Humanitext Reader

パウサニアス · ギリシア案内記 §10.13.1-10.13.10

青銅のバイソン頭部とデルフォイの献納物

428 / 465 箇所 · ギリシア語

要旨

ペオニア王ドロピオンが献納したバイソンの青銅製頭部にまつわる解説とバイソンの狩猟法が述べられ、続いてデルポイの聖域にあるギリシア各地からの様々な献納物(神像、彫像群、宝庫、プラタイアの三脚釜など)が紹介される。

§10.13.1βίσωνος δὲ ταύρου τῶν Παιονικῶν χαλκοῦ πεποιημένην κεφαλὴν Δρωπίων Λέοντος ἔπεμψεν ἐς Δελφοὺς βασιλεὺς Παιόνων.
ペオニアの王、レオンの子ドロピオンが、ペオニアの雄牛(バイソン)のブロンズで作られた頭部をデルポイに送った。
οὗτοι οἱ βίσωνες χαλεπώτατοι θηρίων εἰσὶν ἁλίσκεσθαι ζῶντες, καὶ δίκτυα οὐκ ἂν οὕτω γένοιτο ἰσχυρὰ ὡς ἀντισχεῖν τῇ ἐμβολῇ.
これらのバイソンは、生け捕りにするのが野獣の中で最も困難であり、網もその突進に耐えられるほど強固なものにはなり得ない。
θηρεύονται δὲ οὗτοι τρόπον τοιόνδε.
彼らは次のような方法で狩られる。
ἐπειδὰν χωρίον οἱ ἀγρεύοντες πρανὲς εὕρωσι καθῆκον ἐς κοιλότητα, πρῶτα μὲν φράγματι ἰσχυρῷ πέριξ ὠχυρώσαντο, δεύτερον δὲ τὸ κάταντες καὶ τὸ περὶ τῷ πέρατι ὁμαλὸν αὐτοῦ νεοδάρτοις βύρσαις κατεστόρεσαν·
狩人たちは窪地へと下る傾斜地を見つけると、まず第一に、その周囲を頑丈な柵で固め、第二に、その斜面と、その端の平らな部分を剥ぎたての生皮で覆う。
ἢν δὲ τύχωσιν ἀποροῦντες βυρσῶν, τότε καὶ τὰ αὖα τῶν δερμάτων ὑπὸ ἐλαίου σφίσιν ὀλισθηρὰ ποιεῖται.
もし生皮が不足している場合には、乾燥した皮も油を用いて彼らのために滑りやすくされる。
§10.13.2τὸ δὲ ἐντεῦθεν οἱ μάλιστα ἱππεύειν ἀγαθοὶ συνελαύνουσιν ἐς τὸ εἰρημένον χωρίον τοὺς βίσωνας·
その次には、乗馬に最も優れた者たちが、言及された場所にバイソンたちを追い込む。
οἱ δὲ εὐθὺς ἐν ταῖς πρώταις τῶν βυρσῶν ὀλισθόντες κατὰ τοῦ πρανοῦς κυλίνδονται, ἕως κατενεχθῶσιν ἐς τὸ ὁμαλόν.
すると彼らは皮の最初の部分ですぐに滑り、斜面を転げ落ち、平らな場所まで運び落とされる。
ἐρριμμένοι δὲ ἐνταῦθα ἠμέληνται κατʼ ἀρχάς·
そこに投げ出された彼らは、初めのうちは放置される。
τετάρτῃ δὲ ἢ πέμπτῃ μάλιστα ἡμέρᾳ τῶν μὲν ἤδη τοῦ θυμοῦ τὸ πολὺ ὁ λιμὸς ἀφαιρεῖ καὶ ἡ ταλαιπωρία, οἱ δέ σφισιν, οἷς §10.13.3τέχνη τιθασεύειν, προσφέρουσιν ἔτι κειμένοις πίτυος τῆς ἡμέρου καρπὸν προεκλέξαντες ἐκ τῶν ἐλαχίστων ἐλύτρων·
しかし、だいたい4日目か5日目になると、飢えと疲弊が彼らから激しい気性の大部分をすでに奪い去っており、手懐ける技術を持つ者たちが、未だ横たわっている彼らに、栽培された松の実を、その最も細かな殻からあらかじめ選び出して差し出す。
ἑτέρας δὲ οὐκ ἂν τροφῆς τό γε παραυτίκα ἅψαιτο τὰ θηρία·
当面の間は、この獣たちは他の食物には決して触れようとしない。
τέλος δὲ διαλαβόντες δεσμοῖς ἄγουσι.
最後には、鎖でつなぎとめて連れて行く。
§10.13.4καὶ τοὺς μὲν τρόπον αἱροῦσι τὸν εἰρημένον, τοῦ βίσωνος δὲ τῆς κεφαλῆς καταντικρὺ τῆς χαλκῆς ἀνδριάς ἐστι θώρακά τε ἐνδεδυκὼς καὶ χλαμύδα ἐπὶ τῷ θώρακι·
そして、彼らは言及された方法で捕らえられる。 バイソンの青銅製の頭部の向かいには、胸甲を着て、その胸甲の上にクラミュスをまとった彫像がある。
Ἀνδρίων δὲ ἀνάθημα οἱ Δελφοὶ λέγουσιν Ἀνδρέα εἶναι τὸν οἰκιστήν.
デルポイの人々は、これをアンドロス島の人々の献納物であり、その創建者アンドレウスであると言っている。
τό τε ἄγαλμα τοῦ Ἀπόλλωνος καὶ Ἀθηνᾶς τε καὶ Ἀρτέμιδος Φωκέων ἀναθήματά ἐστιν ἀπὸ Θεσσαλῶν ὁμόρων τε—πλὴν ὅσον οἱ Λοκροὶ σφᾶς οἱ Ἐπικνημίδιοι διείργουσι—καὶ ἀεὶ πολεμίων ὄντων.
アポロン、アテナ、アルテミスの像は、フォキス人による献納物であり、隣国であり――エピクネミディオス・ロクリス人が彼らを隔てている点を除けば――常に敵対関係にあるテッサリア人から得た戦利品によるものである。
§10.13.5ἀνέθεσαν δὲ καὶ οἱ ἐν Φαρσάλῳ Θεσσαλοὶ καὶ Μακεδόνων οἱ ὑπὸ τῇ Πιερίᾳ πόλιν Δῖον οἰκοῦντες Κυρηναῖοί τε τοῦ Ἑλληνικοῦ τοῦ ἐν Λιβύῃ, οὗτοι μὲν τὸ ἅρμα καὶ ἐπὶ τῷ ἅρματι ἄγαλμα Ἄμμωνος, Μακεδόνες δὲ οἱ ἐν Δίῳ τὸν Ἀπόλλωνα ὃς εἰλημμένος ἐστὶ τῆς ἐλάφου, Φαρσάλιοι δὲ Ἀχιλλέα τε ἐπὶ ἵππῳ καὶ ὁ Πάτροκλος συμπαραθεῖ οἱ τῷ ἵππῳ.
また、ファルサロスのテッサリア人や、ピエリアの麓の都市ディオンに住むマケドニア人、リビアのギリシア人であるキュレネ人も献納を行った。 キュレネ人は戦車と、その戦車の上にアモンの像を、ディオンのマケドニア人は雌鹿を掴んでいるアポロンを、ファルサロス人は馬に乗ったアキレウスと、その馬に並んで走るパトロクロスを献納した。
Κορίνθιοι δὲ οἱ Δωριεῖς ᾠκοδόμησαν θησαυρὸν καὶ οὗτοι·
ドリス人であるコリントス人もまた、宝庫を建てた。
§10.13.6καὶ ὁ χρυσὸς ὁ ἐκ Λυδῶν ἀνέκειτο ἐνταῦθα.
そしてリュディア人から贈られた金はそこに置かれていた。
τὸ δὲ ἄγαλμα τοῦ Ἡρακλέους ἀνάθημά ἐστι Θηβαίων, ὅτε Φωκεῦσιν ἐπολέμησαν τὸν ἱερὸν καλούμενον πόλεμον.
ヘラクレスの像は、いわゆる神聖戦争でフォキス人と戦った際、テーバイ人が献納したものである。
εἰσὶ καὶ εἰκόνες χαλκαῖ Φωκέων ἀναθέντων, ἡνίκα δευτέρᾳ συμβολῇ τὸ ἱππικὸν ἐτρέψαντο τὸ ἐκ Θεσσαλίας.
フォキス人が、二度目の衝突においてテッサリアの騎兵を敗走させたときに献納したブロンズの像もある。
Φλιάσιοι δὲ ἐκόμισαν ἐς Δελφοὺς Δία τε χαλκοῦν καὶ ὁμοῦ τῷ Διὶ ἄγαλμα Αἰγίνης.
プリアシオス人はブロンズのゼウスと、そのゼウスとともにアイギナの像をデルポイに運んだ。
ἐκ δὲ Μαντινείας τῆς Ἀρκάδων Ἀπόλλων χαλκοῦς ἐστιν ἀνάθημα·
アルカディアのマンティネイアからのブロンズのアポロンも献納物である。
οὗτος οὐ πόρρω τοῦ Κορινθίων ἐστὶ θησαυροῦ.
これはコリントス人の宝庫から遠くない場所にある。
§10.13.7Ἡρακλῆς δὲ καὶ Ἀπόλλων ἔχονται τοῦ τρίποδος καὶ ἐς μάχην περὶ αὐτοῦ καθίστανται·
ヘラクレスとアポロンは三脚釜を掴み合っており、それをめぐる争いに突入しようとしている。
Λητὼ μὲν δὴ καὶ Ἄρτεμις Ἀπόλλωνα, Ἀθηνᾶ δὲ Ἡρακλέα ἐπέχουσι τοῦ θυμοῦ.
レトとアルテミスはアポロンを、アテナはヘラクレスを引き留めて、彼らの怒りを宥めている。
Φωκέων καὶ τοῦτό ἐστιν ἀνάθημα, ὅτε σφίσιν ἐπὶ τοὺς Θεσσαλοὺς Τελλίας ἡγήσατο Ἠλεῖος.
これもまたフォキス人による献納物であり、エリス人のテリアスが彼らを率いてテッサリア人と戦った時のものである。
τὰ μὲν δὴ ἄλλα ἀγάλματα Δίυλλός τε ἐν κοινῷ καὶ Ἀμυκλαῖος, τὴν δὲ Ἀθηνᾶν καὶ Ἄρτεμιν Χίονίς ἐστιν εἰργασμένος·
他の彫像はディウロスとアミュクライオスが共同で、アテナとアルテミスはヒオニスが制作した。
Κορινθίους δὲ εἶναί φασιν αὐτούς.
彼らはコリントス人であると言されている。
§10.13.8λέγεται δὲ ὑπὸ Δελφῶν Ἡρακλεῖ τῷ Ἀμφιτρύωνος ἐλθόντι ἐπὶ τὸ χρηστήριον τὴν πρόμαντιν Ξενόκλειαν οὐκ ἐθελῆσαί οἱ χρᾶν διὰ τοῦ Ἰφίτου τὸν φόνον·
デルポイの人々が語るには、アムピトリュオンの子ヘラクレスが神託所にやって来た時、プロマンティスのクセノクレイアはイピトスの殺害を理由に彼に神託を与えることを拒んだ。
τὸν δὲ ἀράμενον τὸν τρίποδα ἐκ τοῦ ναοῦ φέρειν ἔξω, εἰπεῖν τε δὴ τὴν πρόμαντιν·
そのため、彼は三脚釜を持ち上げて神殿の外へと運び出し、するとプロマンティスは言った。
" ἄλλος ἄρʼ Ἡρακλέης Τιρύνθιος, οὐχὶ Κανωβεύς·
"なるほど、もう一人のティリュンスのヘラクレスであり、カノボスの者ではない。
" πρότερον γὰρ ἔτι ὁ Αἰγύπτιος Ἡρακλῆς ἀφίκετο ἐς Δελφούς.
"というのも、それよりも以前に、エジプトのヘラクレスがデルポイを訪れていたからである。
τότε δὲ ὁ Ἀμφιτρύωνος τόν τε τρίποδα ἀποδίδωσι τῷ Ἀπόλλωνι καὶ παρὰ τῆς Ξενοκλείας ὁπόσα ἐδεῖτο ἐδιδάχθη.
その時、アムピトリュオンの子は三脚釜をアポロンに返却し、クセノクレイアから求めていたことすべてを教えられた。
παραδεξάμενοι δὲ οἱ ποιηταὶ τὸν λόγον μάχην Ἡρακλέους πρὸς Ἀπόλλωνα ὑπὲρ τρίποδος ᾄδουσιν.
詩人たちはこの話を取り入れて、三脚釜をめぐるヘラクレスとアポロンの戦いを歌っている。
§10.13.9ἐν κοινῷ δὲ ἀνέθεσαν ἀπὸ ἔργου τοῦ Πλαταιᾶσιν οἱ Ἕλληνες χρυσοῦν τρίποδα δράκοντι ἐπικείμενον χαλκῷ.
ギリシア人たちはプラタイアでの戦いの成果から、共同で、ブロンズの蛇の上に載った黄金の三脚釜を献納した。
ὅσον μὲν δὴ χαλκὸς ἦν τοῦ ἀναθήματος, σῶον καὶ ἐς ἐμὲ ἔτι ἦν·
献納物のうちブロンズの部分に関しては、私の時代にいたるまで無傷で残っていた。
οὐ μέντοι κατὰ τὰ αὐτὰ καὶ τὸν χρυσὸν οἱ Φωκέων ὑπελίποντο ἡγεμόνες.
しかしながら、フォキス人の指導者たちは黄金に関しても同様に残しておくことはしなかった。
§10.13.10Ταραντῖνοι δὲ καὶ ἄλλην δεκάτην ἐς Δελφοὺς ἀπὸ βαρβάρων Πευκετίων ἀπέστειλαν·
タラスの人々は、バルバロイであるペウケティオス人から得た戦利品のまた別の十分の一をデルポイに送った。
τέχνη μὲν τὰ ἀναθήματα Ὀνάτα τοῦ Αἰγινήτου καὶ Ἀγελάδα ἐστὶ τοῦ Ἀργείου, εἰκόνες δὲ καὶ πεζῶν καὶ ἱππέων, βασιλεὺς Ἰαπύγων Ὦπις ἥκων τοῖς Πευκετίοις σύμμαχος.
これらの献納物はアイギナのオナタスとアルゴスのアゲラダスの作品であり、歩兵と騎兵の像、およびペウケティオス人の同盟者として救援に来たヤピュクス人の王オピスである。
οὗτος μὲν δὴ εἴκασται τεθνεῶτι ἐν τῇ μάχῃ, οἱ δὲ αὐτῷ κειμένῳ ἐφεστηκότες ὁ ἥρως Τάρας ἐστὶ καὶ Φάλανθος ὁ ἐκ Λακεδαίμονος, καὶ οὐ πόρρω τοῦ Φαλάνθου δελφίς·
このオピスは戦いで死んでいる様子に作られており、横たわる彼の傍らに立っているのは、英雄タラスとラケダイモン出身のパラントスであり、パラントスから遠くないところにイルカがある。
πρὶν γὰρ δὴ ἐς Ἰταλίαν ἀφικέσθαι, ναυαγίᾳ τε ἐν τῷ πελάγει τῷ Κρισαίῳ τὸν Φάλανθον χρήσασθαι καὶ ὑπὸ δελφῖνος ἐκκομισθῆναί φασιν ἐς τὴν γῆν.
というのも、パラントスがイタリアに到着する前に、クリサ湾の海で難破に遭い、イルカによって陸へと運ばれたと言われているからである。

語釈・文法注

  1. 10.13.1ἁλίσκεσθαι — 形容詞の最上級 `χαλεπώτατοι` を修飾する「限定(観点)の不定詞」で、「生け捕りにする(捕らえられる)のに極めて困難である」の意。主語 `οὗτοι οἱ βίσωνες` は不定詞の意味上の主語ではなく、受動の動作対象(目的語)である。
  2. 10.13.2οἱ δέ σφισιν, οἷς — 文主語である `οἱ δέ`(手なづける人々)の直後に関係節 `οἷς τέχνη τιθασεύειν` が挿入され、述語動詞 `προσφέρουσιν`(10.13.3)まで離隔している。`σφισιν` は与格(間接目的語)で、主節の動作対象である「野牛たち」を指す間接再帰代名詞である。
  3. 10.13.8ἄλλος ἄρʼ Ἡρακλέης — 小辞 `ἄρα`(ここでは `ἄρʼ`)は、新しく意外な事実を悟った際の発見や驚きを表し、「なるほど(今まで思っていたのとは違う)もう一人のヘラクレスだったのか」という女預言者の気づきを表現している。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §10.13.1-10.13.10. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:10.13.1-10.13.10

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。