Humanitext Reader

パウサニアス · ギリシア案内記 §10.1.6-10.1.11

フォキス人の決死の覚悟とテッサリア人への大勝

412 / 465 箇所 · ギリシア語

要旨

斥候の壊滅を知って決死の覚悟を固めたフォキス人は、予言者テッリアスの指揮のもとテッサリア人に対して大勝利を収め、後に石膏を用いた夜襲の奇策でも彼らを破った。

§10.1.6καὶ ἡ συμφορὰ σφῶν κατάπληξιν τοῖς ἐπὶ τοῦ στρατοπέδου τῶν Φωκέων τηλικαύτην ἐνεποίησεν, ὥστε καὶ τὰς γυναῖκας καὶ παῖδας καὶ ὅσα τῶν κτημάτων ἄγειν ἦν σφίσιν ἢ φέρειν, ἔτι δὲ καὶ ἐσθῆτα καὶ χρυσόν τε καὶ ἄργυρον καὶ τὰ ἀγάλματα τῶν θεῶν ἐς ταὐτὸ συλλέξαντες πυρὰν ὡς μεγίστην ἐποίησαν, καὶ ἐπʼ αὐτοῖς ἀριθμὸν τριάκοντα ἄνδρας ἀπολείπουσι·
そして、彼ら(精兵たち)の遭ったこの悲劇は、陣営にいたフォキス人たちに次のような多大な恐怖を植え付けた。 すなわち、彼らは女たち、子供たち、そして持ち運びのできる財産すべて、さらには衣服や金、銀、神々の像を一箇所に集めて、きわめて大きな薪の山を築き、そのそばに数にして30人の男たちを残したほどであった。
§10.1.7προσετέτακτο δὲ τοῖς ἀνδράσιν, εἰ ἡττᾶσθαι τοὺς Φωκέας συμβαίνοι τῇ μάχῃ, τότε δὴ προαποσφάξαι μὲν τὰς γυναῖκάς τε καὶ παῖδας καὶ ὡς ἱερεῖα ἀναθέντας ταῦτά τε καὶ τὰ χρήματα ἐπὶ τὴν πυρὰν καὶ ἐνέντας πῦρ οὕτως ἤδη διαφθαρῆναι καὶ αὐτοὺς ἤτοι ὑπʼ ἀλλήλων ἢ ἐς τὴν ἵππον τῶν Θεσσαλῶν ἐσπίπτοντας.
そして、その男たちには次のように命じられていた。 もし戦闘においてフォキス人が敗北することになったならば、その時、まず女たちと子供たちを屠り、それらと財産を犠牲獣のように薪の山の上に載せて火を放ち、しかる後に、彼ら自身も、互いに殺し合うか、あるいはテッサリア人の騎兵に突撃して自滅せよ、と。
ἀντὶ τούτου μὲν ἅπαντα τὰ ἀνάλγητα βουλεύματα ἀπόνοια ὑπὸ Ἑλλήνων ὀνομάζεται Φωκική, τότε δὲ οἱ Φωκεῖς ἐποιοῦντο αὐτίκα ἐπὶ τοὺς Θεσσαλοὺς ἔξοδον·
このため、あらゆる無慈悲な決議はギリシア人によって「フォキスの絶望」と呼ばれる。 しかし、その時フォキス人たちは、ただちにテッサリア人に対する出撃を行った。
§10.1.8στρατηγοὶ δὲ ἦσάν σφισι Ῥοῖός τε Ἀμβροσσεὺς καὶ Ὑαμπολίτης Δαϊφάντης, οὗτος μὲν δὴ ἐπὶ τῇ ἵππῳ, δυνάμεως δὲ τῆς πεζῆς ὁ Ἀμβροσσεύς.
彼らの将軍は、アンブロッソス人のロイオスと、ヒュアンポリス人のダイファンテスであり、後者は騎兵を、アンブロッソス人は歩兵部隊を率いていた。
ὁ δὲ χώραν ἐν τοῖς ἄρχουσιν ἔχων τὴν μεγίστην μάντις ἦν Τελλίας ὁ Ἠλεῖος, καὶ ἐς τὸν Τελλίαν τοῖς Φωκεῦσι τῆς σωτηρίας ἀπέκειντο αἱ ἐλπίδες.
また、指導者たちの中で最も大きな地位を占めていたのは、エリス人の予言者テッリアスであり、フォキス人たちの救済の望みはテッリアスに託されていた。
§10.1.9ὡς δὲ ἐς χεῖρας συνῄεσαν, ἐνταῦθα τοῖς Φωκεῦσιν ἐγίνετο ἐν ὀφθαλμοῖς τὰ ἐς τὰς γυναῖκας καὶ ἐς τὰ τέκνα δόξαντα, τήν τε σωτηρίαν οὐκ ἐν βεβαίῳ σφίσιν ἑώρων σαλεύουσαν καὶ τούτων ἕνεκα ἐς παντοῖα ἀφικνοῦντο τολμήματα·
そして、彼らが白兵戦に入ったとき、そこではフォキス人たちの目の前に、妻や子供たちに関して決定されたあの決議が浮かび上がり、自分たちの救済が不安定に揺らいでいるのを見て、これら(家族)のために、あらゆる大胆不敵な行動に及んだ。
προσγενομένου δὲ καὶ τοῦ ἐκ θεῶν εὐμενοῦς νίκην τῶν τότε ἀνείλοντο ἐπιφανεστάτην.
さらに、神々からの好意も加わり、彼らは当時として最も輝かしい勝利を収めた。
§10.1.10τό τε λόγιον τὸ γεγενημένον τοῖς Φωκεῦσι παρὰ τοῦ Ἀπόλλωνος καὶ τοῖς πᾶσιν Ἕλλησιν ἐγνώσθη·
アポロンからフォキス人たちに与えられたあの神託は、全ギリシア人に知られるところとなった。
τὸ γὰρ σύνθημα κατὰ τὰ αὐτὰ ὑπὸ τῶν στρατηγούντων ἐδίδοτο ἐν ταῖς μάχαις Θεσσαλοῖς μὲν Ἀθηνᾶς Ἰτωνίας, τοῖς δὲ ὁ ἐπώνυμος Φῶκος.
というのも、将軍たちによって与えられた戦闘時の合言葉は、テッサリア人側はイトニアのアテナであり、フォキス人側は名祖であるフォコスであったからである。
ἀπὸ τούτου δὲ τοῦ ἔργου καὶ ἀναθήματα οἱ Φωκεῖς ἀπέστειλαν ἐς Δελφοὺς Ἀπόλλωνα καὶ Τελλίαν τότε τὸν μάντιν καὶ ὅσοι μαχομένοις ἄλλοι σφίσιν ἐστρατήγησαν, σὺν δὲ αὐτοῖς καὶ ἥρωας τῶν ἐπιχωρίων·
この事績により、フォキス人たちはデルポイに、アポロン、当時の予言者テッリアス、そして彼らと共に戦って指揮を執った他の者たちの像を、彼らと共にその地の英雄たちの像も添えて、奉納品として送った。
ἔργα δὲ αἱ εἰκόνες Ἀριστομέδοντός εἰσιν Ἀργείου.
これらの像はアルゴス人アリストメドンの作品である。
§10.1.11εὑρέθη δὲ καὶ ὕστερον τοῖς Φωκεῦσιν οὐκ ἀποδέον σοφίᾳ τῶν προτέρων.
後に、フォキス人たちによって、かつての計略に劣らない別の巧妙な策が見出された。
ὡς γὰρ δὴ τὰ στρατόπεδα ἀντεκάθητο περὶ τὴν ἐς τὴν Φωκίδα ἐσβολήν, λογάδες Φωκέων πεντακόσιοι φυλάσσοντες πλήρη τὸν κύκλον τῆς σελήνης ἐπιχειροῦσιν ἐν τῇ νυκτὶ τοῖς Θεσσαλοῖς, αὐτοί τε ἀληλιμμένοι γύψῳ καὶ ἐνδεδυκότες ὅπλα λευκὰ ἐπὶ τῇ γύψῳ.
両軍がフォキスへの侵入路の近くで対峙していたとき、フォキス人の精鋭500人が、満月になるのを待って、夜間にテッサリア人たちを急襲した。 彼らは自らの体を石膏で白く塗り、その石膏の上に白い武具を身にまとっていた。
ἐνταῦθα ἐξεργασθῆναι φόνον τῶν Θεσσαλῶν λέγεται πλεῖστον, θειότερόν τι ἡγουμένων ἢ κατὰ ἔφοδον πολεμίων τὸ ἐν τῇ νυκτὶ συμβαῖνον.
その際、テッサリア人の間できわめて多くの殺戮が行われたと言われている。 なぜなら、彼らは夜間に起こった出来事を、敵の襲撃というよりは、何か神がかり的なものとみなしたからである。
ὁ δὲ Ἠλεῖος ἦν Τελλίας ὃς καὶ ταῦτα τοῖς Φωκεῦσιν ἐμηχανήσατο ἐς τοὺς Θεσσαλούς.
そして、この策略をテッサリア人に対してフォキス人のために考案したのも、エリス人のテッリアスであった。

語釈・文法注

  1. §10.1.6ἄγειν ἦν σφίσιν ἢ φέρειν — 動産全般(家畜や器物など)を指す慣用表現 ἄγειν καὶ φέρειν(略奪する、持ち去る)が、可能を表す非人称の ἦν と共に用いられている。与格の σφίσιν は所持または行為の主体を示す。
  2. §10.1.7προσετέτακτο δὲ τοῖς ἀνδράσιν — 非人称の過去完了受動態 προσετέτακτο に対し、不定詞の προαποσφάξαι(能動)および διαφθαρῆναι(受動)が連なる間接命令。意味上の主語は、与格の τοῖς ἀνδράσιν(その男たちに)に一致する。
  3. §10.1.9τὰ ἐς τὰς γυναῖκας καὶ ἐς τὰ τέκνα δόξαντα — δόξαντα は非人称動詞 δοκεῖ(〜と決議される、決定される)の無気定過去分詞中性複数形の名詞的用法。「妻や子供たちに関して決定されたあの凄惨な決議(敗北時には刺し違えて火を放つこと)」を指す。
  4. §10.1.11φυλάσσοντες πλήρη τὸν κύκλον τῆς σελήνης — φυλάσσοντες はここでは「見守る」ではなく「(時機を)待ち受ける、うかがう」の意。月が満ちるのを待ち構えて、その明るさを利用した、あるいはその夜を狙った奇襲であることを示す。
  5. §10.1.11θειότερόν τι ἡγουμένων — テッサリア人を意味上の主語とする属格独立(genitive absolute)構文。あるいは前文の属格 Θεσσαλῶν に一致する分詞と捉えることも可能。彼らが夜の出来事を敵の襲撃ではなく、神の超自然的な介入と考えた理由を説明している。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §10.1.6-10.1.11. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:10.1.6-10.1.11

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。