§1.44.6ἰοῦσι δὲ ἐκ Μεγάρων ἐς Κόρινθον ἄλλοι τέ εἰσι τάφοι καὶ αὐλητοῦ Σαμίου Τηλεφάνους·
メガラからコリントスへと進む者たちにとって、他にもいくつかの墓があり、サモス人の笛吹きテレファネスの墓もある。
ποιῆσαι δὲ τὸν τάφον Κλεοπάτραν τὴν Φιλίππου τοῦ Ἀμύντου λέγουσι.
この墓はアミュンタスの子フィリッポスの娘クレオパトラが建てたと言われている。
καὶ Καρὸς τοῦ Φορωνέως μνῆμά ἐστι, τὸ μὲν ἐξ ἀρχῆς χῶμα γῆς, ὕστερον δὲ τοῦ θεοῦ χρήσαντος ἐκοσμήθη λίθῳ κογχίτῃ.
また、フォロネウスの子カロスの墓があり、当初は土を盛っただけであったが、後に神の神託によって貝殻石で飾られた。
μόνοις δὲ Ἑλλήνων Μεγαρεῦσιν ὁ κογχίτης οὗτός ἐστι, καί σφισι καὶ ἐν τῇ πόλει πεποίηται πολλὰ ἐξ αὐτοῦ.
ギリシア人の中でこの貝殻石があるのはメガラ人だけであり、彼らにとっては市内でも多くのものがこれで作られている。
ἔστι δὲ ἄγαν λευκὸς καὶ ἄλλου λίθου μαλακώτερος·
それは非常に白く、他の石よりも柔らかい。
κόγχοι δὲ αἱ θαλάσσιαι διὰ παντὸς ἔνεισίν οἱ.
その中には海の貝殻がいたるところに入っている。
αὐτὸς μὲν τοιοῦτός ἐστιν ὁ λίθος·
この石自体はこのようなものである。
τὴν δὲ ὀνομαζομένην ἀπὸ Σκίρωνος καὶ ἐς τόδε Σκιρωνίδα Σκίρων, ἡνίκα Μεγαρεῦσιν ἐπολεμάρχει, πρῶτος ὡς λέγουσιν ἐποίησεν ἀνδράσιν ὁδεύειν εὐζώνοις·
スキロンから名付けられ、今なお「スキロニスの道」と呼ばれている道路は、スキロンがメガラ人の軍事指導者(ポレマルコス)であった時に、軽装の徒歩旅行者が通れるように彼が最初に作ったと言われている。
Ἀδριανὸς δὲ ὁ βασιλεὺς καὶ οὕτως ὡς καὶ ἅρματα ἐναντία ἐλαύνεσθαι κατέστησεν εὐρυχωρῆ τε καὶ ἐπιτηδείαν εἶναι.
しかし、皇帝ハドリアヌスは、対向する戦車どうしがすれ違うことができるほどに、これを広く適したものとした。
§1.44.7λόγοι δέ εἰσιν ἐς τὰς πέτρας, αἳ κατὰ τὸ στενὸν τῆς ὁδοῦ μάλιστα ἀνέχουσιν, ἐς μὲν τὴν Μολουρίδα, ὡς ἀπὸ ταύτης αὑτὴν ἐς θάλασσαν Ἰνὼ ῥίψαι Μελικέρτην ἔχουσα τῶν παίδων τὸν νεώτερον·
道の狭い部分で特に高くそびえ立っている岩については様々な伝承があり、そのうちモロウリスの岩については、イノが子供たちのうち若い方のメリケルテスを抱いて、この岩から海へと自らを身投げしたと言われている。
τὸν γὰρ δὴ πρεσβύτερον αὐτῶν Λέαρχον ἀπέκτεινεν ὁ πατήρ.
なぜなら、彼らのうち年長の子であるレアルコスは、父親によって殺されていたからである。
λέγεται μὲν δὴ καὶ μανέντα δρᾶσαι ταῦτα Ἀθάμαντα, λέγεται δὲ καὶ ὡς ἐς τὴν Ἰνὼ καὶ τοὺς ἐξ αὐτῆς παῖδας χρήσαιτο ἀκρατεῖ τῷ θυμῷ τὸν συμβάντα Ὀρχομενίοις λιμὸν καὶ τὸν δοκοῦντα Φρίξου θάνατον αἰσθόμενος, οὗ τὸ θεῖον αἴτιον οὐ γενέσθαι, βουλεῦσαι δὲ ἐπὶ τούτοις πᾶσιν Ἰνὼ μητρυιὰν οὖσαν·
アタマスが狂気に陥ってこれらの行いに及んだとも言われているが、また次のようにも言われている。 すなわち、オルコメノス人に起こった飢饉と、フリクソスの死と思われた事柄を知った彼は、その原因が神によるものではなく、継母であったイノがこれらすべてを企てたのだと気づき、イノと彼女から生まれた子供たちに対して抑えきれない怒りをぶつけた、と。
§1.44.8τότε δὲ φεύγουσα ἐς θάλασσαν αὑτὴν καὶ τὸν παῖδα ἀπὸ τῆς πέτρας τῆς Μολουρίδος ἀφίησιν, ἐξενεχθέντος δὲ ἐς τὸν Κορινθίων ἰσθμὸν ὑπὸ δελφῖνος ὡς λέγεται τοῦ παιδός, τιμαὶ καὶ ἄλλαι τῷ Μελικέρτῃ δίδονται μετονομασθέντι Παλαίμονι καὶ τῶν Ἰσθμίων ἐπʼ αὐτῷ τὸν ἀγῶνα ἄγουσι.
その時、彼女は逃げ出して、モロウリスの岩から自分自身と子供を海へと投げ落とした。 そして、その子供がイルカによってコリントスの地峡へと運ばれたと言われており、メリケルテスには、パライモンと改名されて他の様々な名誉が与えられ、イストミア競技会も彼に捧げて執り行われている。
τὴν μὲν δὴ Μολουρίδα πέτραν Λευκοθέας καὶ Παλαίμονος ἱερὰν ἥγηντο·
彼らはモロウリスの岩をレウコテアとパライモンの聖なる岩とみなしていたが、その後に続く岩々は呪われたものと考えている。
τὰς δὲ μετὰ ταύτην νομίζουσιν ἐναγεῖς, ὅτι παροικῶν σφισιν ὁ Σκίρων, ὁπόσοις τῶν ξένων ἐπετύγχανεν, ἠφίει σφᾶς ἐς τὴν θάλασσαν.
なぜなら、彼らの近くに住んでいたスキロンが、行き会った異邦人たちを片っ端から海へと投げ落としていたからである。
χελώνη δὲ ὑπενήχετο ταῖς πέτραις τοὺς ἐσβληθέντας ἁρπάζειν·
岩の下には海亀が泳いでいて、投げ落とされた者たちをひったくっていた。
εἰσὶ δὲ αἱ θαλάσσιαι πλὴν μεγέθους καὶ ποδῶν ὅμοιαι ταῖς χερσαίαις, πόδας δὲ ἐοικότας ἔχουσι ταῖς φώκαις.
ウミガメは、大きさと足を除けばリクガメに似ているが、アザラシに似た足を持っている。
τούτων περιῆλθεν ἡ δίκη Σκίρωνα ἀφεθέντα ἐς θάλασσαν τὴν αὐτὴν ὑπὸ Θησέως.
これらの報いがスキロンに巡ってきて、彼はテーセウスによって同じ海へと投げ落とされた。
§1.44.9ἐπὶ δὲ τοῦ ὄρους τῇ ἄκρᾳ Διός ἐστιν Ἀφεσίου καλουμένου ναός·
山の頂上には、「アペシオス」と呼ばれるゼウスの神殿がある。
φασὶ δὲ ἐπὶ τοῦ συμβάντος ποτὲ τοῖς Ἕλλησιν αὐχμοῦ θύσαντος Αἰακοῦ κατά τι δὴ λόγιον τῷ Πανελληνίῳ Διὶ ἐν Αἰγίνῃ †κομίσαντα δὲ ἀφεῖναι καὶ διὰ τοῦτο Ἀφέσιον καλεῖσθαι τὸν Δία.
人々が言うには、かつてギリシア人を襲った旱魃の際、アイアコスが何らかの神託に従ってアイギナ島でパンヘレニオス(全ギリシアの)ゼウスに犠牲を捧げた後、[その難を]免れて、このためにゼウスがアペシオスと呼ばれるようになったという。
ἐνταῦθα καὶ Ἀφροδίτης ἄγαλμα καὶ Ἀπόλλωνός ἐστι καὶ Πανός.
ここにはアプロディテの像、アポロンの像、パンの像もある。
§1.44.10προελθοῦσι δὲ ἐς τὸ πρόσω μνῆμά ἐστιν Εὐρυσθέως·
さらに前方へと進む者たちにとって、エウリュステウスの墓がある。
φεύγοντα δὲ ἐκ τῆς Ἀττικῆς μετὰ τὴν πρὸς Ἡρακλείδας μάχην ἐνταῦθα ἀποθανεῖν αὐτὸν ὑπὸ Ἰολάου λέγουσιν.
ヘラクレスの末裔たち(ヘラクレイダイ)との戦いの後、アッティカから逃亡していた彼が、ここでイオラオスによって殺されたと言われている。
ἐκ ταύτης τῆς ὁδοῦ καταβᾶσιν Ἀπόλλωνος ἱερόν ἐστι Λατῴου καὶ μετʼ αὐτὸ Μεγαρεῦσιν ὅροι πρὸς τὴν Κορινθίαν, ἔνθα Ὕλλον τὸν Ἡρακλέους μονομαχῆσαι πρὸς τὸν Ἀρκάδα Ἔχεμον λέγουσιν.
この道から下る者たちにとって、ラトオスのアポロンの聖所があり、その後にコリントス領に対するメガラ人の境界がある。 そこでは、ヘラクレスの子ヒュロスがアルカディア人エケモスと一騎打ちをしたと言われている。