§10.12.1πέτρα δέ ἐστιν ἀνίσχουσα ὑπὲρ τῆς γῆς·
地上に突き出た岩がある。
ἐπὶ ταύτῃ Δελφοὶ στᾶσάν φασιν ᾆσαι τοὺς χρησμοὺς γυναῖκα ὄνομα Ἡροφίλην, Σίβυλλαν δὲ ἐπίκλησιν.
この岩の上に立ち、ヘロフィレという名で、呼び名はシビュラという女性が神託を歌った、とデルフォイの人々は言っている。
τὴν δὲ πρότερον γενομένην, ταύτην ταῖς μάλιστα ὁμοίως οὖσαν ἀρχαίαν εὕρισκον, ἣν θυγατέρα Ἕλληνες Διὸς καὶ Λαμίας τῆς Ποσειδῶνός φασιν εἶναι, καὶ χρησμούς τε αὐτὴν γυναικῶν πρώτην ᾆσαι καὶ ὑπὸ τῶν Λιβύων Σίβυλλαν λέγουσιν ὀνομασθῆναι.
これより以前に生まれた(もう一人の)シビュラについては、これが他の最も古い者たちと同じくらい古代の者であると私は知った。 ギリシア人たちは、彼女がゼウスと、ポセイドンの娘であるラミアとの娘であると言い、彼女が女性の中で最初に神託を歌い、リビア人たちによってシビュラと名付けられたと言っている。
§10.12.2ἡ δὲ Ἡροφίλη νεωτέρα μὲν ἐκείνης, φαίνεται δὲ ὅμως πρὸ τοῦ πολέμου γεγονυῖα καὶ αὕτη τοῦ Τρωικοῦ, καὶ Ἑλένην τε προεδήλωσεν ἐν τοῖς χρησμοῖς, ὡς ἐπʼ ὀλέθρῳ τῆς Ἀσίας καὶ Εὐρώπης τραφήσοιτο ἐν Σπάρτῃ, καὶ ὡς Ἴλιον ἁλώσεται διʼ αὐτὴν ὑπὸ Ἑλλήνων.
一方、ヘロフィレは彼女よりも若いが、それでも彼女自身もトロイア戦争以前に生まれていたことは明らかであり、神託の中で、ヘレネがアジアとヨーロッパの破滅のためにスパルタで育てられるであろうこと、そして彼女のためにイリオンがギリシア人によって攻略されるであろうことをあらかじめ示していた。
Δήλιοι δὲ καὶ ὕμνον μέμνηνται τῆς γυναικὸς ἐς Ἀπόλλωνα.
また、デロス島の人々は、この女性のアポロンに対する賛歌を記憶している。
καλεῖ δὲ οὐχ Ἡροφίλην μόνον ἀλλὰ καὶ Ἄρτεμιν ἐν τοῖς ἔπεσιν αὑτήν, καὶ Ἀπόλλωνος γυνὴ γαμετή, τοτὲ δὲ ἀδελφὴ καὶ αὖθις θυγάτηρ φησὶν εἶναι.
彼女は詩の中で、自分をヘロフィレと呼ぶだけでなく、アルテミスとも呼んでおり、アポロンの妻であると言ったり、あるときは姉妹、またあるときは娘であると言ったりしている。
§10.12.3ταῦτα μὲν δὴ μαινομένη τε καὶ ἐκ τοῦ θεοῦ κάτοχος πεποίηκεν·
これらは確かに、彼女が狂気し、神に憑りつかれた状態で詠んだものである。
ἑτέρωθι δὲ εἶπε τῶν χρησμῶν ὡς μητρὸς μὲν ἀθανάτης εἴη μιᾶς τῶν ἐν Ἴδῃ νυμφῶν, πατρὸς δὲ ἀνθρώπου, καὶ οὕτω λέγει τὰ ἔπη·
しかし、神託の別の場所で、彼女は自分の母がイデ山のニンフの一人である不死の者であり、父は人間であると述べており、詩は次のように語っている。
"
εἰμὶ δʼ ἐγὼ γεγαυῖα μέσον θνητοῦ τε θεᾶς τε,
νύμφης ἀθανάτης, πατρὸς δʼ αὖ κητοφάγοιο,
μητρόθεν Ἰδογενής, πατρὶς δέ μοί ἐστιν ἐρυθρή
Μάρπησσος, μητρὸς ἱερή, ποταμός τʼ Ἀιδωνεύς. "
"私は、凡人と女神、すなわち不死のニンフと、もう一方は魚を食らう父との間に生まれた者であり、母方はイデの生まれ、私の故郷は、母に捧げられた神聖な、赤きマルペッソスと、アイドネウス川である。
§10.12.4ἦν δὲ ἔτι καὶ νῦν ἐν τῇ Ἴδῃ τῇ Τρωικῇ πόλεως Μαρπήσσου τὰ ἐρείπια καὶ ἐν αὐτοῖς οἰκήτορες ὅσον ἑξήκοντα ἄνθρωποι·
"トロイアのイデ山には、今でもなおマルペッソスの街の遺跡があり、その中にはおよそ60人の住民が住んでいる。
ὑπέρυθρος δὲ πᾶσα ἡ περὶ τὴν Μάρπησσον γῆ καὶ δεινῶς ἐστιν αὐχμώδης, ὥστε καὶ τῷ Ἀϊδωνεῖ ποταμῷ καταδύεσθαί τε ἐς τὴν χώραν καὶ ἀνασχόντι τὸ αὐτὸ αὖθις πάσχειν, τέλος δὲ καὶ ἀφανίζεσθαι κατὰ τῆς γῆς, αἴτιον ἐμοὶ δοκεῖν ἐστιν ὅτι λεπτή τε κατὰ τοῦτο καὶ σηραγγώδης ἐστὶν ἡ Ἴδη.
マルペッソスの周辺の土地はすべて赤みがかっており、ひどく乾燥しているため、アイドネウス川も大地へと潜り込み、再び地上に現れてもまた同じ状態になり、最後には地中に消え去ってしまう。 私の見解では、その原因は、この場所のイデ山が薄く、かつ空洞が多いことにある。
ἀπέχει δὲ Ἀλεξανδρείας τῆς ἐν τῇ Τρῳάδι τεσσαράκοντα ἡ Μάρπησσος καὶ διακόσια στάδια.
マルペッソスは、トロアス地方のアレクサンドリアから240スタディオン離れている。
§10.12.5τὴν δὲ Ἡροφίλην οἱ ἐν τῇ Ἀλεξανδρείᾳ ταύτῃ νεωκόρον τε τοῦ Ἀπόλλωνος γενέσθαι τοῦ Σμινθέως καὶ ἐπὶ τῷ ὀνείρατι τῷ Ἑκάβης χρῆσαί φασιν αὐτὴν ἃ δὴ καὶ ἐπιτελεσθέντα ἴσμεν.
このアレクサンドリアの人々は、ヘロフィレがスミンテウス・アポロンの神殿守となり、ヘカベの夢に対して、まさに実現したと私たちが知っているような神託を下した、と言っている。
αὕτη ἡ Σίβυλλα ᾤκησε μὲν τὸ πολὺ τοῦ βίου ἐν Σάμῳ, ἀφίκετο δὲ καὶ ἐς Κλάρον τὴν Κολοφωνίων καὶ ἐς Δῆλόν τε καὶ ἐς Δελφούς·
このシビュラは、生涯の大部分をサモス島で暮らしたが、コロフォンのクラロス、デロス、およびデルフォイにもやって来た。
ὁπότε δὲ ἀφίκοιτο, ἐπὶ ταύτης ἱσταμένη τῆς πέτρας ᾖδε.
そして彼女は、やって来るたびに、この岩の上に立って歌っていた。