§1.42.1ἔστι δὲ καὶ ἄλλη Μεγαρεῦσιν ἀκρόπολις ἀπὸ Ἀλκάθου τὸ ὄνομα ἔχουσα· ἐς ταύτην τὴν ἀκρόπολιν ἀνιοῦσίν ἐστιν ἐν δεξιᾷ Μεγαρέως μνῆμα, ὃς κατὰ τὴν ἐπιστρατείαν τῶν Κρητῶν ξύμμαχός σφισιν ἦλθεν ἐξ Ὀγχηστοῦ.
梅加拉人还有另一个阿克罗波利斯,其名称源自阿尔卡托奥斯;对于登上这座阿克罗波利斯的人来说,右手边是梅加雷乌斯的陵墓,他在克里特人远征期间,从翁ケストス前来作为他们的盟友。
δείκνυται δὲ καὶ ἑστία θεῶν Προδομέων καλουμένων· θῦσαι δέ σφισιν Ἀλκάθουν λέγουσι πρῶτον, ὅτε τῆς οἰκοδομίας τοῦ τείχους ἔμελλεν ἄρχεσθαι.
这里还展示着被称为“普罗多梅伊斯”的神明们的祭坛(炉);据说当阿尔卡托奥斯准备开始建造城墙时,首先向他们献祭。
§1.42.2τῆς δὲ ἑστίας ἐγγὺς ταύτης ἐστὶ λίθος, ἐφʼ οὗ καταθεῖναι λέγουσιν Ἀπόλλωνα τὴν κιθάραν Ἀλκάθῳ τὸ τεῖχος συνεργαζόμενον.
在这座炉的附近有一块石头,据说阿波罗在协助阿尔卡托奥斯建造城墙时,曾将他的基萨拉琴放在上面。
δηλοῖ τέ μοι καὶ τόδε ὡς συνετέλουν ἐς Ἀθηναίους Μεγαρεῖς· φαίνεται γὰρ τὴν θυγατέρα Ἀλκάθους Περίβοιαν ἅμα Θησεῖ πέμψαι κατὰ τὸν δασμὸν ἐς Κρήτην.
这也向我表明,梅加拉人曾臣属于雅典人;因为阿尔卡托奥斯的女儿佩里波伊亚似乎根据贡税与忒修斯一同被送往克里特岛。
τότε δὲ αὐτῷ τειχίζοντι, ὥς φασιν οἱ Μεγαρεῖς, συνεργάζεταί τε Ἀπόλλων καὶ τὴν κιθάραν κατέθηκεν ἐπὶ τὸν λίθον· ἢν δὲ τύχῃ βαλών τις ψηφῖδι, κατὰ ταὐτὰ οὗτός τε ἤχησε καὶ κιθάρα κρουσθεῖσα.
梅加拉人说,当时在他筑墙时,阿波罗协助了他,并将基萨拉琴放在这块石头上;如果有人碰巧用小石子投掷它,它就会发出与弹奏基萨拉琴时完全相同的声音。
§1.42.3ἐμοὶ δὲ παρέσχε μὲν καὶ τοῦτο θαυμάσαι, παρέσχε δὲ πολλῷ μάλιστα Αἰγυπτίων ὁ κολοσσός.
对我来说,这件事固然令人惊叹,但埃及人的巨像带来的惊奇远甚于此。
ἐν Θήβαις ταῖς Αἰγυπτίαις, διαβᾶσι τὸν Νεῖλον πρὸς τὰς Σύριγγας καλουμένας, εἶδον ἔτι καθήμενον ἄγαλμα ἠχοῦν—Μέμνονα ὀνομάζουσιν οἱ πολλοί, τοῦτον γάρ φασιν ἐξ Αἰθιοπίας ὁρμηθῆναι ἐς Αἴγυπτον καὶ τὴν ἄχρι Σούσων· ἀλλὰ γὰρ οὐ Μέμνονα οἱ Θηβαῖοι λέγουσι, Φαμένωφα δὲ εἶναι τῶν ἐγχωρίων οὗ τοῦτο ἄγαλμα ἦν, ἤκουσα δὲ ἤδη καὶ Σέσωστριν φαμένων εἶναι —, ὃ Καμβύσης διέκοψε· καὶ νῦν ὁπόσον ἐκ κεφαλῆς ἐς μέσον σῶμά ἐστιν ἀπερριμμένον, τὸ δὲ λοιπὸν κάθηταί τε καὶ ἀνὰ πᾶσαν ἡμέραν ἀνίσχοντος ἡλίου βοᾷ, καὶ τὸν ἦχον μάλιστα εἰκάσει τις κιθάρας ἢ λύρας ῥαγείσης χορδῆς.
在埃及的底比斯,对于渡过尼罗河前往被称为“叙林克斯”的地下墓穴的人来说,我看到了一尊至今仍坐着且会发声的雕像——大多数人称之为门农,因为他们说他从埃塞俄比亚出发前往埃及并直至苏萨;但底比斯人并不称他为门农,而是说这是本地人法梅诺普斯的雕像,且我也曾听到有人说他是塞索斯特里斯——这尊雕像被冈比西斯砍成两半;现在,从头部到身体中部的部分已被抛弃,但其余部分依然坐着,每天太阳升起时都会发出声响,人们会觉得这声音最像基萨拉琴或里拉琴断弦时的声音。
§1.42.4Μεγαρεῦσι δὲ ἔστι μὲν βουλευτήριον, Τιμάλκου δὲ ἦν ποτε ὡς λέγουσι τάφος, ὃν πρότερον ὀλίγον τούτων οὐκ ἔφην ὑπὸ Θησέως ἀποθανεῖν.
梅加拉人有一个议事厅,据说这里曾是提马尔科斯的坟墓,我在此前不久曾说过他并非死于忒修斯之手。
ᾠκοδόμηται δὲ ἐπὶ τῇ κορυφῇ τῆς ἀκροπόλεως ναὸς Ραθηνᾶς, ἄγαλμα δέ ἐστιν ἐπίχρυσον πλὴν χειρῶν καὶ ἄκρων ποδῶν· ταῦτα δὲ καὶ τὸ πρόσωπόν ἐστιν ἐλέφαντος.
阿克罗波利斯的顶端建有雅典娜神庙,雕像除手和脚尖外均贴有金箔;而手脚尖和脸部是用象牙制成的。
καὶ ἕτερον ἐνταῦθα ἱερὸν Ἀθηνᾶς πεποίηται καλουμένης Νίκης καὶ ἄλλο Αἰαντίδος· τὰ δὲ ἐς αὐτὸ Μεγαρέων μὲν παρεῖται τοῖς ἐξηγηταῖς, ἐγὼ δὲ ὁποῖα νομίζω γενέσθαι γράψω.
这里还建有另一座被称为“胜利”的雅典娜圣所,以及另一座“埃安蒂斯”的圣所;梅加拉的向导们省略了关于这一圣所的记载,但我将写下我所认为的缘由。
Τελαμὼν ὁ Αἰακοῦ θυγατρὶ Ἀλκάθου Περιβοίᾳ συνῴκησεν· Αἴαντα οὖν τὴν ἀρχὴν τὴν Ἀλκάθου διαδεξάμενον ποιῆσαι τὸ ἄγαλμα ἡγοῦμαι τῆς Ἀθηνᾶς.
埃阿科斯之子特拉蒙与阿尔卡托奥斯的女儿佩里波伊亚共同生活;因此,我认为继承了阿尔卡托奥斯统治权的埃阿斯制作了这尊雅典娜雕像。
§1.42.5τοῦ δὲ Ἀπόλλωνος πλίνθου μὲν ἦν ὁ ἀρχαῖος ναός· ὕστερον δὲ βασιλεὺς ᾠκοδόμησεν Ἀδριανὸς λίθου λευκοῦ.
阿波罗的古老神庙曾是砖造的;但后来哈德良皇帝用白石重建了它。
ὁ μὲν δὴ Πύθιος καλούμενος καὶ ὁ Δεκατηφόρος τοῖς Αἰγυπτίοις μάλιστα ἐοίκασι ξοάνοις, ὃν δὲ Ἀρχηγέτην ἐπονομάζουσιν, Αἰγινητικοῖς ἔργοις ἐστὶν ὅμοιος· ἐβένου δὲ πάντα ὁμοίως πεποίηται.
被称为“皮提奥斯”和“德卡特波罗斯”的雕像最像埃及的木雕像,而被称为“阿尔克格特斯”的雕像则类似于埃伊纳风格的作品;它们都同样是用乌木制成的。
ἤκουσα δὲ ἀνδρὸς Κυπρίου διακρῖναι πόας ἐς ἀνθρώπων ἴασιν εἰδότος, ὃς τὴν ἔβενον φύλλα οὐκ ἔφη φύειν οὐδὲ εἶναι καρπὸν οὐδένα ἀπʼ αὐτῆς οὐδὲ ὁρᾶσθαι τὸ παράπαν αὐτὴν ὑπὸ ἡλίου, ῥίζας δὲ ὑπογαίους εἶναι, ταύτας δὲ ὀρύσσειν τοὺς Αἰθίοπας καὶ ἄνδρας εἶναί σφισιν οἳ τὴν ἔβενον ἴσασιν εὑρίσκειν.
我从一位塞浦路斯人那里听说(他懂得识别草药来治疗人类),他说乌木不长叶子,也不结任何果实,在阳光下完全看不见,但其根部在地下,埃塞俄比亚人挖掘它们,且他们之中有懂得如何寻找乌木的人。
§1.42.6ἔστι δὲ καὶ Δήμητρος ἱερὸν Θεσμοφόρου.
这里还有得墨忒耳·忒斯摩福洛斯的圣所。
κατιοῦσι δὲ ἐντεῦθεν Καλλιπόλιδος μνῆμά ἐστιν Ἀλκάθου παιδός.
从那里下来的人,会看到阿尔卡托奥斯之子卡利波利斯的陵墓。
ἐγένετο δὲ καὶ ἄλλος Ἀλκάθῳ πρεσβύτερος υἱὸς Ἰσχέπολις, ὃν ἀπέστειλεν ὁ πατὴρ Μελεάγρῳ τὸ ἐν Αἰτωλίᾳ θηρίον συνεξαιρήσοντα.
阿尔卡托奥斯还有一个更年长的儿子伊斯克波利斯,父亲派遣他与梅列阿格一同去消灭艾托利亚的野兽。
ἀποθανόντος δὲ ἐνταῦθα πρῶτος τεθνεῶτα ἐπύθετο ὁ Καλλίπολις, ἀναδραμὼν δὲ ἐς τὴν ἀκρόπολιν— τηνικαῦτα δὲ ὁ πατήρ οἱ τῷ Ἀπόλλωνι ἐνέκαεν— ἀπορρίπτει τὰ ξύλα ἀπὸ τοῦ βωμοῦ· Ἀλκάθους δὲ ἀνήκοος ὢν ἔτι τῆς Ἰσχεπόλιδος τελευτῆς κατεδίκαζεν οὐ ποιεῖν ὅσια τὸν Καλλίπολιν καὶ εὐθέως ὡς εἶχεν ὀργῆς ἀπέκτεινε παίσας ἐς τὴν κεφαλὴν τῶν ἀπορριφέντων ἀπὸ τοῦ βωμοῦ ξύλῳ.
当他死在那里时,卡利波利斯首先得知了他的死讯,并奔上阿克罗波利斯——当时他的父亲正在向阿波罗烧献祭品——他将祭坛上的木柴扔掉;但阿尔卡托奥斯当时尚未听闻伊斯克波利斯的死讯,便谴责卡利波利斯做出了不敬之举,随即在愤怒中用从祭坛上扔下的木柴击打其头部,将其打死。
§1.42.7κατὰ δὲ τὴν ἐς τὸ πρυτανεῖον ὁδὸν Ἰνοῦς ἐστιν ἡρῷον, περὶ δὲ αὐτὸ θριγκὸς λίθων· πεφύκασι δὲ ἐπʼ αὐτῶ καὶ ἐλαῖαι.
在通往市政厅的路上,有伊诺的英雄庙,周围有石墙围着;上面还生长着橄榄树。
μόνοι δέ εἰσιν Ἑλλήνων Μεγαρεῖς οἱ λέγοντες τὸν νεκρὸν τῆς Ἰνοῦς ἐς τὰ παραθαλάσσιά σφισιν ἐκπεσεῖν τῆς χώρας, Κλησὼ δὲ καὶ Ταυρόπολιν εὑρεῖν τε καὶ θάψαι—θυγατέρας δὲ αὐτὰς εἶναι Κλήσωνος τοῦ Λέλεγος—, καὶ Λευκοθέαν τε ὀνομασθῆναι παρὰ σφίσι πρώτοις φασὶν αὐτὴν καὶ θυσίαν ἄγειν ἀνὰ πᾶν ἔτος.
梅加拉人是希腊人中唯一宣称伊诺的尸体漂流到他们领土海岸的人,并称克勒索和陶罗波利斯(她们是勒勒克斯之子克勒松的女儿)发现并安葬了她,他们还说她是在他们那里最先被命名为洛科忒亚的,并且每年都举行祭祀。