§10.1.1γῆς δὲ τῆς Φωκίδος, ὅσον μὲν περὶ Τιθορέαν καὶ Δελφούς ἐστιν αὐτῆς, ἐκ παλαιοτάτου φανερὰ τὸ ὄνομα τοῦτο εἰληφυῖά ἐστιν ἀπὸ ἀνδρὸς Κορινθίου Φώκου τοῦ Ὀρνυτίωνος·
在福基斯土地中,凡是位于蒂托雷阿和德尔斐周围的部分,显然自古以来就是从一个名叫福科斯(奥尔纽提翁之子)的科林斯人那里获得这个名称的。
ἔτεσι δʼ ὕστερον οὐ πολλοῖς ἐξενίκησε καὶ ἁπάσῃ γενέσθαι τῇ ἐφʼ ἡμῶν καλουμένῃ Φωκίδι, Αἰγινητῶν ναυσὶν ἐς τὴν χώραν διαβάντων ὁμοῦ Φώκῳ τῷ Αἰακοῦ.
然而,在不多几年之后,当埃伊纳人与埃阿科斯之子福科斯一同乘船渡海来到这个地方时,这一名称最终胜出,也成为了我们今天所称的整个福基斯地区的名称。
§10.1.2τὰ μὲν δὴ ἀπαντικρὺ Πελοποννήσου καὶ τὰ ἐπὶ Βοιωτίας καθήκουσιν ἐπὶ θάλασσαν οἱ Φωκεῖς, τῇ μὲν ἐς Κίρραν τὸ ἐπίνειον Δελφῶν, τῇ δʼ ἐπὶ Ἀντίκυραν πόλιν· τὰ δὲ πρὸς τοῦ Λαμιακοῦ κόλπου Λοκροὶ σφᾶς παραθαλασσίους οἱ Ὑποκνημίδιοι κωλύουσιν εἶναι· οὗτοι γὰρ δή εἰσιν οἱ ταύτῃ τὴν Φωκίδα ὑπεροικοῦντες, Σκαρφεῖς μὲν τὰ ἐπέκεινα Ἐλατείας, ὑπὲρ δὲ Ὑάμπολιν καὶ Ἄβας οἱ πόλιν τε Ὀποῦντα καὶ Ὀπουντίων ἐπίνειον νεμόμενοι Κῦνον.
福基斯人在面对伯罗奔尼撒的一侧以及延伸至波奥蒂亚的一侧直抵大海,一方面到达德尔斐的港口基拉,另一方面到达安提库拉城;但在面对拉米亚湾的一侧,许波克涅米狄乌斯·洛克里人则阻碍了他们拥有海岸线;因为在这一带,正是这些人居住在福基斯的外围上方,即埃拉泰亚彼方的斯卡耳斐亚人,以及在许安波利斯和阿巴埃上方占领奥普斯城和奥普斯人港口屈诺斯的人们。
§10.1.3τὰ δὲ ἐπιφανέστατα Φωκεῦσίν ἐστιν ἐν κοινῷ· πολέμου γὰρ τοῦ πρὸς Ἰλίῳ μετεσχήκασι, καὶ Θεσσαλῶν ἐναντία ἐπολέμησαν πρότερον ἔτι ἢ ἐλάσαι τὸν Μῆδον ἐπὶ Ἕλληνας, ὅτε δὴ καὶ ἐπεδείξαντο οἱ Φωκεῖς ἔργα ἐς μνήμην.
福基斯人共同享有的最辉煌事迹如下:他们参加了针对伊利翁的战争,并且在波斯人向希腊人进军之前更早的时候,就曾抵抗特萨利亚人进行过战争,当时福基斯人展现了值得纪念的功绩。
κατὰ γὰρ τὴν Ὑάμπολιν, ᾗ τοὺς Θεσσαλοὺς προσεδέχοντο ἐμβαλεῖν σφισιν ἐς τὴν χώραν, ὑδρίας κεράμου πεποιημένας κατορύξαντες καὶ ἐπʼ αὐτὰς γῆν ἐπιφορήσαντες ὑπέμενον τὴν ἵππον τῶν Θεσσαλῶν· οἱ δέ, ἅτε οὐ προπεπυσμένοι τῶν Φωκέων τὴν τέχνην, ἐπελάσαντες τοὺς ἵππους λανθάνουσιν ἐπὶ τὰς ὑδρίας.
在许安波利斯附近,他们预计特萨利亚人会入侵他们的国土,于是埋下了陶制的水罐,并在其上覆土,以此等待特萨利亚人的骑兵;而后者由于事先未曾打听到福基斯人的这一计策,驱马奔驰,不知不觉地踏上了这些水罐。
ἐνταῦθα ἀπεχωλοῦντο μὲν οἱ ἵπποι τῶν ποδῶν ἐσπιπτόντων σφίσιν ἐς τὰς ὑδρίας, ἐκτείνοντο δὲ καὶ ἀπέπιπτον οἱ ἄνδρες ἀπὸ τῶν ἵππων.
在那里,由于马蹄陷入水罐之中,马匹纷纷变瘸,而骑士们也被抛下马鞍,纷纷坠马。
§10.1.4ὡς δὲ οἱ Θεσσαλοὶ μείζονι ἢ τὰ πρότερα ἐς τοὺς Φωκέας χρώμενοι τῇ ὀργῇ συνελέχθησαν ἀπὸ τῶν πόλεων πασῶν καὶ ἐς τὴν Φωκίδα ἐστρατεύοντο, ἐνταῦθα οἱ Φωκεῖς ἐν οὐ μικρῷ ποιούμενοι δείματι τήν τε ἄλλην τῶν Θεσσαλῶν ἐς τὸν πόλεμον παρασκευὴν καὶ οὐχ ἥκιστα τῆς ἵππου τὸ πλῆθος καὶ ὁμοῦ τῷ ἀριθμῷ τὴν ἐς τοὺς ἀγῶνας τῶν τε ἵππων καὶ αὐτῶν μελέτην τῶν ἱππέων, ἀποστέλλουσιν ἐς Δελφοὺς αἰτοῦντες τὸν θεὸν ἐκφυγεῖν τὸν ἐπιόντα κίνδυνον· καὶ αὐτοῖς ἀφίκετο μάντευμα· "
συμβαλέω θνητόν τε καὶ ἀθάνατον μαχέσασθαι,
νίκην δʼ ἀμφοτέροις δώσω, θνητῷ δέ νυ μᾶλλον. "
当特萨利亚人对福基斯人怀着比以前更深的愤怒,从所有城市中集结起来向福基斯进军时,福基斯人对特萨利亚人其他的战争准备,尤其是对他们数量庞大的骑兵,以及与其数量并存的马匹和骑手自身在战斗中的训练度,感到了不小的恐惧,于是派人前往德尔斐,请求神明保佑他们逃脱眼前的危险;神谕降临给他们: "我将使凡人与不朽者相遇交战,我将胜利赐予双方,但更偏向凡人。
§10.1.5ταῦτα ὡς ἐπύθοντο οἱ Φωκεῖς, λογάδας τριακοσίους καὶ Γέλωνα ἐπʼ αὐτοῖς ἄρχοντα ἀποστέλλουσιν ἐς τοὺς πολεμίους ἄρτι ἀρχομένης νυκτός, προστάξαντές σφισι κατοπτεῦσαί τε τὰ τῶν Θεσσαλῶν ὅντινα ἀφανέστατον δύναιντο τρόπον καὶ αὖθις ἐς τὸ στράτευμα ἐπανήκειν κατὰ τῶν ὁδῶν τὴν μάλιστα ἄγνωστον, μηδὲ ἑκόντας μάχης ἄρχειν.
"福基斯人得知这些后,在夜幕刚刚降临时,派遣了三百名精兵以及作为他们指挥官的盖隆前往敌阵,命令他们以最不着痕迹的方式侦察特萨利亚人的情况,并沿着最不为人知的道路返回大军,不可主动挑起战斗。
οὗτοι ὑπὸ τῶν Θεσσαλῶν οἱ λογάδες ἀπώλοντο ἀθρόοι καὶ αὐτοὶ καὶ ὁ ἡγούμενός σφισι Γέλων, συμπατούμενοί τε ὑπὸ τῶν ἵππων καὶ ὑπὸ τῶν ἀνδρῶν φονευόμενοι.
这些精兵以及他们的领导者盖隆被特萨利亚人全数歼灭,他们被马匹践踏,并被士兵们杀死。