§1.7.1οὗτος ὁ Πτολεμαῖος Ἀρσινόης ἀδελφῆς ἀμφοτέρωθεν ἐρασθεὶς ἔγημεν αὐτήν, Μακεδόσιν οὐδαμῶς ποιῶν νομιζόμενα, Αἰγυπτίοις μέντοι ὧν ἦρχε.
这位托勒密爱上了自己同父同母的姐妹阿尔西诺伊,并娶她为妻,这在马其顿人中绝非惯例,但在他所统治的埃及人中却是如此。
δεύτερα δὲ ἀδελφὸν ἀπέκτεινεν Ἀργαῖον ἐπιβουλεύοντα, ὡς λέγεται, καὶ τὸν Ἀλεξάνδρου νεκρὸν οὗτος ὁ καταγαγὼν ἦν ἐκ Μέμφιδος· ἀπέκτεινε δὲ καὶ ἄλλον ἀδελφὸν γεγονότα ἐξ Εὐρυδίκης, Κυπρίους ἀφιστάντα αἰσθόμενος.
其次,他杀指控谋反的兄弟阿尔盖乌斯,而这位(托勒密)正是将亚历山大的遗体从孟菲斯运下来的人;他还杀死了另一个由欧律狄刻所生的兄弟,因为他察觉到此人正在煽动塞浦路斯人反叛。
Μάγας δὲ ἀδελφὸς ὁμομήτριος Πτολεμαίου παρὰ Βερενίκης τῆς μητρὸς ἀξιωθεὶς ἐπιτροπεύειν Κυρήνην— ἐγεγόνει δὲ ἐκ Φιλίππου τῇ Βερενίκῃ Μακεδόνος μέν, ἄλλως δὲ ἀγνώστου καὶ ἑνὸς τοῦ δήμου—, τότε δὴ οὗτος ὁ Μάγας ἀποστήσας Πτολεμαίου Κυρηναίους ἤλαυνεν ἐπʼ Αἴγυπτον.
而托勒密同母异父的兄弟马加斯,曾被母亲贝勒尼基认为配得上治理昔兰尼——他是贝勒尼基与腓力所生,此人虽是马其顿人,但在其他方面默默无闻,只是平民之一——当时,这位马加斯煽动昔兰尼人背叛托勒密,并向埃及进军。
§1.7.2καὶ Πτολεμαῖος μὲν τὴν ἐσβολὴν φραξάμενος ὑπέμενεν ἐπιόντας Κυρηναίους, Μάγᾳ δὲ ἀπαγγέλλεται καθʼ ὁδὸν ἀφεστηκέναι Μαρμαρίδας· εἰσὶ δὲ Λιβύων οἱ Μαρμαρίδαι τῶν νομάδων.
托勒密则封锁了入口,等待着进攻的昔兰尼人;但马加斯在途中收到报告,称马尔马里代人已经起兵反叛——马尔马里代人是利比亚游牧民的一支。
καὶ τότε μὲν ἐς Κυρήνην ἀπηλλάσσετο· Πτολεμαῖον δὲ ὡρμημένον διώκειν αἰτία τοιάδε ἐπέσχεν.
于是当时他就退回了昔兰尼;而对于急于追击的托勒密,以下的原因阻止了他。
ἡνίκα παρεσκευάζετο ἐπιόντα ἀμύνεσθαι Μάγαν, ξένους ἐπηγάγετο καὶ ἄλλους καὶ Γαλάτας ἐς τετρακισχιλίους· τούτους λαβὼν ἐπιβουλεύοντας κατασχεῖν Αἴγυπτον, ἀνήγαγε σφᾶς ἐς νῆσον ἔρημον διὰ τοῦ ποταμοῦ.
当他准备迎击进攻的马加斯时,他招募了其他雇佣兵,以及约四千名加拉太人;在发现这些人密谋篡夺埃及后,他通过河流将他们带到了一个荒岛上。
καὶ οἱ μὲν ἐνταῦθα ἀπώλοντο ὑπό τε ἀλλήλων καὶ τοῦ λιμοῦ· §1.7.3Μάγας δὲ ἤδη γυναῖκα ἔχων Ἀπάμην Ἀντιόχου τοῦ Σελεύκου θυγατέρα, ἔπεισεν Ἀντίοχον παραβάντα ἃς ὁ πατήρ οἱ Σέλευκος ἐποιήσατο συνθήκας πρὸς Πτολεμαῖον, ἐλαύνειν ἐπʼ Αἴγυπτον.
他们在那里因互相残杀和饥饿而全部丧生;而马加斯此时已娶了塞琉古之子安条克的女儿阿帕美为妻,他劝说安条克违背其父塞琉古与托勒密缔结的协定,向埃及进军。
ὡρμημένου δὲ Ἀντιόχου στρατεύειν, Πτολεμαῖος διέπεμψεν ἐς ἅπαντας ὧν ἦρχεν Ἀντίοχος, τοῖς μὲν ἀσθενεστέροις λῃστὰς κατατρέχειν τὴν γῆν, οἳ δὲ ἦσαν δυνατώτεροι στρατιᾷ κατεῖργεν, ὥστε Ἀντιόχῳ μήποτε ἐγγενέσθαι στρατεύειν ἐπʼ Αἴγυπτον.
当安条克蓄势待发准备出征时,托勒密派人前往安条克统治的所有地区,对较弱的地区派出劫掠者袭扰其土地,对较强的地区则用军队加以牵制,以至于安条克始终无法腾出余地向埃及进军。
οὗτος ὁ Πτολεμαῖος καὶ πρότερον εἴρηταί μοι ὡς ναυτικὸν ἔστειλεν ἐς τὴν Ἀθηναίων συμμαχίαν ἐπʼ Ἀντίγονον καὶ Μακεδόνας· ἀλλὰ γὰρ ἀπʼ αὐτοῦ οὐδὲν μέγα ἐγένετο ἐς σωτηρίαν Ἀθηναίοις.
这位托勒密,正如我此前也曾提到的,派遣了舰队加入雅典人的联盟,以对抗安提柯和马其顿人;然而,这并没有给雅典人的救亡图存带来任何重大成果。
οἱ δέ οἱ παῖδες ἐγένοντο ἐξ Ἀρσινόης, οὐ τῆς ἀδελφῆς, Λυσιμάχου δὲ θυγατρός· τὴν δέ οἱ συνοικήσασαν ἀδελφὴν κατέλαβεν ἔτι πρότερον ἀποθανεῖν ἄπαιδα, καὶ νομός ἐστιν ἀπʼ αὐτῆς Ἀρσινοΐτης Αἰγυπτίοις.
他的孩子们是由阿尔西诺伊所生,但不是他的姐妹,而是利西马科斯的女儿;因为与他同居的姐妹在此之前就已经无子而终,埃及人也因她而设立了阿尔西诺伊特州。