§1.4.1οἱ δὲ Γαλάται οὗτοι νέμονται τῆς Εὐρώπης τὰ ἔσχατα ἐπὶ θαλάσσῃ πολλῇ καὶ ἐς τὰ πέρατα οὐ πλωίμῳ, παρέχεται δὲ ἄμπωτιν καὶ ῥαχίαν καὶ θηρία οὐδὲν ἐοικότα τοῖς ἐν θαλάσσῃ τῇ λοιπῇ·
これらガラティア人は、ヨーロッパの最果て、すなわち大洋に面し、その境界部は航行不能な海に面した場所に住んでいる。 その海は潮の満ち引きと激しい波立ちを見せ、他の海のものとは全く似ていない怪獣を生み出す。
καί σφισι διὰ τῆς χώρας ῥεῖ ποταμὸς Ἠριδανός, ἐφʼ ᾧ τὰς θυγατέρας τὰς Ἡλίου ὀδύρεσθαι νομίζουσι τὸ περὶ τὸν Φαέθοντα τὸν ἀδελφὸν πάθος.
そして彼らの土地をエリダノス川が流れており、その川辺でヘリオスの娘たちが、兄弟ファエトンの身に起こった不運を嘆き悲しんでいると信じられている。
ὀψὲ δέ ποτε αὐτοὺς καλεῖσθαι Γαλάτας ἐξενίκησεν· Κελτοὶ γὰρ κατά τε σφᾶς τὸ ἀρχαῖον καὶ παρὰ τοῖς ἄλλοις ὠνομάζοντο.
彼らがガラティア人と呼ばれるようになったのはかなり後のことであり、古くは自分たちの間でも他国人の間でもケルト人と呼ばれていた。
συλλεγεῖσα δέ σφισι στρατιὰ τρέπεται τὴν ἐπὶ Ἰονίου, καὶ τό τε Ἰλλυριῶν ἔθνος καὶ πᾶν ὅσον ἄχρι Μακεδόνων ᾤκει καὶ Μακεδόνας αὐτοὺς ἀναστάτους ἐποίησε Θεσσαλίαν τε ἐπέδραμε.
彼らの間に集められた軍勢はイオニア湾の方角へ向かい、イリュリア人の部族、およびマケドニアとの国境までに住んでいたすべての民、さらにマケドニア人自身をも破滅させ、テッサリアを荒らし回った。
καὶ ὡς ἐγγὺς Θερμοπυλῶν ἐγίνοντο, ἐνταῦθα οἱ πολλοὶ τῶν Ἑλλήνων ἐς τὴν ἔφοδον ἡσύχαζον τῶν βαρβάρων, ἅτε ὑπὸ Ἀλεξάνδρου μεγάλως καὶ Φιλίππου κακωθέντες πρότερον·
そして彼らがテルモピュライに近づいたとき、ギリシア人の多くは野蛮人の襲来に対して静観していた。 それは、以前アレクサンドロスとフィリッポスによって甚大な打撃を受けていたからである。
καθεῖλε δὲ καὶ Ἀντίπατρος καὶ Κάσσανδρος ὕστερον τὸ Ἑλληνικόν, ὥστε ἕκαστοι διʼ ἀσθένειαν οὐδὲν αἰσχρὸν ἐνόμιζον ἀπεῖναι τὸ κατὰ σφᾶς τῆς βοηθείας.
その後、アンティパトロスとカッサンドロスもギリシア人の力をくじいたため、それぞれの都市は自らの弱さゆえに、自分たちが援軍を送らないことを少しも恥とは考えなかった。
§1.4.2Ἀθηναῖοι δὲ μάλιστα μὲν τῶν Ἑλλήνων ἀπειρήκεσαν μήκει τοῦ Μακεδονικοῦ πολέμου καὶ προσπταίοντες τὰ πολλὰ ἐν ταῖς μάχαις, ἐξιέναι δὲ ὅμως ὥρμηντο ἐς τὰς Θερμοπύλας σὺν τοῖς ἐλθοῦσι τῶν Ἑλλήνων, ἑλόμενοι σφίσι τὸν Κάλλιππον τοῦτον ἡγεῖσθαι.
アテナイ人は、マケドニア戦争の長期化と戦闘での度重なる敗北により、ギリシア人の中でもとりわけ疲弊していた。 しかし彼らは、馳せ参じたギリシア人たちと共にテルモピュライへと出陣することを決意し、このカッリッポスを指導者に選んだ。
καταλαβόντες δὲ ᾗ στενώτατον ἦν, τῆς ἐσόδου τῆς ἐς τὴν Ἑλλάδα εἶργον τοὺς βαρβάρους·
最も狭い場所を占拠して、彼らはギリシアへの進入路から野蛮人たちを遮った。
ἀνευρόντες δὲ οἱ Κελτοὶ τὴν ἀτραπόν, ἣν καὶ Μήδοις ποτὲ Ἐφιάλτης ἡγήσατο ὁ Τραχίνιος, καὶ βιασάμενοι Φωκέων τοὺς τεταγμένους ἐπʼ αὐτῇ λανθάνουσι τοὺς Ἕλληνας ὑπερβαλόντες τὴν Οἴτην.
しかしケルト人は、かつてメドス人に対してトラキス人エピアルテスが手引きしたあの間道を見つけ出し、そこに配置されていたフォキス人の守備隊を力で圧倒し、オイテ山を越えてアテナイ人らに気づかれぬよう回り込んだ。
§1.4.3ἔνθα δὴ πλείστου παρέσχοντο αὑτοὺς Ἀθηναῖοι τοῖς Ἕλλησιν ἀξίους, ἀμφοτέρωθεν ὡς ἐκυκλώθησαν ἀμυνόμενοι τοὺς βαρβάρους·
ここにおいてアテナイ人は、両側から包囲されながらも野蛮人たちを撃退し、ギリシア人に対して最も価値ある貢献をした。
οἱ δέ σφισιν ἐπὶ τῶν νεῶν μάλιστα ἐταλαιπώρουν ἅτε τοῦ κόλπου τοῦ Λαμιακοῦ τέλματος πρὸς ταῖς Θερμοπύλαις ὄντος·
しかし彼らは船の上で大いに苦戦した。 というのも、テルモピュライの近くではラミア湾が湿地帯となっていたからである。
αἴτιον δὲ ἐμοὶ δοκεῖν τὸ ὕδωρ ταύτῃ τὸ θερμὸν ἐκρέον ἐς τὴν θάλασσαν.
私が思うに、その原因はここで温泉が海に流れ込んでいることにある。
μείζονα οὖν εἶχον οὗτοι πόνον·
それゆえ、彼らはより大きな労苦を経験した。
ἀναλαβόντες γὰρ ἐπὶ τὰ καταστρώματα τοὺς Ἕλληνας ναυσὶν ὑπό τε ὅπλων βαρείαις καὶ ἀνδρῶν ἐβιάζοντο κατὰ τοῦ πηλοῦ πλεῖν.
重い武具を身につけたギリシア人たちを船の甲板に引き上げた船は、泥の中を航行することを余儀なくされたからである。
§1.4.4οὗτοι μὲν δὴ τοὺς Ἕλληνας τρόπον τὸν εἰρημένον ἔσωζον, οἱ δὲ Γαλάται Πυλῶν τε ἐντὸς ἦσαν καὶ τὰ πολίσματα ἑλεῖν ἐν οὐδενὶ τὰ λοιπὰ ποιησάμενοι Δελφοὺς καὶ τὰ χρήματα. τοῦ θεοῦ διαρπάσαι μάλιστα εἶχον σπουδήν.
こうして彼らは述べられた方法でギリシア人たちを救った。 一方、ガラティア人は関門の内部に侵入し、他の小さな町を攻略することは問題にせず、デルポイと神の財宝を略奪することを何よりも熱望していた。
καί σφισιν αὐτοί τε Δελφοὶ καὶ Φωκέων ἀντετάχθησαν οἱ τὰς πόλεις περὶ τὸν Παρνασσὸν οἰκοῦντες, ἀφίκετο δὲ καὶ δύναμις Αἰτωλῶν·
彼らに対してデルポイ人自身と、パルナッソス山周辺の都市に住むフォキス人たちが立ち向かい、アイトリア人の軍勢も到着した。
τὸ γὰρ Αἰτωλικὸν προεῖχεν ἀκμῇ νεότητος τὸν χρόνον τοῦτον.
というのも、この時期アイトリア同盟は青年期の全盛期にあったからである。
ὡς δὲ ἐς χεῖρας συνῄεσαν, ἐνταῦθα κεραυνοί τε ἐφέροντο ἐς τοὺς Γαλάτας καὶ ἀπορραγεῖσαι πέτραι τοῦ Παρνασσοῦ, δείματά τε ἄνδρες ἐφίσταντο ὁπλῖται τοῖς βαρβάροις·
そして彼らが接近戦に入ると、ガラティア人に向けて雷が降り注ぎ、パルナッソス山から岩が崩れ落ち、さらには重装歩兵の幻影が野蛮人の前に立ちはだかった。
τούτων τοὺς μὲν ἐξ Ὑπερβορέων λέγουσιν ἐλθεῖν, Ὑπέροχον καὶ Ἀμάδοκον, τὸν δὲ τρίτον Πύρρον εἶναι τὸν Ἀχιλλέως·
これらのうち、ある者たちはウペルボレオスから来たとされるウペロコスとアマドコスであり、三人目はアキレウスの子プッロスであると言われている。
ἐναγίζουσι δὲ ἀπὸ ταύτης Δελφοὶ τῆς συμμαχίας Πύρρῳ, πρότερον ἔχοντες ἅτε ἀνδρὸς πολεμίου καὶ τὸ μνῆμα ἐν ἀτιμίᾳ.
デルポイ人は、この救援を契機としてプッロスに生贄を捧げるようになった。 それまでは、彼を敵対的な男とみなし、その墓をも不名誉な状態に置いていたのである。
§1.4.5Γαλατῶν δὲ οἱ πολλοὶ ναυσὶν ἐς τὴν Ἀσίαν διαβάντες τὰ παραθαλάσσια αὐτῆς ἐλεηλάτουν·
ガラティア人の大部分は、船でアジアに渡り、その沿岸地方を略奪した。
χρόνῳ δὲ ὕστερον οἱ Πέργαμον ἔχοντες, πάλαι δὲ Τευθρανίαν καλουμένην, ἐς ταύτην Γαλάτας ἐλαύνουσιν ἀπὸ θαλάσσης.
しかし後になって、ペルガモン(古くはテウトラニアと呼ばれていた)を支配する人々が、これらガラティア人を海から追放した。
οὗτοι μὲν δὴ τὴν ἐκτὸς Σαγγαρίου χώραν ἔσχον Ἄγκυραν πόλιν ἑλόντες Φρυγῶν, ἣν Μίδας ὁ Γορδίου πρότερον ᾤκισεν—ἄγκυρα δέ, ἣν ὁ Μίδας ἀνεῦρεν, ἦν ἔτι καὶ ἐς ἐμὲ ἐν ἱερῷ Διὸς καὶ κρήνη Μίδου καλουμένη·
彼らは、ゴルディオスの息子ミダスがかつて建設したフリュギアの都市アンキュラを攻略し、サンガリオス川の向こう側の土地を領有した。 ミダスが発見したという錨は、私の時代にいたるまでゼウスの神殿に残されており、ミダスの泉と呼ばれる泉も存在している。
ταύτην οἴνῳ κεράσαι Μίδαν φασὶν ἐπὶ τὴν θήραν τοῦ Σιληνοῦ—, ταύτην τε δὴ τὴν Ἄγκυραν εἷλον καὶ Πεσσινοῦντα τὴν ὑπὸ τὸ ὄρος τὴν Ἄγδιστιν, ἔνθα καὶ τὸν Ἄττην τεθάφθαι λέγουσι.
人々は、ミダスがシレノスを捕らえるために、この泉にワインを混ぜたと言っている。 彼らはこのアンキュラと、アグディスティス山の麓にあるペッシヌスをも占領した。 この地にはアッテスが埋葬されていると言われている。
§1.4.6Περγαμηνοῖς δὲ ἔστι μὲν σκῦλα ἀπὸ Γαλατῶν, ἔστι δὲ γραφὴ τὸ ἔργον τὸ πρὸς Γαλάτας ἔχουσα.
ペルガモン人にはガラティア人から得た戦利品があり、また彼らに対する戦功を描いた絵画もある。
ἣν δὲ νέμονται οἱ Περγαμηνοί, Καβείρων ἱεράν φασιν εἶναι τὸ ἀρχαῖον·
ペルガモン人が住んでいる土地は、古くはカベイロイの聖地であったと言われている。
αὐτοὶ δὲ Ἀρκάδες ἐθέλουσιν εἶναι τῶν ὁμοῦ Τηλέφῳ διαβάντων ἐς τὴν Ἀσίαν.
彼ら自身は、テレポスと共にアジアへ渡ったアルカディア人の末裔であると主張している。
πολέμων δὲ τῶν μὲν ἄλλων, εἰ δή τινας ἐπολέμησαν, οὐκ ἐς ἅπαντας κεχώρηκεν ἡ φήμη·
彼らが戦った他の戦争については、もし戦ったとしても、その噂は広く伝わっていない。
τρία δὲ γνωριμώτατα ἐξείργασταί σφισι, τῆς τε Ἀσίας ἀρχὴ τῆς κάτω καὶ ἡ Γαλατῶν ἀπʼ αὐτῆς ἀναχώρησις καὶ τὸ ἐς τοὺς σὺν Ἀγαμέμνονι Τηλέφου τόλμημα, ὅτε Ἕλληνες ἁμαρτόντες Ἰλίου τὸ πεδίον ἐλεηλάτουν τὸ Μήιον ὡς γῆν Τρῳάδα.
しかし彼らによって成し遂げられた最も有名な三つの事績は、小アジアの支配、そこからのガラティア人の退却、そしてアガメムノンの一行に対するテレポスの勇猛な闘いである。 これは、ギリシア人がイリオスと間違えてトローアスの土地としてメイオス平原を略奪した際のことである。
ἐπάνειμι δὲ ἐς τὴν ἀρχὴν ὅθεν ἐξέβην τοῦ λόγου.
しかし、私は話をそらす前の、最初の主題へと戻ることにしよう。