Humanitext Reader

保萨尼亚斯 · 希腊志 §10.12.1-10.12.5

德尔斐的西比拉岩石与赫罗菲莱的传说

第 426 段,共 465 段 · 希腊语

内容简介

保萨尼亚斯记述了在德尔斐岩石上吟唱神谕的女预言家赫罗菲莱(西比拉)及其前代西比拉,解释了她的出身、诗句以及特罗阿斯地区马尔佩索斯的土地特性。

§10.12.1πέτρα δέ ἐστιν ἀνίσχουσα ὑπὲρ τῆς γῆς· ἐπὶ ταύτῃ Δελφοὶ στᾶσάν φασιν ᾆσαι τοὺς χρησμοὺς γυναῖκα ὄνομα Ἡροφίλην, Σίβυλλαν δὲ ἐπίκλησιν.
有一块岩石高耸于地面之上;德尔斐人说,曾有一位名叫赫罗菲莱、别名西比拉的女子站在这块岩石上吟唱神谕。
τὴν δὲ πρότερον γενομένην, ταύτην ταῖς μάλιστα ὁμοίως οὖσαν ἀρχαίαν εὕρισκον, ἣν θυγατέρα Ἕλληνες Διὸς καὶ Λαμίας τῆς Ποσειδῶνός φασιν εἶναι, καὶ χρησμούς τε αὐτὴν γυναικῶν πρώτην ᾆσαι καὶ ὑπὸ τῶν Λιβύων Σίβυλλαν λέγουσιν ὀνομασθῆναι.
至于在她之前出世的那位西比拉,我发现她与最古老的人们同样古老,希腊人说她是宙斯与波塞冬之女拉米亚的女儿,并说她是女性中第一个吟唱神谕的,且被利比亚人命名为西比拉。
§10.12.2ἡ δὲ Ἡροφίλη νεωτέρα μὲν ἐκείνης, φαίνεται δὲ ὅμως πρὸ τοῦ πολέμου γεγονυῖα καὶ αὕτη τοῦ Τρωικοῦ, καὶ Ἑλένην τε προεδήλωσεν ἐν τοῖς χρησμοῖς, ὡς ἐπʼ ὀλέθρῳ τῆς Ἀσίας καὶ Εὐρώπης τραφήσοιτο ἐν Σπάρτῃ, καὶ ὡς Ἴλιον ἁλώσεται διʼ αὐτὴν ὑπὸ Ἑλλήνων.
而赫罗菲莱虽然比那一位年轻,但显然她也生活在特洛伊战争之前,并在神谕中预言海伦将在斯巴达被抚养长大,从而给亚洲和欧洲带来毁灭,且伊利翁将因她而被希腊人攻陷。
Δήλιοι δὲ καὶ ὕμνον μέμνηνται τῆς γυναικὸς ἐς Ἀπόλλωνα.
提洛人还记得这位女子写给阿波罗的赞歌。
καλεῖ δὲ οὐχ Ἡροφίλην μόνον ἀλλὰ καὶ Ἄρτεμιν ἐν τοῖς ἔπεσιν αὑτήν, καὶ Ἀπόλλωνος γυνὴ γαμετή, τοτὲ δὲ ἀδελφὴ καὶ αὖθις θυγάτηρ φησὶν εἶναι.
她在诗句中不仅称自己为赫罗菲莱,还称自己为阿耳忒弥斯,并说自己是阿波罗的嫡妻,有时是他的姐妹,有时又是他的女儿。
§10.12.3ταῦτα μὲν δὴ μαινομένη τε καὶ ἐκ τοῦ θεοῦ κάτοχος πεποίηκεν· ἑτέρωθι δὲ εἶπε τῶν χρησμῶν ὡς μητρὸς μὲν ἀθανάτης εἴη μιᾶς τῶν ἐν Ἴδῃ νυμφῶν, πατρὸς δὲ ἀνθρώπου, καὶ οὕτω λέγει τὰ ἔπη· " εἰμὶ δʼ ἐγὼ γεγαυῖα μέσον θνητοῦ τε θεᾶς τε, νύμφης ἀθανάτης, πατρὸς δʼ αὖ κητοφάγοιο, μητρόθεν Ἰδογενής, πατρὶς δέ μοί ἐστιν ἐρυθρή Μάρπησσος, μητρὸς ἱερή, ποταμός τʼ Ἀιδωνεύς. "
这些诗句确实是她在疯狂且被神附身的状态下创作的;但在神谕的另一处,她说她的母亲是一位不朽者,是伊达山上的宁芙之一,而父亲是凡人,诗句这样写道: “我诞生于凡人与女神之间,母亲是不朽的宁芙,父亲则是食鱼的凡人,母系是伊达之裔,我的家乡是赤红的马尔佩索斯,那是献给母亲的圣地,还有艾多纽斯河。
§10.12.4ἦν δὲ ἔτι καὶ νῦν ἐν τῇ Ἴδῃ τῇ Τρωικῇ πόλεως Μαρπήσσου τὰ ἐρείπια καὶ ἐν αὐτοῖς οἰκήτορες ὅσον ἑξήκοντα ἄνθρωποι· ὑπέρυθρος δὲ πᾶσα ἡ περὶ τὴν Μάρπησσον γῆ καὶ δεινῶς ἐστιν αὐχμώδης, ὥστε καὶ τῷ Ἀϊδωνεῖ ποταμῷ καταδύεσθαί τε ἐς τὴν χώραν καὶ ἀνασχόντι τὸ αὐτὸ αὖθις πάσχειν, τέλος δὲ καὶ ἀφανίζεσθαι κατὰ τῆς γῆς, αἴτιον ἐμοὶ δοκεῖν ἐστιν ὅτι λεπτή τε κατὰ τοῦτο καὶ σηραγγώδης ἐστὶν ἡ Ἴδη.
“在特洛伊的伊达山上,直到今天仍留有马尔佩索斯城的废墟,其中约有六十名居民;马尔佩索斯周围的土地全部呈微红色,且极其干燥,以至于艾多纽斯河也沉入地下,重新升起后又再次遭遇同样的情况,最终完全消失在地下。 在我看来,其原因在于这部分的伊达山山体薄弱且多空洞。
ἀπέχει δὲ Ἀλεξανδρείας τῆς ἐν τῇ Τρῳάδι τεσσαράκοντα ἡ Μάρπησσος καὶ διακόσια στάδια.
马尔佩索斯距离特罗阿斯的亚历山大里亚有二百四十斯塔迪翁。
§10.12.5τὴν δὲ Ἡροφίλην οἱ ἐν τῇ Ἀλεξανδρείᾳ ταύτῃ νεωκόρον τε τοῦ Ἀπόλλωνος γενέσθαι τοῦ Σμινθέως καὶ ἐπὶ τῷ ὀνείρατι τῷ Ἑκάβης χρῆσαί φασιν αὐτὴν ἃ δὴ καὶ ἐπιτελεσθέντα ἴσμεν.
在这座亚历山大里亚城的人们说,赫罗菲莱成为了斯明透斯·阿波罗的司庙,并且针对赫卡柏的梦境作出了神谕,而我们知道这些神谕确实已经实现。
αὕτη ἡ Σίβυλλα ᾤκησε μὲν τὸ πολὺ τοῦ βίου ἐν Σάμῳ, ἀφίκετο δὲ καὶ ἐς Κλάρον τὴν Κολοφωνίων καὶ ἐς Δῆλόν τε καὶ ἐς Δελφούς· ὁπότε δὲ ἀφίκοιτο, ἐπὶ ταύτης ἱσταμένη τῆς πέτρας ᾖδε.
这位西比拉一生的大部分时间住在萨摩斯,但也曾去过科洛丰人的克拉罗斯、提洛以及德尔斐;每当她副达时,就会站在这块岩石上吟唱。

词汇与语法注释

  1. 10.12.1τὴν δὲ πρότερον γενομένην, ταύτην ταῖς μάλιστα ὁμοίως οὖσαν ἀρχαίαν εὕρισκον — εὕρισκον 为第一人称单数未完成过去式(或第三人称复数),表示作者保萨尼亚斯本人经过考证得出的结论(“我发现”)。ταύτην(宾格)是指代前文 τὴν δὲ πρότερον γενομένην(前代西比拉)的指示代名词,作为带分词的宾格结构(与 οὖσαν 连用)的主语。ταῖς μάλιστα 中的 ταῖς 通常被理解为指代“最古老者们”的阴性复数与格冠词,受副词 ὁμοίως(“与……同样”)支配。
  2. 10.12.3μέσον θνητοῦ τε θεᾶς τε — μέσον 作为副词(或前置词性副词)使用,此处支配属格(θνητοῦ... θεᾶς τε),意为“在……中间”。在六音步神谕诗中,它简洁地表达了她半人半神的出身。
  3. 10.12.4αἴτιον ἐμοὶ δοκεῖν ἐστιν — ἐμοὶ δοκεῖν 是使用 δοκέω 的不定式的一种绝对不定式用法,作为插入语,表示“依我之见”或“在我看来”的限制性含义。整个句子的主动词是 ἐστιν。
  4. 10.12.5ἃ δὴ καὶ ἐπιτελεσθέντα ἴσμεν — ἴσμεν(οἶδα 的第一人称复数)伴随着关系代词 ἃ 及其补足分词 ἐπιτελεσθέντα(ἐπιτελέω 的虚拟被动完成分词),表示对客观事实的认知,意为“我们知道这些事情确实已经实现”。

引用这一段

保萨尼亚斯, 希腊志 §10.12.1-10.12.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:10.12.1-10.12.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。