Humanitext Reader

保萨尼亚斯 · 希腊志 §1.44.6-1.44.10

斯基隆之路与通往科林斯沿途的传说

第 52 段,共 465 段 · 希腊语

内容简介

保萨尼亚斯记述了从梅加拉前往科林斯沿途的纪念碑、贝壳石的特性,以及由哈德良皇帝扩建的斯基隆尼斯道路,并介绍了莫洛里斯岩上关于伊诺与墨利刻尔忒斯的传说、恶人斯基隆的行径、阿斐西奥斯宙斯神庙以及欧律斯透斯的陵墓等遗迹。

§1.44.6ἰοῦσι δὲ ἐκ Μεγάρων ἐς Κόρινθον ἄλλοι τέ εἰσι τάφοι καὶ αὐλητοῦ Σαμίου Τηλεφάνους· ποιῆσαι δὲ τὸν τάφον Κλεοπάτραν τὴν Φιλίππου τοῦ Ἀμύντου λέγουσι.
对于从梅加拉前往科林斯的人来说,还有其他的墓地,以及萨摩斯人笛手帖勒法涅斯的墓;他们说,阿密ンタ斯之子腓力之女克利奥帕特拉建造了这座陵墓。
καὶ Καρὸς τοῦ Φορωνέως μνῆμά ἐστι, τὸ μὲν ἐξ ἀρχῆς χῶμα γῆς, ὕστερον δὲ τοῦ θεοῦ χρήσαντος ἐκοσμήθη λίθῳ κογχίτῃ.
还有福罗纽斯之子卡尔的陵墓,最初只是一座土丘,后来因神谕的启示而用贝壳石装饰。
μόνοις δὲ Ἑλλήνων Μεγαρεῦσιν ὁ κογχίτης οὗτός ἐστι, καί σφισι καὶ ἐν τῇ πόλει πεποίηται πολλὰ ἐξ αὐτοῦ.
在希腊人中,只有梅加拉人拥有这种贝壳石,在他们的城市里,也有许多东西是由它制成的。
ἔστι δὲ ἄγαν λευκὸς καὶ ἄλλου λίθου μαλακώτερος· κόγχοι δὲ αἱ θαλάσσιαι διὰ παντὸς ἔνεισίν οἱ.
它极白,比其他石头更软;海里的贝壳遍布其中。
αὐτὸς μὲν τοιοῦτός ἐστιν ὁ λίθος·
这块石头本身就是这样的。
τὴν δὲ ὀνομαζομένην ἀπὸ Σκίρωνος καὶ ἐς τόδε Σκιρωνίδα Σκίρων, ἡνίκα Μεγαρεῦσιν ἐπολεμάρχει, πρῶτος ὡς λέγουσιν ἐποίησεν ἀνδράσιν ὁδεύειν εὐζώνοις·
这条得名于斯基隆、至今仍被称为“斯基隆尼斯”的道路,据说是在斯基隆担任梅加拉人军事统帅时,由他首次修建,以供轻装步行者行进。
Ἀδριανὸς δὲ ὁ βασιλεὺς καὶ οὕτως ὡς καὶ ἅρματα ἐναντία ἐλαύνεσθαι κατέστησεν εὐρυχωρῆ τε καὶ ἐπιτηδείαν εἶναι.
但皇帝哈德良将其改造成如此宽阔和适宜,以至于连相向行驶的战车也能在上面交会。
§1.44.7λόγοι δέ εἰσιν ἐς τὰς πέτρας, αἳ κατὰ τὸ στενὸν τῆς ὁδοῦ μάλιστα ἀνέχουσιν, ἐς μὲν τὴν Μολουρίδα, ὡς ἀπὸ ταύτης αὑτὴν ἐς θάλασσαν Ἰνὼ ῥίψαι Μελικέρτην ἔχουσα τῶν παίδων τὸν νεώτερον·
关于在道路狭窄处最为耸立的那些岩石,有着各种传说:关于莫洛里斯岩,据说伊诺抱着她孩子中较幼的墨利刻尔忒斯从这块岩石上投海自尽。
τὸν γὰρ δὴ πρεσβύτερον αὐτῶν Λέαρχον ἀπέκτεινεν ὁ πατήρ.
因为他们中较长的小孩莱阿尔科斯已被他的父亲杀害。
λέγεται μὲν δὴ καὶ μανέντα δρᾶσαι ταῦτα Ἀθάμαντα, λέγεται δὲ καὶ ὡς ἐς τὴν Ἰνὼ καὶ τοὺς ἐξ αὐτῆς παῖδας χρήσαιτο ἀκρατεῖ τῷ θυμῷ τὸν συμβάντα Ὀρχομενίοις λιμὸν καὶ τὸν δοκοῦντα Φρίξου θάνατον αἰσθόμενος, οὗ τὸ θεῖον αἴτιον οὐ γενέσθαι, βουλεῦσαι δὲ ἐπὶ τούτοις πᾶσιν Ἰνὼ μητρυιὰν οὖσαν·
固然有人说阿塔马斯是因为发疯才做出这些事的,但也有人说,在得知奥尔科梅诺斯人遭遇的饥荒以及斐里克索斯所谓的死亡并非由神灵造成、而是继母伊诺策划了这一切之后,他对伊诺以及她所生的孩子们发泄了无法抑制的愤怒。
§1.44.8τότε δὲ φεύγουσα ἐς θάλασσαν αὑτὴν καὶ τὸν παῖδα ἀπὸ τῆς πέτρας τῆς Μολουρίδος ἀφίησιν, ἐξενεχθέντος δὲ ἐς τὸν Κορινθίων ἰσθμὸν ὑπὸ δελφῖνος ὡς λέγεται τοῦ παιδός, τιμαὶ καὶ ἄλλαι τῷ Μελικέρτῃ δίδονται μετονομασθέντι Παλαίμονι καὶ τῶν Ἰσθμίων ἐπʼ αὐτῷ τὸν ἀγῶνα ἄγουσι.
于是她逃跑了,并从莫洛里斯岩上将自己和孩子投落海中。 据说,当这个孩子被海豚托运至科林斯地峡后,已被改名为帕莱蒙的墨利刻尔忒斯获得了其他种种荣誉,人们还为他举办了地峡运动会。
τὴν μὲν δὴ Μολουρίδα πέτραν Λευκοθέας καὶ Παλαίμονος ἱερὰν ἥγηντο· τὰς δὲ μετὰ ταύτην νομίζουσιν ἐναγεῖς, ὅτι παροικῶν σφισιν ὁ Σκίρων, ὁπόσοις τῶν ξένων ἐπετύγχανεν, ἠφίει σφᾶς ἐς τὴν θάλασσαν.
于是,他们认为莫洛里斯岩是留科忒亚和帕莱蒙的圣石;但在它之后的岩石,他们则认为是受诅咒的,因为居住在他们附近的斯基隆,只要遇到外邦人,就会把他们扔进海里。
χελώνη δὲ ὑπενήχετο ταῖς πέτραις τοὺς ἐσβληθέντας ἁρπάζειν· εἰσὶ δὲ αἱ θαλάσσιαι πλὴν μεγέθους καὶ ποδῶν ὅμοιαι ταῖς χερσαίαις, πόδας δὲ ἐοικότας ἔχουσι ταῖς φώκαις.
岩石下方游着一只海龟,夺取被扔下去的人;海龟除了大小和足部外,与陆龟相似,它们拥有类似海豹的足。
τούτων περιῆλθεν ἡ δίκη Σκίρωνα ἀφεθέντα ἐς θάλασσαν τὴν αὐτὴν ὑπὸ Θησέως.
这些恶行的报应最终落到了斯基隆身上,他被忒修斯扔进了同一片海中。
§1.44.9ἐπὶ δὲ τοῦ ὄρους τῇ ἄκρᾳ Διός ἐστιν Ἀφεσίου καλουμένου ναός· φασὶ δὲ ἐπὶ τοῦ συμβάντος ποτὲ τοῖς Ἕλλησιν αὐχμοῦ θύσαντος Αἰακοῦ κατά τι δὴ λόγιον τῷ Πανελληνίῳ Διὶ ἐν Αἰγίνῃ †κομίσαντα δὲ ἀφεῖναι καὶ διὰ τοῦτο Ἀφέσιον καλεῖσθαι τὸν Δία.
在山顶上有一座被称为“阿斐西奥斯”的宙斯神庙;据说,在曾经袭击希腊人的旱灾中,埃阿科斯根据某种神谕在埃癸纳岛向潘赫勒尼乌斯(全希腊的)宙斯献祭,之后得以免除,因此宙斯被称为阿斐西奥斯。
ἐνταῦθα καὶ Ἀφροδίτης ἄγαλμα καὶ Ἀπόλλωνός ἐστι καὶ Πανός.
在这里还有阿佛洛狄忒像、阿波罗像和潘神像。
§1.44.10προελθοῦσι δὲ ἐς τὸ πρόσω μνῆμά ἐστιν Εὐρυσθέως· φεύγοντα δὲ ἐκ τῆς Ἀττικῆς μετὰ τὴν πρὸς Ἡρακλείδας μάχην ἐνταῦθα ἀποθανεῖν αὐτὸν ὑπὸ Ἰολάου λέγουσιν.
对于再往前行进的人来说,有欧律斯透斯的陵墓;他们说,在与赫拉克勒斯后裔(赫拉克利代)战斗之后,他从阿提卡逃亡到这里,并在此被伊拉乌斯杀死。
ἐκ ταύτης τῆς ὁδοῦ καταβᾶσιν Ἀπόλλωνος ἱερόν ἐστι Λατῴου καὶ μετʼ αὐτὸ Μεγαρεῦσιν ὅροι πρὸς τὴν Κορινθίαν, ἔνθα Ὕλλον τὸν Ἡρακλέους μονομαχῆσαι πρὸς τὸν Ἀρκάδα Ἔχεμον λέγουσιν.
对于从这条路下行的人来说,有拉托乌斯阿波罗的圣所,此后是梅加拉人与科林斯领土的边界,据说赫拉克勒斯之子许罗斯曾在此与阿卡迪亚人埃刻摩斯进行决斗。

词汇与语法注释

  1. 1.44.6ἰοῦσι — 与格现在分词 `ἰοῦσι` 是表示关系或视点的与格(dative of reference),是保萨尼亚斯地理指南中的公式化表达,意为“对于从梅加拉前行的人来说(沿途有……)”。类似的用法也见于 `§1.44.10` 的 `προελθοῦσι` 和 `καταβᾶσιν`。
  2. 1.44.7αἰσθόμενος — 分词 `αἰσθόμενος` 表示原因,他所察觉到的间接事实由以 `οὗ...` 开始的关系从句引导,并支配着带对格的不定式结构 `γενέσθαι` 和 `βουλεῦσαι`。其结构为:“因为察觉到(饥荒和死亡的)起因并非由于神灵,而是继母伊诺策划了这一切”。
  3. 1.44.9†κομίσαντα δὲ ἀφεῖναι — 手稿传承中存在破损(带短剑号)之处。不定式 `ἀφεῖναι`(释放、免除或遣散)在此被用来解释宙斯别名“阿斐西奥斯(Aphesius)”的通俗语源(例如,埃阿科斯得以从旱灾中解脱,或遣散了人们)。

引用这一段

保萨尼亚斯, 希腊志 §1.44.6-1.44.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:1.44.6-1.44.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。