§10.13.1βίσωνος δὲ ταύρου τῶν Παιονικῶν χαλκοῦ πεποιημένην κεφαλὴν Δρωπίων Λέοντος ἔπεμψεν ἐς Δελφοὺς βασιλεὺς Παιόνων.
Dropion, son of Leon, king of the Paeonians, sent to Delphi a bronze head of a bison, a Paeonian bull.
οὗτοι οἱ βίσωνες χαλεπώτατοι θηρίων εἰσὶν ἁλίσκεσθαι ζῶντες, καὶ δίκτυα οὐκ ἂν οὕτω γένοιτο ἰσχυρὰ ὡς ἀντισχεῖν τῇ ἐμβολῇ.
These bisons are the most difficult of wild beasts to capture alive, and no nets could be so strong as to withstand their charge.
θηρεύονται δὲ οὗτοι τρόπον τοιόνδε.
They are hunted in the following manner.
ἐπειδὰν χωρίον οἱ ἀγρεύοντες πρανὲς εὕρωσι καθῆκον ἐς κοιλότητα, πρῶτα μὲν φράγματι ἰσχυρῷ πέριξ ὠχυρώσαντο, δεύτερον δὲ τὸ κάταντες καὶ τὸ περὶ τῷ πέρατι ὁμαλὸν αὐτοῦ νεοδάρτοις βύρσαις κατεστόρεσαν· ἢν δὲ τύχωσιν ἀποροῦντες βυρσῶν, τότε καὶ τὰ αὖα τῶν δερμάτων ὑπὸ ἐλαίου σφίσιν ὀλισθηρὰ ποιεῖται.
When the hunters find a sloping ground descending into a hollow, first they secure it all round with a strong fence, and secondly they cover the slope and the level ground near its end with freshly flayed hides; and if they happen to lack hides, they make even dry skins slippery for themselves by means of oil.
§10.13.2τὸ δὲ ἐντεῦθεν οἱ μάλιστα ἱππεύειν ἀγαθοὶ συνελαύνουσιν ἐς τὸ εἰρημένον χωρίον τοὺς βίσωνας· οἱ δὲ εὐθὺς ἐν ταῖς πρώταις τῶν βυρσῶν ὀλισθόντες κατὰ τοῦ πρανοῦς κυλίνδονται, ἕως κατενεχθῶσιν ἐς τὸ ὁμαλόν.
After this, those who are best at horsemanship drive the bisons into the designated place; and they, slipping immediately on the very first hides, roll down the slope until they are carried down to the flat ground.
ἐρριμμένοι δὲ ἐνταῦθα ἠμέληνται κατʼ ἀρχάς· τετάρτῃ δὲ ἢ πέμπτῃ μάλιστα ἡμέρᾳ τῶν μὲν ἤδη τοῦ θυμοῦ τὸ πολὺ ὁ λιμὸς ἀφαιρεῖ καὶ ἡ ταλαιπωρία, οἱ δέ σφισιν, οἷς §10.13.3τέχνη τιθασεύειν, προσφέρουσιν ἔτι κειμένοις πίτυος τῆς ἡμέρου καρπὸν προεκλέξαντες ἐκ τῶν ἐλαχίστων ἐλύτρων·
Cast down there, they are neglected at first; but on about the fourth or fifth day, hunger and exhaustion have already removed most of their spirit, and those whose art it is to tame them offer to them, while they are still lying there, and the fruit of the cultivated pine, having first selected it from the smallest husks.
ἑτέρας δὲ οὐκ ἂν τροφῆς τό γε παραυτίκα ἅψαιτο τὰ θηρία· τέλος δὲ διαλαβόντες δεσμοῖς ἄγουσι.
For the time being at least, the beasts would not touch any other food; finally, they secure them with bonds and lead them away.
§10.13.4καὶ τοὺς μὲν τρόπον αἱροῦσι τὸν εἰρημένον, τοῦ βίσωνος δὲ τῆς κεφαλῆς καταντικρὺ τῆς χαλκῆς ἀνδριάς ἐστι θώρακά τε ἐνδεδυκὼς καὶ χλαμύδα ἐπὶ τῷ θώρακι· Ἀνδρίων δὲ ἀνάθημα οἱ Δελφοὶ λέγουσιν Ἀνδρέα εἶναι τὸν οἰκιστήν.
And while they capture them in the manner described, opposite the bronze head of the bison is a statue clad in a breastplate with a chlamys over the breastplate; the Delphians say it is a dedicatory offering of the Andrians, representing Andreas, their founder.
τό τε ἄγαλμα τοῦ Ἀπόλλωνος καὶ Ἀθηνᾶς τε καὶ Ἀρτέμιδος Φωκέων ἀναθήματά ἐστιν ἀπὸ Θεσσαλῶν ὁμόρων τε—πλὴν ὅσον οἱ Λοκροὶ σφᾶς οἱ Ἐπικνημίδιοι διείργουσι—καὶ ἀεὶ πολεμίων ὄντων.
The statues of Apollo, Athena, and Artemis are dedicatory offerings of the Phocians, taken from the Thessalians, who are their neighbors—except in so far as the Epicnemidian Locrians separate them—and are always hostile.
§10.13.5ἀνέθεσαν δὲ καὶ οἱ ἐν Φαρσάλῳ Θεσσαλοὶ καὶ Μακεδόνων οἱ ὑπὸ τῇ Πιερίᾳ πόλιν Δῖον οἰκοῦντες Κυρηναῖοί τε τοῦ Ἑλληνικοῦ τοῦ ἐν Λιβύῃ, οὗτοι μὲν τὸ ἅρμα καὶ ἐπὶ τῷ ἅρματι ἄγαλμα Ἄμμωνος, Μακεδόνες δὲ οἱ ἐν Δίῳ τὸν Ἀπόλλωνα ὃς εἰλημμένος ἐστὶ τῆς ἐλάφου, Φαρσάλιοι δὲ Ἀχιλλέα τε ἐπὶ ἵππῳ καὶ ὁ Πάτροκλος συμπαραθεῖ οἱ τῷ ἵππῳ.
Dedications were also made by the Thessalians of Pharsalus, by the Macedonians who inhabit the city of Dium under Pieria, and by the Cyrenaeans of the Greek race in Libya; the latter dedicated the chariot and upon the chariot a statue of Ammon, the Macedonians of Dium dedicated the Apollo who is grasping the hind, and the Pharsalians dedicated Achilles on horseback, with Patroclus running beside the horse.
Κορίνθιοι δὲ οἱ Δωριεῖς ᾠκοδόμησαν θησαυρὸν καὶ οὗτοι· §10.13.6καὶ ὁ χρυσὸς ὁ ἐκ Λυδῶν ἀνέκειτο ἐνταῦθα.
The Corinthians of the Dorian race also built a treasury; and the gold from the Lydians was deposited there.
τὸ δὲ ἄγαλμα τοῦ Ἡρακλέους ἀνάθημά ἐστι Θηβαίων, ὅτε Φωκεῦσιν ἐπολέμησαν τὸν ἱερὸν καλούμενον πόλεμον.
The statue of Heracles is a dedicatory offering of the Thebans, from when they fought the Phocians in the war called Sacred.
εἰσὶ καὶ εἰκόνες χαλκαῖ Φωκέων ἀναθέντων, ἡνίκα δευτέρᾳ συμβολῇ τὸ ἱππικὸν ἐτρέψαντο τὸ ἐκ Θεσσαλίας.
There are also bronze statues dedicated by the Phocians, when in the second encounter they routed the cavalry from Thessaly.
Φλιάσιοι δὲ ἐκόμισαν ἐς Δελφοὺς Δία τε χαλκοῦν καὶ ὁμοῦ τῷ Διὶ ἄγαλμα Αἰγίνης.
The Phliasians brought to Delphi a bronze Zeus, and along with the Zeus a statue of Aegina.
ἐκ δὲ Μαντινείας τῆς Ἀρκάδων Ἀπόλλων χαλκοῦς ἐστιν ἀνάθημα· οὗτος οὐ πόρρω τοῦ Κορινθίων ἐστὶ θησαυροῦ.
From Mantinea in Arcadia there is a bronze Apollo as a dedicatory offering; this is not far from the treasury of the Corinthians.
§10.13.7Ἡρακλῆς δὲ καὶ Ἀπόλλων ἔχονται τοῦ τρίποδος καὶ ἐς μάχην περὶ αὐτοῦ καθίστανται· Λητὼ μὲν δὴ καὶ Ἄρτεμις Ἀπόλλωνα, Ἀθηνᾶ δὲ Ἡρακλέα ἐπέχουσι τοῦ θυμοῦ.
Heracles and Apollo are grasping the tripod and entering into a struggle for it; Leto and Artemis restrain Apollo, and Athena restrains Heracles from his anger.
Φωκέων καὶ τοῦτό ἐστιν ἀνάθημα, ὅτε σφίσιν ἐπὶ τοὺς Θεσσαλοὺς Τελλίας ἡγήσατο Ἠλεῖος.
This also is a dedicatory offering of the Phocians, from when Tellias of Elis led them against the Thessalians.
τὰ μὲν δὴ ἄλλα ἀγάλματα Δίυλλός τε ἐν κοινῷ καὶ Ἀμυκλαῖος, τὴν δὲ Ἀθηνᾶν καὶ Ἄρτεμιν Χίονίς ἐστιν εἰργασμένος· Κορινθίους δὲ εἶναί φασιν αὐτούς.
The other statues indeed were made jointly by Diyllus and Amyclaeus, but the Athena and Artemis were wrought by Chionis; they say that these artists were Corinthians.
§10.13.8λέγεται δὲ ὑπὸ Δελφῶν Ἡρακλεῖ τῷ Ἀμφιτρύωνος ἐλθόντι ἐπὶ τὸ χρηστήριον τὴν πρόμαντιν Ξενόκλειαν οὐκ ἐθελῆσαί οἱ χρᾶν διὰ τοῦ Ἰφίτου τὸν φόνον· τὸν δὲ ἀράμενον τὸν τρίποδα ἐκ τοῦ ναοῦ φέρειν ἔξω, εἰπεῖν τε δὴ τὴν πρόμαντιν· "
ἄλλος ἄρʼ Ἡρακλέης Τιρύνθιος, οὐχὶ Κανωβεύς·
It is said by the Delphians that when Heracles, the son of Amphitryon, came to the oracle, the prophetess Xenoclea refused to give him an oracle because of the murder of Iphitus; but he, lifting up the tripod, carried it out of the temple, whereupon the prophetess said: "Another Heracles then, the Tirynthian, not the Canobian; "for even earlier the Egyptian Heracles had arrived at Delphi.
"
πρότερον γὰρ ἔτι ὁ Αἰγύπτιος Ἡρακλῆς ἀφίκετο ἐς Δελφούς. τότε δὲ ὁ Ἀμφιτρύωνος τόν τε τρίποδα ἀποδίδωσι τῷ Ἀπόλλωνι καὶ παρὰ τῆς Ξενοκλείας ὁπόσα ἐδεῖτο ἐδιδάχθη.
On that occasion the son of Amphitryon returned the tripod to Apollo and was instructed by Xenoclea in all that he required.
παραδεξάμενοι δὲ οἱ ποιηταὶ τὸν λόγον μάχην Ἡρακλέους πρὸς Ἀπόλλωνα ὑπὲρ τρίποδος ᾄδουσιν.
The poets, having adopted the story, sing of the fight of Heracles with Apollo for the tripod.
§10.13.9ἐν κοινῷ δὲ ἀνέθεσαν ἀπὸ ἔργου τοῦ Πλαταιᾶσιν οἱ Ἕλληνες χρυσοῦν τρίποδα δράκοντι ἐπικείμενον χαλκῷ.
The Greeks dedicated in common, from the spoils of the deed at Plataea, a golden tripod resting on a bronze serpent.
ὅσον μὲν δὴ χαλκὸς ἦν τοῦ ἀναθήματος, σῶον καὶ ἐς ἐμὲ ἔτι ἦν· οὐ μέντοι κατὰ τὰ αὐτὰ καὶ τὸν χρυσὸν οἱ Φωκέων ὑπελίποντο ἡγεμόνες.
So much of the offering as was bronze was still preserved even to my time; however, the leaders of the Phocians did not leave the gold in the same condition.
§10.13.10Ταραντῖνοι δὲ καὶ ἄλλην δεκάτην ἐς Δελφοὺς ἀπὸ βαρβάρων Πευκετίων ἀπέστειλαν· τέχνη μὲν τὰ ἀναθήματα Ὀνάτα τοῦ Αἰγινήτου καὶ Ἀγελάδα ἐστὶ τοῦ Ἀργείου, εἰκόνες δὲ καὶ πεζῶν καὶ ἱππέων, βασιλεὺς Ἰαπύγων Ὦπις ἥκων τοῖς Πευκετίοις σύμμαχος.
The Tarentines sent to Delphi yet another tithe from the barbarian Peucetians; the offerings are the work of Onatas of Aegina and Ageladas of Argos, consisting of statues of both infantry and cavalry, and of Opis, king of the Iapygians, who had come as an ally to the Peucetians.
οὗτος μὲν δὴ εἴκασται τεθνεῶτι ἐν τῇ μάχῃ, οἱ δὲ αὐτῷ κειμένῳ ἐφεστηκότες ὁ ἥρως Τάρας ἐστὶ καὶ Φάλανθος ὁ ἐκ Λακεδαίμονος, καὶ οὐ πόρρω τοῦ Φαλάνθου δελφίς· πρὶν γὰρ δὴ ἐς Ἰταλίαν ἀφικέσθαι, ναυαγίᾳ τε ἐν τῷ πελάγει τῷ Κρισαίῳ τὸν Φάλανθον χρήσασθαι καὶ ὑπὸ δελφῖνος ἐκκομισθῆναί φασιν ἐς τὴν γῆν.
He is represented as having been killed in the battle, and standing over him as he lies are the hero Taras and Phalanthus of Lacedaemon, and not far from Phalanthus a dolphin; for they say that before Phalanthus arrived in Italy, he suffered shipwreck in the Crisaean Sea and was brought ashore by a dolphin.