Humanitext Reader

保萨尼亚斯 · 希腊志 §10.14.1-10.14.7

特内多斯的双刃斧与青铜狼像

第 429 段,共 465 段 · 希腊语

内容简介

叙述了与特内多斯双刃斧献纳相关的库克诺斯与特涅斯父子的传说、希腊人在波斯战争中的献纳物、神为何拒绝地米斯托克利礼物的谜团,以及德尔斐青铜狼像的起源。

§10.14.1οἱ δὲ πελέκεις Περικλύτου τοῦ Εὐθυμάχου Τενεδίου ἀνδρὸς ἐπὶ λόγῳ ἀνάθημά εἰσιν ἀρχαίῳ.
而这些双刃斧是特内多斯人、欧テュマコス之子培里克律托斯根据古老传说所作的献纳物。
Κύκνον παῖδα εἶναι Ποσειδῶνος καὶ βασιλεύειν φασὶν ἐν Κολώναις· αἱ δὲ ᾠκοῦντο ἐν γῇ τῇ Τρῳάδι αἱ Κολῶναι κατὰ νῆσον κείμεναι Λεύκοφρυν.
人们说,库克诺斯是波塞冬之子,并在科洛奈统治;科洛奈位于特罗阿斯地区,正对着莱乌科弗律斯岛。
§10.14.2ἔχοντος δὲ θυγατέρα ὄνομα Ἡμιθέαν τοῦ Κύκνου καὶ υἱὸν καλούμενον Τέννην ἐκ Προκλείας—ἣ Κλυτίου μὲν ἦν θυγάτηρ, ἀδελφὴ δὲ Καλήτορος, ὃν Ὅμηρος ἐν Ἰλιάδι ἀποθανεῖν φησιν ὑπὸ Αἴαντος, ὅτε ὑπὸ τὴν Πρωτεσιλάου ναῦν ἔφερεν ὁ Καλήτωρ τὸ πῦρ—ταύτης οὖν προαποθανούσης ἡ ἐπεισελθοῦσα Φιλονόμη ἡ Κραγάσου —διήμαρτε γὰρ ἐρασθεῖσα τοῦ Τέννου—ψεύδεται πρὸς τὸν ἄνδρα ὡς αὐτὴ μὲν οὐκ ἐθέλουσα, τὸν δὲ αὑτῇ Τέννην συγγενέσθαι θελήσαντα·
库克诺斯与普罗克勒亚(她是克律提奥斯的女儿,也是卡勒托尔的姐妹,荷马在《伊利亚特》中说,当卡勒托尔向普罗特西拉奥斯的船只纵火时,他被大埃阿斯所杀)育有一个名叫赫米特阿的女儿和一个名叫特涅斯的儿子。 在普罗克勒亚先逝后,继娶的克拉加索斯之女菲洛诺美——因为她爱上了特涅斯却未能得逞——对丈夫撒谎,声称自己并不情愿,而特涅斯却意图强占她。
καὶ ὁ Κύκνος πείθεται τῇ ἀπάτῃ, καὶ ἐς λάρνακα ἐνθέμενος ὁμοῦ τῇ ἀδελφῇ Τέννην ἐς θάλασσαν σφᾶς ἀφίησι.
库克诺斯信以为真,便将特涅斯和他的妹妹一同装进箱子里,投入海中。
§10.14.3σώζονταί τε δὴ πρὸς τὴν νῆσον οἱ παῖδες τὴν Λεύκοφρυν καὶ ὄνομα ἡ νῆσος τὸ νῦν ἔσχεν ἀπὸ τοῦ Τέννου.
孩子们平安地漂流到莱乌科弗律斯岛,而这座岛如今便得名于特涅斯。
Κύκνος δὲ—οὐ γὰρ τὸν πάντα ἔμελλε χρόνον ἀγνοήσειν ἀπατώμενος—ἔπλει παρὰ τὸν υἱὸν ἄγνοιάν τε ὁμολογήσων τὴν αὑτοῦ καὶ παραιτησόμενος τὸ ἁμάρτημα· προσορμισαμένου δὲ τῇ νήσῳ καὶ ἐξάψαντος ἀπὸ τῆς νεὼς πρός τινα ἢ πέτραν ἢ δένδρον τοὺς κάλους, Τέννης πελέκει σφᾶς ἀπέκοψεν ὑπὸ τοῦ θυμοῦ.
但库克诺斯——因为他不可能永远被蒙在裹里——乘船前往儿子那里,准备承认自己的愚昧并请求宽恕他的过错;然而,当他在岛上停泊,并将船上的缆绳系在岩石或树木上时,特涅斯在愤怒之下用斧头将它们砍断了。
§10.14.4ἐπὶ τούτῳ ἐς τοὺς ἀρνουμένους στερεῶς λέγεσθαι καθέστηκεν ὡς ὁ δεῖνα ὅστις δὴ Τενεδίῳ πελέκει τόδε τι ἀποκόψειεν.
由此,针对那些坚决否认某事的人,便形成了一句俗语,说某某人用“特内多斯的斧头”砍断了某某物。
Τέννην μὲν ὑπὸ Ἀχιλλέως ἀποθανεῖν ἀμύνοντα τῇ οἰκείᾳ φασὶν Ἕλληνες· Τενέδιοι δὲ ἀνὰ χρόνον ὑπὸ ἀσθενείας προσεχώρησαν τοῖς Ἀλεξάνδρειαν ἐν τῇ ἠπείρῳ τῇ Τρῳάδι ἔχουσιν.
希腊人说,特涅斯在保卫家园时被阿基琉斯杀害;而随着时间的流逝,特内多斯人由于势力衰弱,便并入了在特罗阿斯大陆上占有亚历山大里亚城的居民中。
§10.14.5Ἕλληνες δὲ οἱ ἐναντία βασιλέως πολεμήσαντες ἀνέθεσαν μὲν Δία ἐς Ὀλυμπίαν χαλκοῦν, ἀνέθεσαν δὲ καὶ ἐς Δελφοὺς Ἀπόλλωνα ἀπὸ ἔργων τῶν ἐν ταῖς ναυσὶν ἐπί τε Ἀρτεμισίῳ καὶ ἐν Σαλαμῖνι.
对抗国王的希腊人,因在阿耳忒弥西翁和萨拉米斯海战中的战功,向奥林匹亚献纳了一尊青铜宙斯像,也向德尔斐献纳了一尊阿波罗像。
λέγεται δὲ καὶ ὡς Θεμιστοκλῆς ἀφίκοιτο ἐς Δελφοὺς λαφύρων τῶν Μηδικῶν κομίζων τῷ Ἀπόλλωνι· ἐρωτήσαντα δὲ ὑπὲρ τῶν ἀναθημάτων εἰ ἐντὸς ἀναθήσει τοῦ ναοῦ, ἐκέλευεν αὐτὸν ἡ Πυθία τὰ παράπαν ἀποφέρειν ἐκ τοῦ ἱεροῦ.
据说,地米斯托克利也曾带着波斯的战利品来到德尔斐,献给阿波罗;但当他询问这些献纳物是否可以放在神庙内部时,皮提亚命令他将其彻底移出圣域。
καὶ ἔχει οὕτω τὰ ἐς τοῦ τοῦ χρησμοῦ· " μή μοι Περσῆος σκύλων περικαλλέα κόσμον νηῷ ἐγκαταθῇς· οἶκόνδʼ ἀπόπεμπε τάχιστα. "
神谕的内容如下:「切莫将波斯人战利品的华美装饰置于我的神庙中;速速将其送回你家。
§10.14.6θαῦμα οὖν ἐποιούμεθα εἰ ἀπηξίωσεν ἐκείνου μόνου μὴ προσέσθαι τὰ ἀπὸ τῶν Μήδων.
」因此,我们曾感到诧异,神是否唯独拒绝接受他所带来的波斯战利品。
καὶ οἱ μὲν ἀπώσασθαι ἂν τὸν θεὸν καὶ ἅπαντα ὁμοίως ἡγοῦντο ὅσα ἀπὸ τοῦ Πέρσου, εἰ ὥσπερ ὁ Θεμιστοκλῆς καὶ οἱ ἄλλοι πρότερον ἢ ἀναθεῖναι σφᾶς ἐπήροντο τὸν Ἀπόλλωνα·
有些人认为,如果其他人也像地米斯托克利那样在献纳前先询问阿波罗,神也会同样拒绝所有来自波斯人的物品。
οἱ δὲ εἰδότα τὸν θεὸν ὅτι ἱκέτης τοῦ Πέρσου γενήσοιτο ὁ Θεμιστοκλῆς, ἐπὶ τούτῳ τὰ δῶρα ἔφασαν οὐκ ἐθελῆσαι λαβεῖν, ἵνα μὴ ἀναθέντι τὸ ἔχθος ἄπαυστον ποιήσῃ τὸ ἀπὸ τοῦ Μήδου.
而另一些人则说,神知道地米斯托克利日后会成为波斯人的求助者,正是由于这个原因,神不愿接受这些礼物,以免通过接受这些礼物,使波斯人对献纳者的仇恨变得不可终结。
στρατείαν δὲ τὴν ἐπὶ τὴν Ἑλλάδα τοῦ βαρβάρου ἔστιν εὑρεῖν προρρηθεῖσαν μὲν ἐν τοῖς Βάκιδος χρησμοῖς, πρότερον δʼ ἔτι Εὔκλῳ τὰ ἐς αὐτὴν πεποιημένα ἐστίν.
然而,异族人对希腊的远征,可以在巴基斯的神谕中找到预言,而且比这更早,欧克洛斯就已经创作了关于此事的诗作。
§10.14.7Δελφῶν δὲ ἀνάθημά ἐστιν αὐτῶν πλησίον τοῦ βωμοῦ τοῦ μεγάλου λύκος χαλκοῦς.
德尔斐人自己在大祭坛附近的献纳物是一只青铜狼。
λέγουσι δὲ τῶν τοῦ θεοῦ χρημάτων συλήσαντα ἄνθρωπον, τὸν μὲν ὁμοῦ τῷ χρυσίῳ κατακρύψαντα ἔχειν αὑτὸν ἔνθα τοῦ Παρνασσοῦ μάλιστα ἦν συνεχὲς ὑπὸ ἀγρίων δένδρων, λύκον δὲ ἐπιθέσθαι οἱ καθεύδοντι, καὶ ἀποθανεῖν τε ὑπὸ τοῦ λύκου τὸν ἄνθρωπον καὶ ὡς ἐς τὴν πόλιν ὁσημέραι φοιτῶν ὠρύετο ὁ λύκος· ἐπεὶ δὲ οὐκ ἄνευ θεοῦ παραγίνεσθαί σφισιν ὑπελάμβανον, οὕτως ἐπακολουθοῦσι τῷ θηρίῳ, καὶ ἀνευρίσκουσί τε τὸ ἱερὸν χρυσίον καὶ ἀνέθεσαν λύκον τῷ θεῷ χαλκοῦν.
他们说,一个盗窃了神庙财宝的人带着黄金,隐藏在帕尔纳索斯山野树最茂密的地方。 那人熟睡时遭到了狼的袭击,被狼咬死。 此后,这只狼每天都跑到城里嚎叫;人们认为这绝非无神意而发生,于是便尾随这只野兽,终于找回了圣金,并向神献纳了一只青铜狼。

词汇与语法注释

  1. 10.14.1πελέκεις — “πελέκεις”(双刃斧)为复数形式,指献纳的多把双刃斧。这与后文解释的特涅斯传说及“特内多斯的斧头”这一俗语紧密相关。
  2. 10.14.2ταύτης οὖν προαποθανούσης — 这是一个独立属格结构,表示前妻普罗克勒亚的先逝。主句的主语“后来继娶的菲洛诺美”(ἡ ἐπεισελθοῦσα Φιλονόμη)与主动词“撒谎”(ψεύδεται)之间,被一个关于普罗克勒亚家族以及荷马史诗中卡勒托尔之死的长篇插入性关系从句所隔开。
  3. 10.14.3οὐ γὰρ τὸν πάντα ἔμελλε χρόνον ἀγνοήσειν ἀπατώμενος — 动词“ἔμελλε”(注定)支配将来时不定式“ἀγνοήσειν”(不知),而分词“ἀπατώμενος”(被欺骗)在此作为补充分词。该句表达了库克诺斯绝不会永远被蒙在鼓里的强烈必然性。
  4. 10.14.6ἀπώσασθαι ἂν τὸν θεὸν — 动词“ἡγοῦντο”(他们认为)后间接引语中带“ἄν”的不定式结构(ἀπώσασθαι ἂν)。这代表了原本表示虚拟过去的直说法过去时带“ἄν”(ἀπώσατο 顺,“神本来会拒绝”)在陈述动词后转化的不定式短语。

引用这一段

保萨尼亚斯, 希腊志 §10.14.1-10.14.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:10.14.1-10.14.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。