§1.5.1τοῦ βουλευτηρίου τῶν πεντακοσίων πλησίον Θόλος ἐστὶ καλουμένη, καὶ θύουσί τε ἐνταῦθα οἱ πρυτάνεις καί τινα καὶ ἀργύρου πεποιημένα ἐστὶν ἀγάλματα οὐ μεγάλα.
Near the council chamber of the Five Hundred is what is called the Tholos, and there the prytaneis sacrifice, and there are also some silver statues, not large.
ἀνωτέρω δὲ ἀνδριάντες ἑστήκασιν ἡρώων, ἀφʼ ὧν Ἀθηναίοις ὕστερον τὰ ὀνόματα ἔσχον αἱ φυλαί· ὅστις δὲ κατεστήσατο δέκα ἀντὶ τεσσάρων φυλὰς εἶναι καὶ μετέθετό σφισι τὰ ὀνόματα ἀντὶ τῶν ἀρχαίων, Ἡροδότῳ καὶ ταῦτά ἐστιν εἰρημένα.
Higher up stand statues of heroes, after whom later the tribes of the Athenians got their names; and who it was that established ten tribes instead of four and changed their names from the ancient ones, this has been told by Herodotus as well.
§1.5.2τῶν δὲ ἐπωνύμων—καλοῦσι γὰρ οὕτω σφᾶς—ἔστι μὲν Ἱπποθόων Ποσειδῶνος καὶ Ἀλόπης θυγατρὸς Κερκυόνος, ἔστι δὲ Ἀντίοχος τῶν παίδων τῶν Ἡρακλέους, γενόμενος ἐκ Μήδας Ἡρακλεῖ τῆς Φύλαντος, καὶ τρίτος Αἴας ὁ Τελαμῶνος, ἐκ δὲ Ἀθηναίων Λεώς· δοῦναι δὲ ἐπὶ σωτηρίᾳ λέγεται κοινῇ τὰς θυγατέρας τοῦ θεοῦ χρήσαντος.
Of the eponyms—for so they call them—there is Hippothoon, son of Poseidon and Alope daughter of Cercyon, and Antiochus, one of the children of Heracles, born to Heracles of Meda daughter of Phylas, and third Ajax, son of Telamon, and from the Athenians, Leos; who is said to have given his daughters for the common safety when the god commanded it.
Ἐρεχθεύς τέ ἐστιν ἐν τοῖς ἐπωνύμοις, ὃς ἐνίκησεν Ἐλευσινίους μάχῃ καὶ τὸν ἡγούμενον ἀπέκτεινεν Ἰμμάραδον τὸν Εὐμόλπου· Αἰγεύς τέ ἐστι καὶ Οἰνεὺς Πανδίονος υἱὸς νόθος καὶ τῶν Θησέως παίδων Ἀκάμας.
Erechtheus also is among the eponyms, who conquered the Eleusinians in battle and killed their leader Immaradus, son of Eumolpus; and Aegeus, and Oeneus, the illegitimate son of Pandion, and Acamas, one of the children of Theseus.
§1.5.3Κέκροπα δὲ καὶ Πανδίονα—εἶδον γὰρ καὶ τούτων ἐν τοῖς ἐπωνύμοις εἰκόνας—οὐκ οἶδα οὓς ἄγουσιν ἐν τιμῇ· πρότερός τε γὰρ ἦρξε Κέκροψ, ὃς τὴν Ἀκταίου θυγατέρα ἔσχε, καὶ ὕστερος, ὃς δὴ καὶ μετῴκησεν ἐς Εὔβοιαν, Ἐρεχθέως υἱὸς τοῦ Πανδίονος τοῦ Ἐριχθονίου.
But as for Cecrops and Pandion—for I saw statues of these also among the eponyms—I do not know which ones they hold in honor; for there was an earlier Cecrops who ruled, who had Actaeus' daughter, and a later one, who actually migrated to Euboea, the son of Erechtheus, the son of Pandion, the son of Erichthonius.
καὶ δὴ καὶ Πανδίων ἐβασίλευσεν ὅ τε Ἐριχθονίου καὶ ὁ Κέκροπος τοῦ δευτέρου· τοῦτον Μητιονίδαι τῆς ἀρχῆς ἐξελαύνουσι, καί οἱ φυγόντι ἐς Μέγαρα—θυγατέρα γὰρ εἶχε Πύλα τοῦ βασιλεύσαντος ἐν Μεγάροις—συνεκπίπτουσιν οἱ παῖδες.
And indeed, there also reigned Pandion, both the son of Erichthonius and the son of Cecrops the second; this latter the Metionidae drove from his rule, and when he fled to Megara—for he had the daughter of Pylas who ruled in Megara—his children joined him in exile.
καὶ Πανδίονα μὲν αὐτοῦ λέγεται νοσήσαντα ἀποθανεῖν, καί οἱ πρὸς θαλάσσῃ μνῆμά ἐστιν ἐν τῇ Μεγαρίδι ἐν Ἀθηνᾶς Αἰθυίας καλουμένῳ σκοπέλῳ· §1.5.4οἱ δὲ παῖδες κατίασί τε ἐκ τῶν Μεγάρων ἐκβαλόντες Μητιονίδας, καὶ τὴν ἀρχὴν τῶν Ἀθηναίων Αἰγεὺς πρεσβύτατος ὢν ἔσχεν.
And Pandion himself is said to have fallen ill and died there, and his tomb is near the sea in Megaris on the crag called that of Athena Aithyia; and his children returned from Megara, having expelled the Metionidae, and Aegeus, being the eldest, took the rule of the Athenians.
θυγατέρας δὲ οὐ σὺν ἀγαθῷ δαίμονι ἔθρεψεν ὁ Πανδίων, οὐδέ οἱ τιμωροὶ παῖδες ἀπʼ αὐτῶν ἐλείφθησαν· καίτοι δυνάμεώς γε ἕνεκα πρὸς τὸν Θρᾷκα τὸ κῆδος ἐποιήσατο.
But Pandion did not rear his daughters under a good destiny, nor were any avenging children left to him from them; and yet for the sake of power he had made the marriage alliance with the Thracian.
ἀλλʼ οὐδεὶς πόρος ἐστὶν ἀνθρώπῳ παραβῆναι τὸ καθῆκον ἐκ τοῦ θεοῦ· λέγουσιν ὡς Τηρεὺς συνοικῶν Πρόκνῃ Φιλομήλαν ᾔσχυνεν, οὐ κατὰ νόμον δράσας τὸν Ἑλλήνων, καὶ τὸ σῶμα ἔτι λωβησάμενος τῇ παιδὶ ἤγαγεν ἐς ἀνάγκην δίκης τὰς γυναῖκας.
But there is no way for a human to transgress what is ordained by the god; they say that Tereus, though living with Procne, outraged Philomela, acting not according to the law of the Greeks, and further having mutilated the girl's body, he drove the women to the necessity of vengeance.
Πανδίονι δὲ καὶ ἄλλος ἀνδριάς ἐστιν ἐν ἀκροπόλει θέας ἄξιος.
And for Pandion there is also another statue on the Acropolis worthy of seeing.
§1.5.5οἵδε μέν εἰσιν Ἀθηναίοις ἐπώνυμοι τῶν ἀρχαίων· ὕστερον δὲ καὶ ἀπὸ τῶνδε φυλὰς ἔχουσιν, Ἀττάλου τοῦ Μυσοῦ καὶ Πτολεμαίου τοῦ Αἰγυπτίου καὶ κατʼ ἐμὲ ἤδη βασιλέως Ἀδριανοῦ τῆς τε ἐς τὸ θεῖον τιμῆς ἐπὶ πλεῖστον ἐλθόντος καὶ τῶν ἀρχομένων ἐς εὐδαιμονίαν τὰ μέγιστα ἑκάστοις παρασχομένου.
These are the ancient eponyms of the Athenians; but later they also got tribes named after these: Attalus the Mysian, Ptolemy the Egyptian, and, in my own time now, the Emperor Hadrian, who reached the highest point of piety towards the divine, and provided the greatest things for the happiness of each of his subjects.
καὶ ἐς μὲν πόλεμον οὐδένα ἑκούσιος κατέστη, Ἑβραίους δὲ τοὺς ὑπὲρ Σύρων ἐχειρώσατο ἀποστάντας· ὁπόσα δὲ θεῶν ἱερὰ τὰ μὲν ᾠκοδόμησεν ἐξ ἀρχῆς, τὰ δὲ καὶ ἐπεκόσμησεν ἀναθήμασι καὶ κατασκευαῖς ἢ δωρεὰς πόλεσιν ἔδωκεν Ἑλληνίσι, τὰς δὲ καὶ τῶν βαρβάρων τοῖς δεηθεῖσιν, ἔστιν οἱ πάντα γεγραμμένα Ἀθήνῃσιν ἐν τῷ κοινῷ τῶν θεῶν ἱερῷ.
And into no war did he enter voluntarily, but he subdued the Hebrews who dwell beyond Syria, who had revolted; and all the sanctuaries of the gods, some of which he built from the foundation, others of which he also adorned with offerings and equipment, or the gifts he gave to Greek cities, and some even to those of the barbarians who asked, all these are written for him at Athens in the common sanctuary of the gods.