§1.42.1ἔστι δὲ καὶ ἄλλη Μεγαρεῦσιν ἀκρόπολις ἀπὸ Ἀλκάθου τὸ ὄνομα ἔχουσα·
メガラ人にはアルカトオスにちなんで名付けられたもう一つのアクロポリスもある。
ἐς ταύτην τὴν ἀκρόπολιν ἀνιοῦσίν ἐστιν ἐν δεξιᾷ Μεγαρέως μνῆμα, ὃς κατὰ τὴν ἐπιστρατείαν τῶν Κρητῶν ξύμμαχός σφισιν ἦλθεν ἐξ Ὀγχηστοῦ.
このアクロポリスに登る者たちの右手には、クレタ人の遠征の際にオンケストスから彼らの同盟者としてやって来たメガレウスの墓がある。
δείκνυται δὲ καὶ ἑστία θεῶν Προδομέων καλουμένων·
また、「プロドメイス」と呼ばれる神々の炉も示されている。
θῦσαι δέ σφισιν Ἀλκάθουν λέγουσι πρῶτον, ὅτε τῆς οἰκοδομίας τοῦ τείχους ἔμελλεν ἄρχεσθαι.
アルカトオスが城壁の建設を始めようとした時、彼らに最初に犠牲を捧げたと言われている。
§1.42.2τῆς δὲ ἑστίας ἐγγὺς ταύτης ἐστὶ λίθος, ἐφʼ οὗ καταθεῖναι λέγουσιν Ἀπόλλωνα τὴν κιθάραν Ἀλκάθῳ τὸ τεῖχος συνεργαζόμενον.
この炉の近くには一つの石があり、アポロンがアルカトオスとともに城壁の建設を助けていた際、その上にキタラを置いたと言われている。
δηλοῖ τέ μοι καὶ τόδε ὡς συνετέλουν ἐς Ἀθηναίους Μεγαρεῖς·
このことは、メガラ人がアテナイ人に服属していたことを私に示している。
φαίνεται γὰρ τὴν θυγατέρα Ἀλκάθους Περίβοιαν ἅμα Θησεῖ πέμψαι κατὰ τὸν δασμὸν ἐς Κρήτην.
なぜなら、アルカトオスの娘ペリボイアが、貢納の一部としてテセウスとともにクレタ島へ送られたと見えるからである。
τότε δὲ αὐτῷ τειχίζοντι, ὥς φασιν οἱ Μεγαρεῖς, συνεργάζεταί τε Ἀπόλλων καὶ τὴν κιθάραν κατέθηκεν ἐπὶ τὸν λίθον·
メガラ人たちが言うには、その時、彼が壁を築いていた際にアポロンが手を貸し、石の上にキタラを置いた。
ἢν δὲ τύχῃ βαλών τις ψηφῖδι, κατὰ ταὐτὰ οὗτός τε ἤχησε καὶ κιθάρα κρουσθεῖσα.
もし誰かが小石を投げ当てると、その石はまさに弾かれたキタラのように音を立てる。
§1.42.3ἐμοὶ δὲ παρέσχε μὲν καὶ τοῦτο θαυμάσαι, παρέσχε δὲ πολλῷ μάλιστα Αἰγυπτίων ὁ κολοσσός.
私にとって、このことも驚嘆すべきことではあったが、エジプト人の巨像ははるかにそれ以上の驚きを与えた。
ἐν Θήβαις ταῖς Αἰγυπτίαις, διαβᾶσι τὸν Νεῖλον πρὸς τὰς Σύριγγας καλουμένας, εἶδον ἔτι καθήμενον ἄγαλμα ἠχοῦν—Μέμνονα ὀνομάζουσιν οἱ πολλοί, τοῦτον γάρ φασιν ἐξ Αἰθιοπίας ὁρμηθῆναι ἐς Αἴγυπτον καὶ τὴν ἄχρι Σούσων·
エジプトのテーバイにおいて、ナイル川を渡って「シュリンゲス」と呼ばれる場所へと向かう者にとって、私は今なお座ったまま音を出す像を見た。
ἀλλὰ γὰρ οὐ Μέμνονα οἱ Θηβαῖοι λέγουσι, Φαμένωφα δὲ εἶναι τῶν ἐγχωρίων οὗ τοῦτο ἄγαλμα ἦν, ἤκουσα δὲ ἤδη καὶ Σέσωστριν φαμένων εἶναι —, ὃ Καμβύσης διέκοψε·
多くの人々はこれをメムノンと呼んでいる。 なぜなら、彼らはこの者がエチオピアから出発してエジプトへ、そしてスサにまで至ったと言うからである。 だが、テーバイ人たちは彼をメムノンとは呼ばず、この像は現地人の一人であるファメノプスのものだと言っており、また私はすでにセソストリスであると言う人々も聞いたことがある。 これをカンビュセスが切断した。
καὶ νῦν ὁπόσον ἐκ κεφαλῆς ἐς μέσον σῶμά ἐστιν ἀπερριμμένον, τὸ δὲ λοιπὸν κάθηταί τε καὶ ἀνὰ πᾶσαν ἡμέραν ἀνίσχοντος ἡλίου βοᾷ, καὶ τὸν ἦχον μάλιστα εἰκάσει τις κιθάρας ἢ λύρας ῥαγείσης χορδῆς.
そして今、頭部から胴体の中ほどまでが投げ捨てられているが、残りの部分は座ったままで、毎日、陽が昇る時に声を上げる。 その音は、キタラかリラの弦が切れた時の音に最もよく似ている。
§1.42.4Μεγαρεῦσι δὲ ἔστι μὲν βουλευτήριον, Τιμάλκου δὲ ἦν ποτε ὡς λέγουσι τάφος, ὃν πρότερον ὀλίγον τούτων οὐκ ἔφην ὑπὸ Θησέως ἀποθανεῖν.
メガラ人には評議所があり、かつてはそこがティマルコスの墓であったと言われているが、彼について私はこれより少し前に、テセウスによって殺されたのではないと述べた。
ᾠκοδόμηται δὲ ἐπὶ τῇ κορυφῇ τῆς ἀκροπόλεως ναὸς Ραθηνᾶς, ἄγαλμα δέ ἐστιν ἐπίχρυσον πλὴν χειρῶν καὶ ἄκρων ποδῶν·
アクロポリスの頂上にはアテナの神殿が建てられており、その像は手と足の先を除いて金メッキが施されている。
ταῦτα δὲ καὶ τὸ πρόσωπόν ἐστιν ἐλέφαντος.
そして、これらと顔は象牙でできている。
καὶ ἕτερον ἐνταῦθα ἱερὸν Ἀθηνᾶς πεποίηται καλουμένης Νίκης καὶ ἄλλο Αἰαντίδος·
またそこには、「勝利」と呼ばれるアテナの別の聖所と、もう一つの「アイアンティス」と呼ばれるアテナの聖所が作られている。
τὰ δὲ ἐς αὐτὸ Μεγαρέων μὲν παρεῖται τοῖς ἐξηγηταῖς, ἐγὼ δὲ ὁποῖα νομίζω γενέσθαι γράψω.
これに関する事情はメガラ人の案内人たちによって省略されているが、私はどのようにしてそうなったと自分が考えているかを書こう。
Τελαμὼν ὁ Αἰακοῦ θυγατρὶ Ἀλκάθου Περιβοίᾳ συνῴκησεν·
アイアコスの子テラモンは、アルカトオスの娘ペリボイアと結婚した。
Αἴαντα οὖν τὴν ἀρχὴν τὴν Ἀλκάθου διαδεξάμενον ποιῆσαι τὸ ἄγαλμα ἡγοῦμαι τῆς Ἀθηνᾶς.
それゆえ、アルカトオスの支配権を継承したアイアスが、このアテナの像を制作したのだと私は考えている。
§1.42.5τοῦ δὲ Ἀπόλλωνος πλίνθου μὲν ἦν ὁ ἀρχαῖος ναός· ὕστερον δὲ βασιλεὺς ᾠκοδόμησεν Ἀδριανὸς λίθου λευκοῦ.
アポロンの古い神殿はレンガ造りであったが、後にハドリアヌス帝が白い石で建て直した。
ὁ μὲν δὴ Πύθιος καλούμενος καὶ ὁ Δεκατηφόρος τοῖς Αἰγυπτίοις μάλιστα ἐοίκασι ξοάνοις, ὃν δὲ Ἀρχηγέτην ἐπονομάζουσιν, Αἰγινητικοῖς ἔργοις ἐστὶν ὅμοιος·
いわゆる「ピュティオス」と「デカテポロス」の像は、エジプトの木彫像に最もよく似ており、「アルケゲテス」と名付けられている像はアイギナ風の作品に似ている。
ἐβένου δὲ πάντα ὁμοίως πεποίηται.
これらはすべて同様に黒檀でできている。
ἤκουσα δὲ ἀνδρὸς Κυπρίου διακρῖναι πόας ἐς ἀνθρώπων ἴασιν εἰδότος, ὃς τὴν ἔβενον φύλλα οὐκ ἔφη φύειν οὐδὲ εἶναι καρπὸν οὐδένα ἀπʼ αὐτῆς οὐδὲ ὁρᾶσθαι τὸ παράπαν αὐτὴν ὑπὸ ἡλίου, ῥίζας δὲ ὑπογαίους εἶναι, ταύτας δὲ ὀρύσσειν τοὺς Αἰθίοπας καὶ ἄνδρας εἶναί σφισιν οἳ τὴν ἔβενον ἴσασιν εὑρίσκειν.
私は、人間の治療のために草を識別することを知っているキプロス人の男性から、次のように聞いた。 彼は、黒檀は葉を茂らせず、実も全くなびかず、太陽の光の下ではまったく見えず、根が地下にあり、エチオピア人がこれを掘り出し、彼らの間には黒檀を見つける方法を知っている人々がいるのだと言っていた。
§1.42.6ἔστι δὲ καὶ Δήμητρος ἱερὸν Θεσμοφόρου.
また、デメテル・テスモポロスの聖所もある。
κατιοῦσι δὲ ἐντεῦθεν Καλλιπόλιδος μνῆμά ἐστιν Ἀλκάθου παιδός.
そこから下る人々にとって、アルカトオスの息子カリポリスの墓がある。
ἐγένετο δὲ καὶ ἄλλος Ἀλκάθῳ πρεσβύτερος υἱὸς Ἰσχέπολις, ὃν ἀπέστειλεν ὁ πατὴρ Μελεάγρῳ τὸ ἐν Αἰτωλίᾳ θηρίον συνεξαιρήσοντα.
アルカトオスにはもう一人の、より年長の息子イスケポリスがおり、父は彼をメレアグロスとともにアイトリアの野獣を退治させるために派遣した。
ἀποθανόντος δὲ ἐνταῦθα πρῶτος τεθνεῶτα ἐπύθετο ὁ Καλλίπολις, ἀναδραμὼν δὲ ἐς τὴν ἀκρόπολιν— τηνικαῦτα δὲ ὁ πατήρ οἱ τῷ Ἀπόλλωνι ἐνέκαεν— ἀπορρίπτει τὰ ξύλα ἀπὸ τοῦ βωμοῦ·
彼がそこで死ぬと、カリポリスが最初にその死を知り、アクロポリスに駆け登って(その時、父はアポロンのために生贄を焼いていた)、祭壇から薪を投げ捨てた。
Ἀλκάθους δὲ ἀνήκοος ὢν ἔτι τῆς Ἰσχεπόλιδος τελευτῆς κατεδίκαζεν οὐ ποιεῖν ὅσια τὸν Καλλίπολιν καὶ εὐθέως ὡς εἶχεν ὀργῆς ἀπέκτεινε παίσας ἐς τὴν κεφαλὴν τῶν ἀπορριφέντων ἀπὸ τοῦ βωμοῦ ξύλῳ.
アルカトオスは、イスケポリスの死をまだ聞いていなかったため、カリポリスが不敬なことを行っていると非難し、激怒したまま、祭壇から投げ捨てられた薪で彼の頭を殴ってすぐに殺した。
§1.42.7κατὰ δὲ τὴν ἐς τὸ πρυτανεῖον ὁδὸν Ἰνοῦς ἐστιν ἡρῷον, περὶ δὲ αὐτὸ θριγκὸς λίθων·
プリュタネイオンへ至る道沿いにはイノの英雄廟があり、その周囲には石の囲いがある。
πεφύκασι δὲ ἐπʼ αὐτῶ καὶ ἐλαῖαι.
その上にはオリーブの木も生えている。
μόνοι δέ εἰσιν Ἑλλήνων Μεγαρεῖς οἱ λέγοντες τὸν νεκρὸν τῆς Ἰνοῦς ἐς τὰ παραθαλάσσιά σφισιν ἐκπεσεῖν τῆς χώρας, Κλησὼ δὲ καὶ Ταυρόπολιν εὑρεῖν τε καὶ θάψαι—θυγατέρας δὲ αὐτὰς εἶναι Κλήσωνος τοῦ Λέλεγος—, καὶ Λευκοθέαν τε ὀνομασθῆναι παρὰ σφίσι πρώτοις φασὶν αὐτὴν καὶ θυσίαν ἄγειν ἀνὰ πᾶν ἔτος.
イノの遺体が自分たちの領土の海岸に漂着し、クレソとタウロポリス(彼女たちはレレクスの子クレソンの娘たちである)がそれを発見して葬ったと主張するのは、ギリシア人の中でメガラ人だけである。 また彼らは、彼女が自分たちのもとで最初にレウコテアと名づけられたと言い、毎年、犠牲祭を行っている。