芙里尼的金箔肖像、多尊阿波罗雕像、雅典人为纪念欧里梅敦战功而献纳的青铜椰子树像(及乌鸦对其金箔的破坏),以及基利奈建国者巴托斯的战车像与其声音获得治愈的传说。

§10.15.1Φρύνης δὲ εἰκόνα ἐπίχρυσον Πραξιτέλης μὲν εἰργάσατο ἐραστὴς καὶ οὗτος, ἀνάθημα δὲ αὐτῆς Φρύνης ἐστὶν ἡ εἰκών.
芙里尼的金箔肖像是普拉克西特列斯制作的,他也是她的情人,而这尊像是芙里尼自己的献纳物。
τὰ δὲ ἐφεξῆς ταύτῃ, τὰ μὲν ἀγάλματα τοῦ Ἀπόλλωνος Ἐπιδαύριοι τὸ ἕτερον οἱ ἐν τῇ Ἀργολίδι ἀπὸ Μήδων, τὸ δὲ αὐτῶν Μεγαρεῖς ἀνέθεσαν Ἀθηναίους μάχῃ πρὸς Νισαίᾳ κρατήσαντες·
与此相邻的是阿波罗像,其中一尊是阿耳戈利斯地方的埃皮达夫罗斯人利用从波斯人那里获得的战利品献纳的,另一尊则是麦加拉人在尼塞亚附近的战斗中击败雅典人后献纳的。
Πλαταιέων δὲ βοῦς ἐστιν, ἡνίκα ἐν τῇ σφετέρᾳ καὶ οὗτοι Μαρδόνιον τὸν Γωβρύου μετὰ Ἑλλήνων ἠμύναντο ἄλλων.
此外还有一头普拉塔亚人献纳的公牛像,那是他们同其他希腊人一起,在自己的国土上击退戈布里亚斯之子马多尼奥斯的时候。
καὶ αὖθις δύο Ἀπόλλωνος, τὸ μὲν Ἡρακλεωτῶν τῶν πρὸς τῷ Εὐξείνῳ, τὸ δὲ Ἀμφικτυόνων ἐστίν, ὅτε Φωκεῦσιν ἐπεργαζομένοις τοῦ θεοῦ τὴν χώραν ἐπέβαλον χρημάτων ζημίαν·
再者还有两尊阿波罗像,一尊属于黑海沿岸的赫拉克勒亚人,另一尊属于大公会议成员,那是他们因福基斯人非法耕作神圣土地而对其处以罚款的时候。
§10.15.2ὁ δὲ Ἀπόλλων οὗτος καλεῖται μὲν ὑπὸ Δελφῶν Σιτάλκας, μέγεθος δὲ πέντε πηχῶν καὶ τριάκοντά ἐστι.
这尊阿波罗像被德尔斐人称为“西塔尔卡斯”,高度为三十五肘。
στρατηγοὶ δὲ οἱ πολλοὶ καὶ Ἀρτέμιδος, τὸ δὲ Ἀθηνᾶς, δύο τε Ἀπόλλωνος ἀγάλματα ἔστιν Αἰτωλῶν, ἡνίκα σφίσιν ἐξειργάσθη τὰ ἐς Γαλάτας.
此外还有许多将军的肖像,以及阿耳忒弥斯和雅典娜的造像,还有两尊属于埃托利亚人的阿波罗像,那是他们对加拉太人的战功告成之时。
στρατιὰν δὲ τὴν Κελτῶν, ὡς ἐκ τῆς Εὐρώπης διαβήσοιτο ἐς τὴν Ἀσίαν ἐπʼ ὀλέθρῳ τῶν πόλεων, Φαεννὶς προεδήλωσεν ἐν τοῖς χρησμοῖς γενεᾷ πρότερον ἢ ἐπράχθη τὸ ἔργον· §10.15.3" ἦ τότʼ ἀμειψάμενος στεινὸν πόρον Ἑλλησπόντου † αὐδήσει Γαλατῶν ὀλοὸς στρατός, οἵ ῥʼ ἀθεμίστως Ἀσίδα πορθήσουσι· θεὸς δʼ ἔτι κύντερα θήσει πάγχυ μάλʼ, οἳ ναίουσι παρʼ ἠϊόνεσσι θαλάσσης— εἰς ὀλίγον· τάχα γάρ σφιν ἀοσσητῆρα Κρονίων ὁρμήσει, ταύροιο διοτρεφέος φίλον υἱόν, ὃς πᾶσιν Γαλάτῃσιν ὀλέθριον ἦμαρ ἐφήσει.
法恩尼斯在其神谕中,在事情发生前一代,就已经预示了凯尔特人的军队将如何为了毁灭诸城市而从欧洲渡海进入亚洲: "届时,跨越赫勒斯滂的狭窄水道,加拉太人的毁灭性大军将发出呐喊,他们将无法无天地蹂躏亚洲;而神将给住在海边的人们带来更为残酷、彻底且极其短暂的命运—— 因为不久之后,克罗诺斯之子将为他们驱使一位帮手,那是神圣公牛的爱子,他将给所有的加拉太人带来毁灭之日。
" παῖδα δὲ εἶπε ταύρου τὸν ἐν Περγάμῳ βασιλεύσαντα Ἄτταλον· τὸν δὲ αὐτὸν τοῦτον καὶ ταυρόκερων προσείρηκε χρηστήριον.
"她所说的“公牛之子”指的是在帕加马统治的阿塔罗斯;而神谕也称这同一人为“牛角者”。
§10.15.4ἱππικοῦ δὲ ἡγεμόνας ἀναβεβηκότας ἐπὶ ἵππους Φεραῖοι παρὰ τῷ Ἀπόλλωνι ἔστησαν τρεψάμενοι τὴν Ἀττικὴν ἵππον.
费赖人在击溃雅典骑兵后,在阿波罗像旁立起了骑在马上的骑兵指挥官像。
τὸν δὲ φοίνικα ἀνέθεσαν Ἀθηναῖοι τὸν χαλκοῦν, καὶ αὐτὸν καὶ Ἀθηνᾶς ἄγαλμα ἐπίχρυσον ἐπὶ τῷ φοίνικι, ἀπὸ ἔργων ὧν ἐπʼ Εὐρυμέδοντι ἐν ἡμέρᾳ τῇ αὐτῇ τὸ μὲν πεζῇ, τὸ δὲ ναυσὶν ἐν τῷ ποταμῷ κατώρθωσαν.
雅典人则献纳了青铜椰子树,以及椰子树上的一尊雅典娜金箔像,这是由于他们在欧里梅敦的同一天里,一处在陆地上,另一处在河中船上所取得的捷报。
τούτου τοῦ ἀγάλματος ἐνιαχοῦ τὸν ἐπʼ αὐτῷ χρυσὸν ἐθεώμην λελυμασμένον.
我看到这尊雕像上的金箔在某些地方遭到了损坏。
§10.15.5ἐγὼ μὲν δὴ τὸ ἔγκλημα ἐς κακούργους τε ἦγον καὶ φῶρας ἀνθρώπους· Κλειτόδημος δέ, ὁπόσοι τὰ Ἀθηναίων ἐπιχώρια ἔγραψαν ὁ ἀρχαιότατος, οὗτος ἐν τῷ λόγῳ φησὶ τῷ Ἀττικῷ, ὅτε Ἀθηναῖοι παρεσκευάζοντο ἐπὶ Σικελίᾳ τὸν στόλον, ὡς ἔθνος τι ἄπειρον κοράκων κατῆρε τότε ἐς Δελφούς, καὶ περιέκοπτόν τε τοῦ ἀγάλματος τούτου καὶ ἀπέρρησσον τοῖς ῥάμφεσιν ἀπʼ αὐτοῦ τὸν χρυσόν·
我原本将这一罪责归咎于恶徒和盗贼;但撰写雅典地方史的最古老学者克莱德莫斯在他的《阿提卡史》中说,当雅典人准备远征西西里时,无数的乌鸦降临德尔斐,它们用嘴啄这尊雕像,扯碎并剥离其上的黄金。
λέγει δὲ καὶ ὡς τὸ δόρυ καὶ τὰς γλαῦκας καὶ ὅσος καρπὸς ἐπὶ τῷ φοίνικι ἐπεποίητο ἐς μίμησιν τῆς ὀπώρας, κατακλάσαιεν καὶ ταῦτα οἱ κόρακες.
他还说,乌鸦们还折断了长枪、猫头鹰以及椰子树上模仿秋季果实所作的所有果实装饰。
§10.15.6Ἀθηναίοις μὲν δὴ καὶ ἄλλα σημεῖα μὴ ἐκπλεῦσαι σφᾶς ἀπαγορεύοντα ἐς Σικελίαν διηγήσατο ὁ Κλειτόδημος, Κυρηναῖοι δὲ ἀνέθεσαν ἐν Δελφοῖς Βάττον ἐπὶ ἅρματι, ὃς ἐς Λιβύην ἤγαγε σφᾶς ναυσὶν ἐκ Θήρας.
克莱德莫斯还讲述了其他禁止雅典人起航前往西西里的凶兆。 而基利奈人则在德尔斐献纳了乘战车的巴托斯像,他曾率领他们乘船从塞拉岛来到利比亚。
ἡνίοχος μὲν τοῦ ἅρματός ἐστι Κυρήνη, ἐπὶ δὲ τῷ ἅρματι Βάττος τε καὶ Λιβύη στεφανοῦσά ἐστιν αὐτόν·
战车的御者是基利奈,而战车上是巴托斯和正为他加冕的利比亚。
ἐποίησε δὲ Ἀμφίων Ἀκέστορος Κνώσσιος.
这是克诺索斯的阿凯斯托尔之子安菲翁制作的。
§10.15.7ἐπεὶ δὲ ᾤκισε Βάττος τὴν Κυρήνην, λέγεται καὶ τῆς φωνῆς γενέσθαι οἱ τοιόνδε ἴαμα· ἐπιὼν τῶν Κυρηναίων τὴν χώραν ἐν τοῖς ἐσχάτοις αὐτῆς ἐρήμοις ἔτι οὖσι θεᾶται λέοντα, καὶ αὐτὸν τὸ δεῖμα τὸ ἐκ τῆς θέας βοῆσαι σαφὲς καὶ μέγα ἠνάγκασεν.
在巴托斯建立基利奈后,据说他的声音得到了如下的治愈:当他巡视基利奈人当时还是一片荒凉的极边之地时,看见了一只狮子,视觉上的恐怖迫使他清晰而大声地叫喊出来。
οὐ πόρρω δὲ τοῦ Βάττου καὶ ἄλλον ἔστησαν οἱ Ἀμφικτύονες Ἀπόλλωνα ἀπὸ τοῦ ἀδικήματος τοῦ ἐς τὸν θεὸν τῶν Φωκέων.
在离巴托斯不远的地方,大公会议成员又立了另一尊阿波罗像,这是由于福基斯人对神犯下的不法行为而处的罚金所建。

词汇与语法注释

  1. §10.15.1τὰ δὲ ἐφεξῆς ταύτῃ — 句首的中性复数主格冠词 `τὰ` 起到独立话题标记的作用,指代接下来要叙述的邻近献纳物(“与此相邻的物品”)。
  2. §10.15.2τὰ ἐς Γαλάτας — 前置词短语 `ἐς Γαλάτας`(针对加拉太人)通过中性复数冠词 `τά` 名词化,意指“与加拉太人的战争”或“关于加拉太人的事迹”。
  3. §10.15.5τὸ ἔγκλημα ἐς κακούργους τε ἦγον καὶ φῶρας ἀνθρώπους — 未完成过去时动词 `ἦγον` 表示过去持续持有的看法(“我当时归咎于”),与 `ἔγκλημα ἐς ... ἄγω` 构成习惯表达,意为“将罪责归于某人”。

引用这一段

保萨尼亚斯, 希腊志 §10.15.1-10.15.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:10.15.1-10.15.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。