Humanitext Reader

パウサニアス · ギリシア案内記 §10.1.1-10.1.5

フォキスの由来と境界およびテッサリア軍の撃退

411 / 465 箇所 · ギリシア語

要旨

フォキス地方の地名の由来と、地理的な境界について概説される。また、フォキス人がかつてテッサリア人との戦争において用いた「水瓶の計」などの歴史的な防衛戦が紹介される。

§10.1.1γῆς δὲ τῆς Φωκίδος, ὅσον μὲν περὶ Τιθορέαν καὶ Δελφούς ἐστιν αὐτῆς, ἐκ παλαιοτάτου φανερὰ τὸ ὄνομα τοῦτο εἰληφυῖά ἐστιν ἀπὸ ἀνδρὸς Κορινθίου Φώκου τοῦ Ὀρνυτίωνος·
フォキスの地のうち、ティトレアおよびデルポイの周辺にある部分は、きわめて古くから明らかに、コリントス人でオルニュティオンの子であるフォコスからこの名を得ている。
ἔτεσι δʼ ὕστερον οὐ πολλοῖς ἐξενίκησε καὶ ἁπάσῃ γενέσθαι τῇ ἐφʼ ἡμῶν καλουμένῃ Φωκίδι, Αἰγινητῶν ναυσὶν ἐς τὴν χώραν διαβάντων ὁμοῦ Φώκῳ τῷ Αἰακοῦ.
しかしそれから多くない年数の後、アイギナの人々がアイアコスの子フォコスと共に船でこの地方に渡ってきたことによって、その名前が普及し、現在フォキスと呼ばれている全地域に及ぶこととなった。
§10.1.2τὰ μὲν δὴ ἀπαντικρὺ Πελοποννήσου καὶ τὰ ἐπὶ Βοιωτίας καθήκουσιν ἐπὶ θάλασσαν οἱ Φωκεῖς, τῇ μὲν ἐς Κίρραν τὸ ἐπίνειον Δελφῶν, τῇ δʼ ἐπὶ Ἀντίκυραν πόλιν·
ペロポネソスの向かい側、およびボイオティアに面した側では、フォキス人たちは海にまで達しており、一方はデルポイの港であるキラに、他方はアンティキュラの都市に至っている。
τὰ δὲ πρὸς τοῦ Λαμιακοῦ κόλπου Λοκροὶ σφᾶς παραθαλασσίους οἱ Ὑποκνημίδιοι κωλύουσιν εἶναι·
しかしラミア湾の側については、ヒュポクネミディオス・ロクリス人たちが彼らが海に接することを妨げている。
οὗτοι γὰρ δή εἰσιν οἱ ταύτῃ τὴν Φωκίδα ὑπεροικοῦντες, Σκαρφεῖς μὲν τὰ ἐπέκεινα Ἐλατείας, ὑπὲρ δὲ Ὑάμπολιν καὶ Ἄβας οἱ πόλιν τε Ὀποῦντα καὶ Ὀπουντίων ἐπίνειον νεμόμενοι Κῦνον.
なぜなら、この辺りでフォキスの上方に住んでいるのは彼らだからであり、エラテイアの彼方にはスカルフェイアの人々が、ヒュアンポリスとアバイの上方には、オプスの都市とオプス人の港キュノスを領有している人々がいる。
§10.1.3τὰ δὲ ἐπιφανέστατα Φωκεῦσίν ἐστιν ἐν κοινῷ·
フォキス人たちの全体としての最も輝かしい事績は以下の通りである。
πολέμου γὰρ τοῦ πρὸς Ἰλίῳ μετεσχήκασι, καὶ Θεσσαλῶν ἐναντία ἐπολέμησαν πρότερον ἔτι ἢ ἐλάσαι τὸν Μῆδον ἐπὶ Ἕλληνας, ὅτε δὴ καὶ ἐπεδείξαντο οἱ Φωκεῖς ἔργα ἐς μνήμην.
彼らはトロイアでの戦争に参加し、またペルシア人がギリシア人に進軍するよりもさらに以前に、テッサリア人に抵抗して戦った。 その時、フォキス人たちは記憶に残る行為を示した。
κατὰ γὰρ τὴν Ὑάμπολιν, ᾗ τοὺς Θεσσαλοὺς προσεδέχοντο ἐμβαλεῖν σφισιν ἐς τὴν χώραν, ὑδρίας κεράμου πεποιημένας κατορύξαντες καὶ ἐπʼ αὐτὰς γῆν ἐπιφορήσαντες ὑπέμενον τὴν ἵππον τῶν Θεσσαλῶν·
すなわち、テッサリア人が自分たちの領土に侵入してくるのを待ち受けていたヒュアンポリスの近くで、土製の水瓶を埋め、その上から土をかぶせて、テッサリア人の騎兵を待ち受けたのである。
οἱ δέ, ἅτε οὐ προπεπυσμένοι τῶν Φωκέων τὴν τέχνην, ἐπελάσαντες τοὺς ἵππους λανθάνουσιν ἐπὶ τὰς ὑδρίας.
彼らはフォキス人のこの策略を前もって知らなかったので、馬を走らせ、知らぬうちにその水瓶の上に達した。
ἐνταῦθα ἀπεχωλοῦντο μὲν οἱ ἵπποι τῶν ποδῶν ἐσπιπτόντων σφίσιν ἐς τὰς ὑδρίας, ἐκτείνοντο δὲ καὶ ἀπέπιπτον οἱ ἄνδρες ἀπὸ τῶν ἵππων.
そこで馬たちは足が水瓶の中に落ち込んで不随になり、人々は打ち倒されて馬から落とされた。
§10.1.4ὡς δὲ οἱ Θεσσαλοὶ μείζονι ἢ τὰ πρότερα ἐς τοὺς Φωκέας χρώμενοι τῇ ὀργῇ συνελέχθησαν ἀπὸ τῶν πόλεων πασῶν καὶ ἐς τὴν Φωκίδα ἐστρατεύοντο, ἐνταῦθα οἱ Φωκεῖς ἐν οὐ μικρῷ ποιούμενοι δείματι τήν τε ἄλλην τῶν Θεσσαλῶν ἐς τὸν πόλεμον παρασκευὴν καὶ οὐχ ἥκιστα τῆς ἵππου τὸ πλῆθος καὶ ὁμοῦ τῷ ἀριθμῷ τὴν ἐς τοὺς ἀγῶνας τῶν τε ἵππων καὶ αὐτῶν μελέτην τῶν ἱππέων, ἀποστέλλουσιν ἐς Δελφοὺς αἰτοῦντες τὸν θεὸν ἐκφυγεῖν τὸν ἐπιόντα κίνδυνον·
テッサリア人たちが以前よりも大きな怒りをフォキス人たちに抱いて、すべての都市から集結し、フォキスに遠征してきたとき、フォキス人たちは、テッサリア人のその他の戦争準備に対して、そしてとりわけその騎兵の多さと、それと同時に馬たちと騎兵自身の実戦に対する訓練度に対して少なからぬ恐怖を抱き、デルポイに使者を送り、迫り来る危機を免れることを神に求めた。
καὶ αὐτοῖς ἀφίκετο μάντευμα·
そして彼らに次のような神託が下った。
" συμβαλέω θνητόν τε καὶ ἀθάνατον μαχέσασθαι, νίκην δʼ ἀμφοτέροις δώσω, θνητῷ δέ νυ μᾶλλον.
"私は凡なる者と不滅の者とを戦い合わせよう、勝利は双方に与えるが、より多くは凡なる者に与えよう。
" §10.1.5ταῦτα ὡς ἐπύθοντο οἱ Φωκεῖς, λογάδας τριακοσίους καὶ Γέλωνα ἐπʼ αὐτοῖς ἄρχοντα ἀποστέλλουσιν ἐς τοὺς πολεμίους ἄρτι ἀρχομένης νυκτός, προστάξαντές σφισι κατοπτεῦσαί τε τὰ τῶν Θεσσαλῶν ὅντινα ἀφανέστατον δύναιντο τρόπον καὶ αὖθις ἐς τὸ στράτευμα ἐπανήκειν κατὰ τῶν ὁδῶν τὴν μάλιστα ἄγνωστον, μηδὲ ἑκόντας μάχης ἄρχειν.
"これをフォキス人たちが知ると、夜が始まったばかりの頃に、300人の精鋭と彼らの指揮官としてのゲロンを敵陣に向けて送り出し、できる限り気づかれない方法でテッサリア人の様子を偵察し、最も知られていない道を通って再び本隊に戻るよう、また自ら進んで戦闘を始めないよう命じた。
οὗτοι ὑπὸ τῶν Θεσσαλῶν οἱ λογάδες ἀπώλοντο ἀθρόοι καὶ αὐτοὶ καὶ ὁ ἡγούμενός σφισι Γέλων, συμπατούμενοί τε ὑπὸ τῶν ἵππων καὶ ὑπὸ τῶν ἀνδρῶν φονευόμενοι.
しかしこれらの精鋭たちは、馬たちに踏みつけられ、兵士たちに殺されて、彼ら自身も、その指導者ゲロンも、テッサリア人によって一人残らず滅ぼされた。

語釈・文法注

  1. 10.1.1ἐξενίκησε — 「(名前が)普及した、定着した」の意で、自動詞的に用いられている。それに続く不定詞句 γενέσθαι ἁπάσῃ ... Φωκίδι がその結果(〜に至るようになった)を表している。
  2. 10.1.3λανθάνουσιν ἐπὶ τὰς ὑδρίες — 動詞 λανθάνω は通常、主体の行為を表す分詞を伴って「気づかれずに〜する」を意味するが、ここでは前置詞句 ἐπὶ τὰς ὑδρίες を直接伴い、「気づかないうちに(水瓶の上に)至る」という意味で用いられている。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §10.1.1-10.1.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:10.1.1-10.1.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。