Humanitext Reader

パウサニアス · ギリシア案内記 §1.7.1-1.7.3

プトレマイオス2世の統治とマガスの反乱

7 / 465 箇所 · ギリシア語

要旨

プトレマイオス2世の姉妹との結婚、兄弟殺し、マガスによる反乱と撃退、ガラティア人傭兵の処刑、およびアンティオコスに対する防御策について。

§1.7.1οὗτος ὁ Πτολεμαῖος Ἀρσινόης ἀδελφῆς ἀμφοτέρωθεν ἐρασθεὶς ἔγημεν αὐτήν, Μακεδόσιν οὐδαμῶς ποιῶν νομιζόμενα, Αἰγυπτίοις μέντοι ὧν ἦρχε.
このプトレマイオスは、同父母の姉妹であるアルシノエに恋をし、彼女を妻としたが、これはマケドニア人にとっては決して慣習ではないことを行いながらも、彼が支配するエジプト人にとっては[慣習であること]を行ったのである。
δεύτερα δὲ ἀδελφὸν ἀπέκτεινεν Ἀργαῖον ἐπιβουλεύοντα, ὡς λέγεται, καὶ τὸν Ἀλεξάνδρου νεκρὸν οὗτος ὁ καταγαγὼν ἦν ἐκ Μέμφιδος·
次に彼は、噂によれば陰謀を企てていた兄弟のアルガイオスを殺害したが、この(プトレマイオス)こそがアレクサンドロスの遺体をメンフィスから連れ下ろした人物であった。
ἀπέκτεινε δὲ καὶ ἄλλον ἀδελφὸν γεγονότα ἐξ Εὐρυδίκης, Κυπρίους ἀφιστάντα αἰσθόμενος.
また、エウリュディケから生まれた別の兄弟をも殺害した。 彼がキプロス人を離反させようとしているのを察知したからである。
Μάγας δὲ ἀδελφὸς ὁμομήτριος Πτολεμαίου παρὰ Βερενίκης τῆς μητρὸς ἀξιωθεὶς ἐπιτροπεύειν Κυρήνην— ἐγεγόνει δὲ ἐκ Φιλίππου τῇ Βερενίκῃ Μακεδόνος μέν, ἄλλως δὲ ἀγνώστου καὶ ἑνὸς τοῦ δήμου—, τότε δὴ οὗτος ὁ Μάγας ἀποστήσας Πτολεμαίου Κυρηναίους ἤλαυνεν ἐπʼ Αἴγυπτον.
一方、プトレマイオスの異父兄弟であり、母ベレニケからキュレネの守護を任されるに値するとみなされていたマガスは——彼はベレニケが、マケドニア人ではあるものの他には無名で平民の一人にすぎないフィリッポスとの間にもうけた子であったが——、そのとき、このマガスはキュレネ人をプトレマイオスから離反させてエジプトへと進軍した。
§1.7.2καὶ Πτολεμαῖος μὲν τὴν ἐσβολὴν φραξάμενος ὑπέμενεν ἐπιόντας Κυρηναίους, Μάγᾳ δὲ ἀπαγγέλλεται καθʼ ὁδὸν ἀφεστηκέναι Μαρμαρίδας·
プトレマイオスは侵入路を塞いで、攻め寄せるキュレネ人を待ち受けたが、マガスには、途上でマルマリダイ人が反乱を起こしたという知らせが届いた。
εἰσὶ δὲ Λιβύων οἱ Μαρμαρίδαι τῶν νομάδων.
マルマリダイ人はリビュアの遊牧民である。
καὶ τότε μὲν ἐς Κυρήνην ἀπηλλάσσετο·
そこで彼はそのときはキュレネへと引き返した。
Πτολεμαῖον δὲ ὡρμημένον διώκειν αἰτία τοιάδε ἐπέσχεν.
一方、追撃を企てていたプトレマイオスを、次のような事情が引き止めた。
ἡνίκα παρεσκευάζετο ἐπιόντα ἀμύνεσθαι Μάγαν, ξένους ἐπηγάγετο καὶ ἄλλους καὶ Γαλάτας ἐς τετρακισχιλίους·
彼が攻めてくるマガスを迎え撃つ準備をしていたとき、他の傭兵たちに加えて、約4000人のガラティア人を招き入れていた。
τούτους λαβὼν ἐπιβουλεύοντας κατασχεῖν Αἴγυπτον, ἀνήγαγε σφᾶς ἐς νῆσον ἔρημον διὰ τοῦ ποταμοῦ.
彼らがエジプトを占領しようと企んでいるのを突き止めた彼は、彼らを川を通じて無人の島へと連行した。
καὶ οἱ μὲν ἐνταῦθα ἀπώλοντο ὑπό τε ἀλλήλων καὶ τοῦ λιμοῦ·
そして彼らはそこで、互いに殺し合い、また飢えによって全滅した。
§1.7.3Μάγας δὲ ἤδη γυναῖκα ἔχων Ἀπάμην Ἀντιόχου τοῦ Σελεύκου θυγατέρα, ἔπεισεν Ἀντίοχον παραβάντα ἃς ὁ πατήρ οἱ Σέλευκος ἐποιήσατο συνθήκας πρὸς Πτολεμαῖον, ἐλαύνειν ἐπʼ Αἴγυπτον.
一方マガスは、すでにセレウコスの子アンティオコスの娘アパメを妻にしていたが、アンティオコスを説得し、彼の父セレウコスがプトレマイオスと結んでいた条約を破ってエジプトへと進軍させた。
ὡρμημένου δὲ Ἀντιόχου στρατεύειν, Πτολεμαῖος διέπεμψεν ἐς ἅπαντας ὧν ἦρχεν Ἀντίοχος, τοῖς μὲν ἀσθενεστέροις λῃστὰς κατατρέχειν τὴν γῆν, οἳ δὲ ἦσαν δυνατώτεροι στρατιᾷ κατεῖργεν, ὥστε Ἀντιόχῳ μήποτε ἐγγενέσθαι στρατεύειν ἐπʼ Αἴγυπτον.
アンティオコスが遠征に乗り出そうとしたとき、プトレマイオスはアンティオコスの全支配領域に使者を送り、比較的弱い地域には略奪者を送って土地を荒らし、より強力な地域は軍隊によって抑え込んだ。 そのため、アンティオコスにはエジプトへ遠征する余地が全く生じなかった。
οὗτος ὁ Πτολεμαῖος καὶ πρότερον εἴρηταί μοι ὡς ναυτικὸν ἔστειλεν ἐς τὴν Ἀθηναίων συμμαχίαν ἐπʼ Ἀντίγονον καὶ Μακεδόνας·
このプトレマイオスは、私が以前にも述べたように、アンティゴノスとマケドニア人に対抗するためにアテナイ人の同盟へ艦隊を派遣した。
ἀλλὰ γὰρ ἀπʼ αὐτοῦ οὐδὲν μέγα ἐγένετο ἐς σωτηρίαν Ἀθηναίοις.
しかしながら、それによってアテナイ人の救済に大きな効果がもたらされることはなかった。
οἱ δέ οἱ παῖδες ἐγένοντο ἐξ Ἀρσινόης, οὐ τῆς ἀδελφῆς, Λυσιμάχου δὲ θυγατρός·
彼の子供たちは、姉妹のアルシノエからではなく、リュシマコスの娘のアルシノエから生まれた。
τὴν δέ οἱ συνοικήσασαν ἀδελφὴν κατέλαβεν ἔτι πρότερον ἀποθανεῖν ἄπαιδα, καὶ νομός ἐστιν ἀπʼ αὐτῆς Ἀρσινοΐτης Αἰγυπτίοις.
彼の妻となった姉妹の方は、それより以前に子供を遺さずに亡くなっており、エジプト人には彼女にちなんで名付けられたアルシノイテス県が存在する。

語釈・文法注

  1. 1.7.1Μακεδόσιν οὐδαμῶς ποιῶν νομιζόμενα, Αἰγυπτίοις μέντοι ὧν ἦρχε. — νομιζόμενα(慣行・合法的なこと)は「マケドニア人にとって」(与格 Μακεδόσιν)と「エジプト人にとって」(与格 Αἰγυπτίοις)という二つの対照的な与格を支配している。前半は οὐδαμῶς(決して〜ない)で否定され、後半は μέντοι(しかしながら)で肯定される。関係節 ὧν ἦρχε は Αἰγυπτίοις にかかり、先行詞の属格への同化が起きている。
  2. 1.7.1οὗτος ὁ καταγαγὼν ἦν — 指示代名詞 οὗτος(この者)が指し示すのは、直前の「アルガイオス」ではなく、本節の主語である「このプトレマイオス(2世)」である。プトレマイオス2世が、アレクサンドロスの遺体をメンフィスから(アレクサンドリアへ)移した歴史的事実と一致する。
  3. 1.7.3τοῖς μὲν ἀσθενεστέροις λῃστὰς κατατρέχειν τὴν γῆν, οἳ δὲ ἦσαν δυνατώτεροι στρατιᾷ κατεῖργεν — 非対称な対比構造。前半の τοῖς μὲν ἀσθενεστέροις(比較的弱い者たちに対しては)は与格の対象を示し、不定詞句 λῃστὰς κατατρέχειν τὴν γῆν(略奪者に土地を襲わせること)が続く。これは主節の動詞 διέπεμψεν から「(使者を)送った」という意味を補って解釈する。後半の οἳ δὲ ἦσαν δυνατώτεροι は主格の関係節が指示代名詞的に使われ、他動詞 κατεῖργεν の直接目的語(対格)のように機能している。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §1.7.1-1.7.3. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:1.7.1-1.7.3

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。