Humanitext Reader

パウサニアス · ギリシア案内記 §1.5.1-1.5.5

アテナイの部族の名祖となった英雄たちの像

5 / 465 箇所 · ギリシア語

要旨

アテナイの十の部族の起源となった古代の名祖の英雄たち、および後世に追加されたアッタロス、プトレマイオス、ハドリアヌス帝の像について説明する。

§1.5.1τοῦ βουλευτηρίου τῶν πεντακοσίων πλησίον Θόλος ἐστὶ καλουμένη, καὶ θύουσί τε ἐνταῦθα οἱ πρυτάνεις καί τινα καὶ ἀργύρου πεποιημένα ἐστὶν ἀγάλματα οὐ μεγάλα.
五百人評議会の議事堂の近くには、トロスと呼ばれる建物があり、そこでプリュタネイス(民会当番議員)たちが犠牲を捧げ、また銀で作られたそれほど大きくない像もいくつか安置されている。
ἀνωτέρω δὲ ἀνδριάντες ἑστήκασιν ἡρώων, ἀφʼ ὧν Ἀθηναίοις ὕστερον τὰ ὀνόματα ἔσχον αἱ φυλαί·
その上方には、後にアテナイ人において部族の名となった英雄たちの像が立っている。
ὅστις δὲ κατεστήσατο δέκα ἀντὶ τεσσάρων φυλὰς εἶναι καὶ μετέθετό σφισι τὰ ὀνόματα ἀντὶ τῶν ἀρχαίων, Ἡροδότῳ καὶ ταῦτά ἐστιν εἰρημένα.
四つの部族の代わりに十の部族を設置し、古い名の代わりに彼らに新しい名を与えたのが誰であるかについては、ヘロドトスによっても既に語られている。
§1.5.2τῶν δὲ ἐπωνύμων—καλοῦσι γὰρ οὕτω σφᾶς—ἔστι μὲν Ἱπποθόων Ποσειδῶνος καὶ Ἀλόπης θυγατρὸς Κερκυόνος, ἔστι δὲ Ἀντίοχος τῶν παίδων τῶν Ἡρακλέους, γενόμενος ἐκ Μήδας Ἡρακλεῖ τῆς Φύλαντος, καὶ τρίτος Αἴας ὁ Τελαμῶνος, ἐκ δὲ Ἀθηναίων Λεώς·
名祖の英雄たち(彼らはそのように呼んでいる)としては、ポセイドンとケルキュオンの娘アロペの子ヒッポトオン、ヘラクレスの子供たちの一人であり、ピュラスの娘メーダがヘラクレスとの間に産んだアンティオコス、三人目はテラモンの子アイアス、そしてアテナイ人からはレオースがいる。
δοῦναι δὲ ἐπὶ σωτηρίᾳ λέγεται κοινῇ τὰς θυγατέρας τοῦ θεοῦ χρήσαντος.
レオースは、神託(神が告げたこと)に従って、共同体の救済のために自らの娘たちを捧げたと言われている。
Ἐρεχθεύς τέ ἐστιν ἐν τοῖς ἐπωνύμοις, ὃς ἐνίκησεν Ἐλευσινίους μάχῃ καὶ τὸν ἡγούμενον ἀπέκτεινεν Ἰμμάραδον τὸν Εὐμόλπου·
名祖の英雄たちの中にはエレクテウスもおり、彼はエレウシス人たちとの戦いに勝利し、エウモルポスの子であるその指導者インマラドスを討ち取った。
Αἰγεύς τέ ἐστι καὶ Οἰνεὺς Πανδίονος υἱὸς νόθος καὶ τῶν Θησέως παίδων Ἀκάμας.
さらにアイゲウス、そしてパンディオノスの庶子であるオイネウス、テセウスの子供たちの一人であるアカマスもいる。
§1.5.3Κέκροπα δὲ καὶ Πανδίονα—εἶδον γὰρ καὶ τούτων ἐν τοῖς ἐπωνύμοις εἰκόνας—οὐκ οἶδα οὓς ἄγουσιν ἐν τιμῇ·
しかし、ケクロプスとパンディオンについては(私は名祖の英雄たちの中に彼らの肖像もあるのを見たが)、彼らがどの人物を崇めているのか私は知らない。
πρότερός τε γὰρ ἦρξε Κέκροψ, ὃς τὴν Ἀκταίου θυγατέρα ἔσχε, καὶ ὕστερος, ὃς δὴ καὶ μετῴκησεν ἐς Εὔβοιαν, Ἐρεχθέως υἱὸς τοῦ Πανδίονος τοῦ Ἐριχθονίου.
というのも、最初に統治したケクロプス(アクタイオスの娘を妻とした者)と、後にエウボイアへと移住した、エリクトニオスの長男パンディオノスの長男エレクテウスの子であるケクロプスがいるからである。
καὶ δὴ καὶ Πανδίων ἐβασίλευσεν ὅ τε Ἐριχθονίου καὶ ὁ Κέκροπος τοῦ δευτέρου·
さらに、エリクトニオスの長男であるパンディオンと、二番目のケクロプスの子であるパンディオンの両者が王として君臨した。
τοῦτον Μητιονίδαι τῆς ἀρχῆς ἐξελαύνουσι, καί οἱ φυγόντι ἐς Μέγαρα—θυγατέρα γὰρ εἶχε Πύλα τοῦ βασιλεύσαντος ἐν Μεγάροις—συνεκπίπτουσιν οἱ παῖδες.
この後者のパンディオンをメティオニダイ(メティオンの子ら)が支配の座から追放し、彼がメガラへと亡命したとき(彼はメガラの王であったピュラスの娘を妻としていたため)、その子供たちも彼と共に亡命した。
καὶ Πανδίονα μὲν αὐτοῦ λέγεται νοσήσαντα ἀποθανεῖν, καί οἱ πρὸς θαλάσσῃ μνῆμά ἐστιν ἐν τῇ Μεγαρίδι ἐν Ἀθηνᾶς Αἰθυίας καλουμένῳ σκοπέλῳ·
そしてパンディオン自身は、その地で病気になって亡くなったと言われており、メガラ領の海辺にある「アテナ・アイテュイアの崖」と呼ばれる場所に彼の墓がある。
§1.5.4οἱ δὲ παῖδες κατίασί τε ἐκ τῶν Μεγάρων ἐκβαλόντες Μητιονίδας, καὶ τὴν ἀρχὴν τῶν Ἀθηναίων Αἰγεὺς πρεσβύτατος ὢν ἔσχεν.
彼の子らはメガラから帰還してメティオニダイを追い払い、最年長であったアイゲウスがアテナイ人の支配権を手に入れた。
θυγατέρας δὲ οὐ σὺν ἀγαθῷ δαίμονι ἔθρεψεν ὁ Πανδίων, οὐδέ οἱ τιμωροὶ παῖδες ἀπʼ αὐτῶν ἐλείφθησαν·
しかしパンディオンは、幸運な運命(守護神)のもとで娘たちを育てたわけではなく、娘たちから彼を助ける(復讐を果たす)子供たちも残されなかった。
καίτοι δυνάμεώς γε ἕνεκα πρὸς τὸν Θρᾷκα τὸ κῆδος ἐποιήσατο.
実のところ、彼は勢力を得るために、トラキアの男との婚姻同盟を結んだのである。
ἀλλʼ οὐδεὶς πόρος ἐστὶν ἀνθρώπῳ παραβῆναι τὸ καθῆκον ἐκ τοῦ θεοῦ·
しかし、神から定められた運命を人間が免れる手段は存在しない。
λέγουσιν ὡς Τηρεὺς συνοικῶν Πρόκνῃ Φιλομήλαν ᾔσχυνεν, οὐ κατὰ νόμον δράσας τὸν Ἑλλήνων, καὶ τὸ σῶμα ἔτι λωβησάμενος τῇ παιδὶ ἤγαγεν ἐς ἀνάγκην δίκης τὰς γυναῖκας.
人々が語るには、テレウスはプロクネと同居していながらフィロメラを辱め、ギリシア人の法に従わぬ行いをした。 さらにその少女の身体を損なうことで、女たちを復讐(裁判)の義務へと駆り立てた。
Πανδίονι δὲ καὶ ἄλλος ἀνδριάς ἐστιν ἐν ἀκροπόλει θέας ἄξιος.
パンディオンには、アクロポリスの上にもう一つ、見るに値する像がある。
§1.5.5οἵδε μέν εἰσιν Ἀθηναίοις ἐπώνυμοι τῶν ἀρχαίων·
これらがアテナイ人の古い名祖たちである。
ὕστερον δὲ καὶ ἀπὸ τῶνδε φυλὰς ἔχουσιν, Ἀττάλου τοῦ Μυσοῦ καὶ Πτολεμαίου τοῦ Αἰγυπτίου καὶ κατʼ ἐμὲ ἤδη βασιλέως Ἀδριανοῦ τῆς τε ἐς τὸ θεῖον τιμῆς ἐπὶ πλεῖστον ἐλθόντος καὶ τῶν ἀρχομένων ἐς εὐδαιμονίαν τὰ μέγιστα ἑκάστοις παρασχομένου.
しかし後には、これら以外の人々の名からも部族名を持つようになった。 すなわち、ミュシアの王アッタロス、エジプトの王プトレマイオス、そして私の時代においては、神々への敬意を最も厚く示し、統治下の人々のそれぞれに最大の幸福をもたらしたハドリアヌス帝である。
καὶ ἐς μὲν πόλεμον οὐδένα ἑκούσιος κατέστη, Ἑβραίους δὲ τοὺς ὑπὲρ Σύρων ἐχειρώσατο ἀποστάντας·
彼は自ら進んでいかなる戦争も起こさなかったが、シリアの向こう側で反乱を起こしたヘブライ人を制圧した。
ὁπόσα δὲ θεῶν ἱερὰ τὰ μὲν ᾠκοδόμησεν ἐξ ἀρχῆς, τὰ δὲ καὶ ἐπεκόσμησεν ἀναθήμασι καὶ κατασκευαῖς ἢ δωρεὰς πόλεσιν ἔδωκεν Ἑλληνίσι, τὰς δὲ καὶ τῶν βαρβάρων τοῖς δεηθεῖσιν, ἔστιν οἱ πάντα γεγραμμένα Ἀθήνῃσιν ἐν τῷ κοινῷ τῶν θεῶν ἱερῷ.
彼が最初から建設した、あるいは寄進や装飾によって美しく整えた神々の神殿、またギリシアの諸都市、あるいは懇願した野蛮人の諸都市に与えた贈り物のすべては、アテナイにある神々の共同の神殿に彼のために記録されている。

語釈・文法注

  1. 1.5.1ὅστις δὲ κατεστήσατο δέκα ἀντὶ τεσσάρων φυλὰς εἶναι — 関係詞 ὅστις が導く節全体(十の部族を設置したのが誰であるか)が主節の主語のように名詞的に機能しているが、主節の動詞にあたる部分は Ἡροδότῳ καὶ ταῦτά ἐστιν εἰρημένα(これらはヘロドトスによっても語られている)となっており、構文上の破綻(アナコルトン)または主題提示的な対格に類する構造が見られる。
  2. 1.5.2δοῦναι δὲ ἐπὶ σωτηρίᾳ λέγεται κοινῇ τὰς θυγατέρας — 非人称の λέγεται ではなく、前文の最後に出てきた Λεώς(レオース)を主語とする個人的受動態構文(「レオースは娘たちを捧げたと言われている」)である。不定詞 δοῦναι の意味上の主語は Λεώς であり、その対格直接目的語が τὰς θυγατέρας となる。
  3. 1.5.3Κέκροπα δὲ καὶ Πανδίονα — 主節の動詞 οὐκ οἶδα の目的語、あるいは間接疑問節の目的語(οὓς)となる名詞を文頭に置いた先取り(prolepsis)の対格である。「ケクロプスとパンディオンについて、彼らがどちらを崇めているのか私は知らない」という意味をなす。
  4. 1.5.5ἔστιν οἱ πάντα γεγραμμένα — οἱ は三人称単数の与格代名詞でハドリアヌス帝を指し、非人称の ἔστιν および完了受動分詞 γεγραμμένα(主格中性複数)と結合して、「彼の(与格)ためにすべてのことが記録されている」という所有・受益の与格として機能している。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §1.5.1-1.5.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:1.5.1-1.5.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。