§1.6.1τὰ δὲ ἐς Ἄτταλον καὶ Πτολεμαῖον ἡλικίᾳ τε ἦν ἀρχαιότερα, ὡς μὴ μένειν ἔτι τὴν φήμην αὐτῶν, καὶ οἱ συγγενόμενοι τοῖς βασιλεῦσιν ἐπὶ συγγραφῇ τῶν ἔργων καὶ πρότερον ἔτι ἠμελήθησαν·
アッタロスとプトレマイオスに関する事柄は、彼らの記憶がもはや残らないほどに時代的に古く、また彼らの業績の記録のために王たちに仕えた者たちも、それよりさらに以前から忘れ去られてきた。
τούτων ἕνεκά μοι καὶ τὰ τῶνδε ἐπῆλθε δηλῶσαι ἔργα τε ὁποῖα ἔπραξαν καὶ ὡς ἐς τοὺς πατέρας αὐτῶν περιεχώρησεν Αἰγύπτου καὶ ἡ Μυσῶν καὶ τῶν προσοίκων ἀρχή.
これらの理由から、私には、彼らがどのような業績をなしたか、また彼らの父たちにいかにしてエジプト、およびミュシアと隣接地域の支配権が巡ってきたのかを明らかにしたいという思いが生じたのである。
§1.6.2Πτολεμαῖον Μακεδόνες Φιλίππου παῖδα εἶναι τοῦ Ἀμύντου, λόγῳ δὲ Λάγου νομίζουσι·
マケドニア人はプトレマイオスをアミュンタスの子フィリッポスの子であると信じているが、表向きはラゴスの子とされている。
τὴν γάρ οἱ μητέρα ἔχουσαν ἐν γαστρὶ δοθῆναι γυναῖκα ὑπὸ Φιλίππου Λάγῳ.
彼の母が妊娠した状態で、フィリッポスによってラゴスに妻として与えられたからである。
Πτολεμαῖον δὲ λέγουσιν ἄλλα τε ἐν τῇ Ἀσίᾳ λαμπρὰ ἀποδείξασθαι καὶ Ἀλεξάνδρῳ κινδύνου ξυμβάντος ἐν Ὀξυδράκαις μάλιστά οἱ τῶν ἑταίρων ἀμῦναι.
そして人々が言うには、プトレマイオスはアジアにおいて数々の輝かしい功績を示し、オクシュドラカイにおいてアレクサンドロスに危機が差し迫ったとき、彼の友(ヘタイロイ)たちの中で最も彼を助けたという。
τελευτήσαντος δὲ Ἀλεξάνδρου τοῖς ἐς Ἀριδαῖον τὸν Φιλίππου τὴν πᾶσαν ἄγουσιν ἀρχὴν ἀντιστὰς αὐτὸς μάλιστα ἐγένετο ἐς τὰς βασιλείας αἴτιος τὰ ἔθνη νεμηθῆναι.
アレクサンドロスが没すると、フィリッポスの子アリダイオスにすべての支配権を委ねようとする者たちに対して、彼自身が最も強く反対し、諸領土が分かたれて諸王国が成立する主たる原因となった。
§1.6.3αὐτὸς δὲ ἐς Αἴγυπτον διαβὰς Κλεομένην τε ἀπέκτεινεν, ὃν σατραπεύειν Αἰγύπτου κατέστησεν Ἀλέξανδρος, Περδίκκᾳ νομίζων εὔνουν καὶ διʼ αὐτὸ οὐ πιστὸν αὑτῷ, καὶ Μακεδόνων τοὺς ταχθέντας τὸν Ἀλεξάνδρου νεκρὸν ἐς Αἰγὰς κομίζειν ἀνέπεισεν αὑτῷ παραδοῦναι·
彼は自らエジプトに渡ると、アレクサンドロスがエジプトのサトラップに任命していたクレオメネスを、ペルディッカスに好意的であり、それゆえ自分にとって不誠実であるとみなして殺害し、アレクサンドロスの遺体をアイガイへと運ぶよう命じられていたマケドニア人たちを説得して、自分に引き渡させた。
καὶ τὸν μὲν νόμῳ τῷ Μακεδόνων ἔθαπτεν ἐν Μέμφει, οἷα δὲ ἐπιστάμενος πολεμήσοντα Περδίκκαν Αἴγυπτον εἶχεν ἐν φυλακῇ.
そして彼はマケドニア人の法に従って遺体をメンフィスに葬り、ペルディッカスが戦争を仕掛けてくることをよく知っていたので、エジプトの防備を固めた。
Περδίκκας δὲ ἐς μὲν τὸ εὐπρεπὲς τῆς στρατείας ἐπήγετο Ἀριδαῖον τὸν Φιλίππου καὶ παῖδα Ἀλέξανδρον ἐκ Ῥωξάνης τῆς Ὀξυάρτου γεγονότα καὶ Ἀλεξάνδρου, τῷ δὲ ἔργῳ Πτολεμαῖον ἐπεβούλευεν ἀφελέσθαι τὴν ἐν Αἰγύπτῳ βασιλείαν·
ペルディッカスは、遠征の大義名分(体裁)のために、フィリッポスの子アリダイオスと、オクシュアルテスの娘ロクサネとアレクサンドロスの間に生まれた子アレクサンドロスを伴っていたが、実際にはプトレマイオスからエジプトの王権を奪い取ろうと企てていた。
ἐξωσθεὶς δὲ Αἰγύπτου καὶ τὰ ἐς πόλεμον ἔτι οὐχ ὁμοίως θαυμαζόμενος, διαβεβλημένος δὲ καὶ ἄλλως ἐς τοὺς Μακεδόνας, ἀπέθανεν ὑπὸ τῶν σωματοφυλάκων.
しかし、エジプトから撃退され、もはや戦いにおいても以前のようには称賛されず、さらにマケドニア人たちからも嫌悪されていたため、護衛兵たちによって殺害された。
§1.6.4Πτολεμαῖον δὲ αὐτίκα ἐς τὰ πράγματα ὁ Περδίκκου θάνατος ἐπέστησε·
ペルディッカスの死は、直ちにプトレマイオスに事態の主導権を握らせた。
καὶ τοῦτο μὲν Σύρους καὶ Φοινίκην εἷλε, τοῦτο δὲ ἐκπεσόντα ὑπὸ Ἀντιγόνου καὶ φεύγοντα ὑπεδέξατο Σέλευκον τὸν Ἀντιόχου, καὶ αὐτὸς παρεσκευάζετο ὡς ἀμυνούμενος Ἀντίγονον.
これにより彼は一方ではシリアとフォイニキアを手に入れ、他方ではアンティゴノスによって追放されて逃亡してきたアンティオコスの子セレウコスを保護し、自らもアンティゴノスを迎え撃つべく準備を整えた。
καὶ Κάσσανδρον τὸν Ἀντιπάτρου καὶ Λυσίμαχον βασιλεύοντα ἐν Θρᾴκῃ μετασχεῖν ἔπεισε τοῦ πολέμου, φυγὴν λέγων τὴν Σελεύκου καὶ τὸν Ἀντίγονον φοβερόν σφισιν εἶναι πᾶσιν αὐξηθέντα.
そしてアンティパトロスの子カッサンドロスと、トラキアで王位にあったリュシマコスを説得して戦争に参加させ、セレウコスの逃亡と、勢力を増したアンティゴノスが彼ら全員にとって脅威であることを告げた。
§1.6.5Ἀντίγονος δὲ τέως μὲν ἦν ἐν παρασκευῇ πολέμου καὶ τὸν κίνδυνον οὐ παντάπασιν ἐθάρρει·
アンティゴノスは、しばらくの間は戦争の準備をしつつも、その危険に対して完全に確信を持てずにいた。
ἐπεὶ δὲ ἐς Λιβύην ἐπύθετο στρατεύειν Πτολεμαῖον ἀφεστηκότων Κυρηναίων, αὐτίκα Σύρους καὶ Φοίνικας εἷλεν ἐξ ἐπιδρομῆς, παραδοὺς δὲ Δημητρίῳ τῷ παιδί, ἡλικίαν μὲν νέῳ φρονεῖν δὲ ἤδη δοκοῦντι, καταβαίνει ἐπὶ τὸν Ἑλλήσποντον.
しかし、キュレネ人たちが反乱を起こしたためプトレマイオスがリビュアに遠征したことを知ると、直ちに急襲によってシリアとフォイニキアを占領し、これを若いながらもすでに思慮深いとみなされていた息子のデメトリオスに委ねて、ヘレスポントスへと下っていった。
πρὶν δὲ ἢ διαβῆναι πάλιν ἦγεν ὀπίσω τὴν στρατιάν, Δημήτριον ἀκούων ὑπὸ Πτολεμαίου μάχῃ κεκρατῆσθαι·
しかし、渡る前に、デメトリオスがプトレマイオスに戦闘で敗れたと聞き、軍を引き返した。
Δημήτριος δὲ οὔτε παντάπασιν ἐξειστήκει Πτολεμαίῳ τῆς χώρας καί τινας τῶν Αἰγυπτίων λοχήσας διέφθειρεν οὐ πολλούς.
デメトリオスは、プトレマイオスに対してその地を完全に明け渡したわけではなく、エジプト人の何人かを待ち伏せして、多くはないが殺害していた。
τότε δὲ ἥκοντα Ἀντίγονον οὐχ ὑπομείνας Πτολεμαῖος ἀνεχώρησεν ἐς Αἴγυπτον.
このとき到来したアンティゴノスを迎え撃つことなく、プトレマイオスはエジプトへと退却した。
§1.6.6διελθόντος δὲ τοῦ χειμῶνος Δημήτριος πλεύσας ἐς Κύπρον Μενέλαον σατράπην Πτολεμαίου ναυμαχίᾳ καὶ αὖθις αὐτὸν Πτολεμαῖον ἐπιδιαβάντα ἐνίκησε·
冬が過ぎると、デメトリオスはキプロスへと航行し、プトレマイオスのサトラップであったメネラオスを海戦で破り、さらに自ら渡海してきたプトレマイオス自身をも破った。
φυγόντα δὲ αὐτὸν ἐς Αἴγυπτον Ἀντίγονός τε κατὰ γῆν καὶ ναυσὶν ἅμα ἐπολιόρκει Δημήτριος.
プトレマイオスがエジプトへと逃亡すると、アンティゴノスは陸から、デメトリオスは艦隊を率いて同時に彼を包囲した。
Πτολεμαῖος δὲ ἐς πᾶν ἀφικόμενος κινδύνου διέσωσεν ὅμως τὴν ἀρχὴν στρατιᾷ τε ἀντικαθήμενος ἐπὶ Πηλουσίῳ καὶ τριήρεσιν ἀμυνόμενος ἅμα ἐκ τοῦ ποταμοῦ.
プトレマイオスは最大の危機に直面したものの、ペルシオンにおいて陸軍を対峙させ、同時に川から三段櫂船で防戦することによって、かろうじて支配権を守り抜いた。
Ἀντίγονος δὲ Αἴγυπτον μὲν αἱρήσειν ἐκ τῶν παρόντων οὐδεμίαν ἔτι εἶχεν ἐλπίδα, Δημήτριον δὲ ἐπὶ Ῥοδίους στρατιᾷ πολλῇ καὶ ναυσὶν ἔστειλεν, ὡς εἴ οἱ προσγένοιτο ἡ νῆσος ὁρμητηρίῳ χρήσεσθαι πρὸς τοὺς Αἰγυπτίους ἐλπίζων·
アンティゴノスは、現状ではもはやエジプトを占領する希望を失い、デメトリオスを大軍と艦隊とともにロドス人に対して派遣した。 もしこの島が手に入れば、エジプト人に対する攻撃の拠点として使えると期待したからである。
ἀλλὰ αὐτοί τε οἱ Ῥόδιοι τολμήματα καὶ ἐπιτεχνήσεις παρέσχοντο ἐς τοὺς πολιορκοῦντας καὶ Πτολεμαῖός σφισιν ἐς ὅσον δυνάμεως ἧκε συνήρατο ἐς τὸν πόλεμον.
しかし、ロドス人自身が包囲軍に対して勇敢な抵抗と知略を示し、プトレマイオスも全力を尽くして彼らの戦いを支援した。
§1.6.7Ἀντίγονος δὲ Ῥόδου τε ἁμαρτὼν καὶ Αἰγύπτου πρότερον, οὐ πολλῷ τούτων ὕστερον ἀντιτάξασθαι Λυσιμάχῳ τολμήσας καὶ Κασσάνδρῳ τε καὶ τῇ Σελεύκου στρατιᾷ, τῆς δυνάμεως ἀπώλεσε τὸ πολὺ καὶ αὐτὸς ἀπέθανε ταλαιπωρήσας μάλιστα τῷ μήκει τοῦ πρὸς Εὐμένη πολέμου.
アンティゴノスは、ロドスと、それ以前のエジプトにおいても失敗し、それから間もなく、リュシマコス、カッサンドロス、そしてセレウコスの軍隊に立ち向かう暴挙に出たが、その軍勢の大部分を失い、彼自身も戦死した。 彼はエウメネスとの長期にわたる戦争で最も心身をすり減らしていたのである。
τῶν δὲ βασιλέων τῶν καθελόντων Ἀντίγονον ἀνοσιώτατον κρίνω γενέσθαι Κάσσανδρον, ὃς διʼ Ἀντιγόνου τὴν Μακεδόνων ἀρχὴν ἀνασωσάμενος πολεμήσων ἦλθεν ἐπʼ ἄνδρα εὐεργέτην.
アンティゴノスを打倒した王たちの中で、私はカッサンドロスを最も不道徳な者とみなす。 彼はアンティゴノスのおかげでマケドニアの支配権を取り戻したにもかかわらず、恩人である男に対して戦争を仕掛けるためにやって来たからである。
§1.6.8ἀποθανόντος δὲ Ἀντιγόνου Πτολεμαῖος Σύρους τε αὖθις καὶ Κύπρον εἷλε, κατήγαγε δὲ καὶ Πύρρον ἐς τὴν Θεσπρωτίδα ἤπειρον·
アンティゴノスが死ぬと、プトレマイオスは再びシリアとキプロスを手に入れ、ピュロスをテスプロティアの大陸へと帰還させた。
Κυρήνης δὲ ἀποστάσης Μάγας Βερενίκης υἱὸς Πτολεμαίῳ τότε συνοικούσης ἔτει πέμπτῳ μετὰ τὴν ἀπόστασιν εἷλε Κυρήνην.
またキュレネが反乱を起こしたが、当時プトレマイオスと同居していたベレニケの子マガスが、反乱から5年後にキュレネを占領した。
—εἰ δὲ ὁ Πτολεμαῖος οὗτος ἀληθεῖ λόγῳ Φιλίππου τοῦ Ἀμύντου παῖς ἦν, ἴστω τὸ ἐπιμανὲς ἐς τὰς γυναῖκας κατὰ τὸν πατέρα κεκτημένος, ὃς Εὐρυδίκῃ τῇ Ἀντιπάτρου συνοικῶν ὄντων οἱ παίδων Βερενίκης ἐς ἔρωτα ἦλθεν, ἣν Ἀντίπατρος Εὐρυδίκῃ συνέπεμψεν ἐς Αἴγυπτον.
——もしこのプトレマイオスが本当にアミュンタスの子フィリッポスの子であったなら、彼は女性に対する異常な執着を父親から受け継いでいたに違いない。 フィリッポスはアンティパトロスの娘エウリュディケと同居し、彼女との間に子供たちがいたにもかかわらず、アンティパトロスがエウリュディケとともにエジプトへと送り届けていたベレニケへの愛に陥った。
ταύτης τῆς γυναικὸς ἐρασθεὶς παῖδας ἐξ αὐτῆς ἐποιήσατο, καὶ ὡς ἦν οἱ πλησίον ἡ τελευτή, Πτολεμαῖον ἀπέλιπεν Αἰγύπτου βασιλεύειν, ἀφʼ οὗ καὶ Ἀθηναίοις ἐστὶν ἡ φυλή, γεγονότα ἐκ Βερενίκης ἀλλʼ οὐκ ἐκ τῆς Ἀντιπάτρου θυγατρός.
この女性を愛した彼は、彼女との間に子供たちをもうけ、死が間近に迫ったとき、プトレマイオスをエジプトの王とするよう遺した。 アテナイ人の部族名が由来するこのプトレマイオスは、ベレニケから生まれたのであって、アンティパトロスの娘から生まれたのではなかったのである。