§10.14.1οἱ δὲ πελέκεις Περικλύτου τοῦ Εὐθυμάχου Τενεδίου ἀνδρὸς ἐπὶ λόγῳ ἀνάθημά εἰσιν ἀρχαίῳ.
また、両刃の斧は、古い伝承に基づいた、エウテュマコスの子でテネドス人のペリクリュトスによる献納物である。
Κύκνον παῖδα εἶναι Ποσειδῶνος καὶ βασιλεύειν φασὶν ἐν Κολώναις·
人々は、キュクノスがポセイドンの子であり、コロナイを支配していたと言う。
αἱ δὲ ᾠκοῦντο ἐν γῇ τῇ Τρῳάδι αἱ Κολῶναι κατὰ νῆσον κείμεναι Λεύκοφρυν.
このコロナイはレウコプリュス島の向かい、トロアス地方に位置していた。
§10.14.2ἔχοντος δὲ θυγατέρα ὄνομα Ἡμιθέαν τοῦ Κύκνου καὶ υἱὸν καλούμενον Τέννην ἐκ Προκλείας—ἣ Κλυτίου μὲν ἦν θυγάτηρ, ἀδελφὴ δὲ Καλήτορος, ὃν Ὅμηρος ἐν Ἰλιάδι ἀποθανεῖν φησιν ὑπὸ Αἴαντος, ὅτε ὑπὸ τὴν Πρωτεσιλάου ναῦν ἔφερεν ὁ Καλήτωρ τὸ πῦρ—ταύτης οὖν προαποθανούσης ἡ ἐπεισελθοῦσα Φιλονόμη ἡ Κραγάσου —διήμαρτε γὰρ ἐρασθεῖσα τοῦ Τέννου—ψεύδεται πρὸς τὸν ἄνδρα ὡς αὐτὴ μὲν οὐκ ἐθέλουσα, τὸν δὲ αὑτῇ Τέννην συγγενέσθαι θελήσαντα·
キュクノスには、プロクレイア(彼女はクリュティオスの娘で、カレトルの姉妹であった。 ホメロスが『イリアス』の中で、カレトルの死は、彼がプロテシラオスの船の下へ火を運んでいった時にアイアスによってもたらされたと述べている人物である)との間に、ヘミテアという名の娘と、テンネスと呼ばれる息子がいたが、この妻が先に死んだため、後妻に入ったクラガソスの娘ピロノメが――彼女はテンネスに恋をしたものの拒絶されたのである――夫に対して、自分自身は望まなかったのにテンネスが自分と交わろうとした、と嘘をついた。
καὶ ὁ Κύκνος πείθεται τῇ ἀπάτῃ, καὶ ἐς λάρνακα ἐνθέμενος ὁμοῦ τῇ ἀδελφῇ Τέννην ἐς θάλασσαν σφᾶς ἀφίησι.
そしてキュクノスはその欺瞞を信じ、テンネスを妹と共に箱に入れ、彼らを海へと流した。
§10.14.3σώζονταί τε δὴ πρὸς τὴν νῆσον οἱ παῖδες τὴν Λεύκοφρυν καὶ ὄνομα ἡ νῆσος τὸ νῦν ἔσχεν ἀπὸ τοῦ Τέννου.
子供たちは無事にレウコプリュス島へと漂着し、その島は現在、テンネスにちなんだ名前で呼ばれるようになった。
Κύκνος δὲ—οὐ γὰρ τὸν πάντα ἔμελλε χρόνον ἀγνοήσειν ἀπατώμενος—ἔπλει παρὰ τὸν υἱὸν ἄγνοιάν τε ὁμολογήσων τὴν αὑτοῦ καὶ παραιτησόμενος τὸ ἁμάρτημα·
しかしキュクノスは、騙されたまま永遠に真実を知らずにいるつもりはなかったので、自身の無知を告白し、過ちの許しを請うために息子のところへ船を走らせた。
προσορμισαμένου δὲ τῇ νήσῳ καὶ ἐξάψαντος ἀπὸ τῆς νεὼς πρός τινα ἢ πέτραν ἢ δένδρον τοὺς κάλους, Τέννης πελέκει σφᾶς ἀπέκοψεν ὑπὸ τοῦ θυμοῦ.
しかし、彼が島に係留し、船からの綱を岩か木に結びつけた時、テンネスは怒りのあまり、斧でそれらを切り落とした。
§10.14.4ἐπὶ τούτῳ ἐς τοὺς ἀρνουμένους στερεῶς λέγεσθαι καθέστηκεν ὡς ὁ δεῖνα ὅστις δὴ Τενεδίῳ πελέκει τόδε τι ἀποκόψειεν.
これに基づいて、頑なに拒否する人々に対して、『誰それがあれこれをテネドスの斧で切り落とした』という言葉が語られるのが定着した。
Τέννην μὲν ὑπὸ Ἀχιλλέως ἀποθανεῖν ἀμύνοντα τῇ οἰκείᾳ φασὶν Ἕλληνες·
テンネスは、自国を防衛している最中にアキレウスによって殺されたとギリシア人たちは言っている。
Τενέδιοι δὲ ἀνὰ χρόνον ὑπὸ ἀσθενείας προσεχώρησαν τοῖς Ἀλεξάνδρειαν ἐν τῇ ἠπείρῳ τῇ Τρῳάδι ἔχουσιν.
しかしテネドス人たちは、時の経過とともに、弱体化のために、トロアス地方の大陸部にあるアレクサンドリアの住民に合流した。
§10.14.5Ἕλληνες δὲ οἱ ἐναντία βασιλέως πολεμήσαντες ἀνέθεσαν μὲν Δία ἐς Ὀλυμπίαν χαλκοῦν, ἀνέθεσαν δὲ καὶ ἐς Δελφοὺς Ἀπόλλωνα ἀπὸ ἔργων τῶν ἐν ταῖς ναυσὶν ἐπί τε Ἀρτεμισίῳ καὶ ἐν Σαλαμῖνι.
王に対して戦ったギリシア人たちは、アルテミシオンおよびサラミスの海戦での軍功から、オリンピアにはブロンズのゼウス像を、デルポイにはアポロン像を献納した。
λέγεται δὲ καὶ ὡς Θεμιστοκλῆς ἀφίκοιτο ἐς Δελφοὺς λαφύρων τῶν Μηδικῶν κομίζων τῷ Ἀπόλλωνι·
また、テミストクレスがペルシア軍の戦利品をアポロンに携えてデルポイにやって来たとも言われている。
ἐρωτήσαντα δὲ ὑπὲρ τῶν ἀναθημάτων εἰ ἐντὸς ἀναθήσει τοῦ ναοῦ, ἐκέλευεν αὐτὸν ἡ Πυθία τὰ παράπαν ἀποφέρειν ἐκ τοῦ ἱεροῦ.
彼が、その献納物を神殿の内部に奉納してよいかどうか尋ねたところ、ピュティアは彼に、それを聖域から全く持ち去るようにと命じた。
καὶ ἔχει οὕτω τὰ ἐς τοῦ τοῦ χρησμοῦ·
神託の内容は以下のようであった。
"
μή μοι Περσῆος σκύλων περικαλλέα κόσμον
νηῷ ἐγκαταθῇς·
「ペルシア人の戦利品であるいとも美しい装飾を私の神殿に納めてはならぬ。
οἶκόνδʼ ἀπόπεμπε τάχιστα.
速やかに我が家へ持ち帰るがよい。
" §10.14.6θαῦμα οὖν ἐποιούμεθα εἰ ἀπηξίωσεν ἐκείνου μόνου μὴ προσέσθαι τὰ ἀπὸ τῶν Μήδων.
」それゆえ、神がテミストクレスのものだけ、ペルシア軍からの贈り物を拒絶したのだろうかと、私たちは不思議に思った。
καὶ οἱ μὲν ἀπώσασθαι ἂν τὸν θεὸν καὶ ἅπαντα ὁμοίως ἡγοῦντο ὅσα ἀπὸ τοῦ Πέρσου, εἰ ὥσπερ ὁ Θεμιστοκλῆς καὶ οἱ ἄλλοι πρότερον ἢ ἀναθεῖναι σφᾶς ἐπήροντο τὸν Ἀπόλλωνα·
これについてある人々は、もし他の者たちもテミストクレスのように奉納する前にアポロンに尋ねていたならば、神はペルシア人からのあらゆる贈り物を同様に拒絶したであろうと考えていた。
οἱ δὲ εἰδότα τὸν θεὸν ὅτι ἱκέτης τοῦ Πέρσου γενήσοιτο ὁ Θεμιστοκλῆς, ἐπὶ τούτῳ τὰ δῶρα ἔφασαν οὐκ ἐθελῆσαι λαβεῖν, ἵνα μὴ ἀναθέντι τὸ ἔχθος ἄπαυστον ποιήσῃ τὸ ἀπὸ τοῦ Μήδου.
また別の者たちは、テミストクレスが後にペルシア人の嘆願者になることを神が知っていたために、彼が贈り物を捧げることによって、ペルシア人からの憎悪を絶え間なきものにしてしまわないよう、その贈り物の受け取りを拒んだのだと言った。
στρατείαν δὲ τὴν ἐπὶ τὴν Ἑλλάδα τοῦ βαρβάρου ἔστιν εὑρεῖν προρρηθεῖσαν μὲν ἐν τοῖς Βάκιδος χρησμοῖς, πρότερον δʼ ἔτι Εὔκλῳ τὰ ἐς αὐτὴν πεποιημένα ἐστίν.
しかし、バルバロイによるギリシア遠征は、バキスの神託で予言されていたことを見出すことができるし、それよりもさらに前に、エウクロスによってそれに関する詩が作られていた。
§10.14.7Δελφῶν δὲ ἀνάθημά ἐστιν αὐτῶν πλησίον τοῦ βωμοῦ τοῦ μεγάλου λύκος χαλκοῦς.
デルポイの人々自身の献納物は、大祭壇の近くにあるブロンズの狼像である。
λέγουσι δὲ τῶν τοῦ θεοῦ χρημάτων συλήσαντα ἄνθρωπον, τὸν μὲν ὁμοῦ τῷ χρυσίῳ κατακρύψαντα ἔχειν αὑτὸν ἔνθα τοῦ Παρνασσοῦ μάλιστα ἦν συνεχὲς ὑπὸ ἀγρίων δένδρων, λύκον δὲ ἐπιθέσθαι οἱ καθεύδοντι, καὶ ἀποθανεῖν τε ὑπὸ τοῦ λύκου τὸν ἄνθρωπον καὶ ὡς ἐς τὴν πόλιν ὁσημέραι φοιτῶν ὠρύετο ὁ λύκος·
人々が語るには、ある男が神の財宝を盗み、その金とともにパルナッソス山の野生の木々が最も密生している場所に身を隠していたところ、その男が眠っているときに狼が襲いかかり、その男は狼によって殺された。 そして、その狼は毎日街にやってきては吠え立てた。
ἐπεὶ δὲ οὐκ ἄνευ θεοῦ παραγίνεσθαί σφισιν ὑπελάμβανον, οὕτως ἐπακολουθοῦσι τῷ θηρίῳ, καὶ ἀνευρίσκουσί τε τὸ ἱερὸν χρυσίον καὶ ἀνέθεσαν λύκον τῷ θεῷ χαλκοῦν.
人々は狼が彼らの前に現れるのが神の意志によるものでないはずがないと考え、その獣の跡を追った。 そして神聖な金を発見し、神にブロンズの狼像を献納したのである。