§1.41.5Πίνδαρος δὲ τούτοις τε κατὰ ταὐτὰ ἐποίησε καὶ γαμβρὸν τοῖς Διοσκούροις Θησέα εἶναι βουλόμενον ἁρπασθεῖσαν τὴν Ἑλένην διαφυλάξαι, ἐς ὃ ἀπελθεῖν αὐτὸν Πειρίθῳ τὸν λεγόμενον γάμον συμπράξοντα.
ピンダロスも彼らと同じように歌を作り、ディオスクロイの義兄弟になることを望んでいたテセウスが、略奪されたヘレネを保護し、ついに彼がペイリトオスのためにいわゆる結婚を助けに去るまでそうしたとした。
ὅστις δὲ ἐγενεαλόγησε, δῆλον ὡς πολλὴν τοῖς Μεγαρεῦσι σύνοιδεν εὐήθειαν, εἴ γε Θησεὺς ἦν ἀπόγονος Πέλοπος·
しかし、このような系譜を立てた者は、もしテセウスがペロプスの末裔であるとするなら、メガラ人たちに多大な愚かさがあることを自覚しているのは明らかである。
ἀλλὰ γὰρ τὸν ὄντα λόγον οἱ Μεγαρεῖς εἰδότες ἐπικρύπτουσιν, οὐ βουλόμενοι δοκεῖν ἁλῶναί σφισιν ἐπὶ τῆς ἀρχῆς τῆς Νίσου τὴν πόλιν, διαδέξασθαι δὲ τὴν βασιλείαν γαμβρὸν Νίσου τε Μεγαρέα καὶ αὖθις Ἀλκάθουν Μεγαρέως.
しかし実は、メガラ人たちは真実の歴史を知りながらも隠蔽している。 彼らは、ニソスの統治期に自分たちの市が攻略されたと思われることを望まず、ニソスの義理の息子であるメガレウスが、そしてさらにメガレウスの義理の息子であるアルカトオスが王位を継承したと思わせたいがために。
§1.41.6φαίνεται δὲ τελευτήσαντος Νίσου καὶ τῶν πραγμάτων Μεγαρεῦσιν ἐφθαρμένων ὑπὸ τοῦτον Ἀλκάθους ἀφικόμενος τὸν καιρὸν ἐξ Ἤλιδος·
しかし、ニソスが死に、メガラ人たちの国政が破滅した、まさにその時期に、アルカトオスがエリスから到着したように思われる。
μαρτύριον δέ μοι·
これが私にとっての証拠である。
τὸ γὰρ τεῖχος ᾠκοδόμησεν ἐξ ἀρχῆς ἅτε τοῦ περιβόλου τοῦ ἀρχαίου καθαιρεθέντος ὑπὸ τῶν Κρητῶν.
すなわち、彼は古い城壁がクレタ人によって破壊されていたために、城壁を最初から築き直した。
Ἀλκάθου μὲν καὶ τοῦ λέοντος, εἴτε ἐν τῷ Κιθαιρῶνι αὐτὸν εἴτε καὶ ἑτέρωθι ἀποκτείνας ναὸν Ἀγροτέρας Ἀρτέμιδος καὶ Ἀπόλλωνος ἐποίησεν Ἀγραίου, ἐς τοσόνδε ἔστω μνήμη·
アルカトオスとライオンについては、彼がそれをキタイロンで退治したにせよ、あるいは他の場所で退治して、野のアルテミスと野のアポロンの神殿を建てたにせよ、この程度の記述にとどめておこう。
ἐκ τούτου δὲ τοῦ ἱεροῦ κατιοῦσι Πανδίονός ἐστιν ἡρῷον.
この聖所から下る人々にとって、パンディオノスの英雄廟がある。
καὶ ὅτι μὲν ἐτάφη Πανδίων ἐν Αἰθυίας Ἀθηνᾶς καλουμένῳ σκοπέλῳ, δεδήλωκεν ὁ λόγος ἤδη μοι·
そして、パンディオンが『ウミウのアテナ』と呼ばれる岩礁に葬られたことは、私の記述ですでに明らかにされている。
τιμὰς δὲ καὶ ἐν τῇ πόλει παρὰ Μεγαρέων ἔχει.
しかし、彼は市の中でもメガラ人から名誉を授けられている。
§1.41.7πλησίον δέ ἐστι τοῦ Πανδίονος ἡρῴου μνῆμα Ἱππολύτης·
パンディオノスの英雄廟の近くにはヒッポリュテの墓がある。
γράψω δὲ καὶ τὰ ἐς αὐτὴν ὁποῖα Μεγαρεῖς λέγουσιν.
彼女に関するメガラ人の語る事柄がどのようなものかも書こう。
ὅτε Ἀμαζόνες ἐπʼ Ἀθηναίους στρατεύσασαι διʼ Ἀντιόπην ἐκρατήθησαν ὑπὸ Θησέως, τὰς μὲν πολλὰς συνέβη μαχομένας αὐτῶν ἀποθανεῖν, Ἱππολύτην δὲ ἀδελφὴν οὖσαν Ἀντιόπης καὶ τότε ἡγουμένην τῶν γυναικῶν ἀποφυγεῖν σὺν ὀλίγαις ἐς Μέγαρα, ἅτε δὲ κακῶς οὕτω πράξασαν τῷ στρατῷ τοῖς τε παροῦσιν ἀθύμως ἔχουσαν καὶ περὶ τῆς οἴκαδε ἐς τὴν Θεμίσκυραν σωτηρίας μᾶλλον ἔτι ἀποροῦσαν ὑπὸ λύπης τελευτῆσαι·
アマゾンたちがアンティオペのためにアテナイ人に対して遠征したものの、テセウスによって打ち負かされたとき、彼女たちの多くは戦って死ぬことになったが、アンティオペの姉妹であり当時その女性たちを率いていたヒッポリュテは、少数の者たちとともにメガラへと逃れたものの、軍勢にとってこのような無残な結果を招いたこと、そして直面した状況に落胆し、さらに故郷テミスキュラへの無事の帰還について途方に暮れて、悲しみのうちに亡くなった。
καὶ θάψαι αὐτὴν ἀποθανοῦσαν, καί οἱ τοῦ μνήματος σχῆμά ἐστιν Ἀμαζονικῇ ἀσπίδι ἐμφερές.
そして彼女が死ぬと人々は葬ったが、彼女の墓の形はアマゾンの盾に似ている。
§1.41.8τούτου δέ ἐστιν οὐ πόρρω τάφος Τηρέως τοῦ Πρόκνην γήμαντος τὴν Πανδίονος.
この墓から遠くないところに、パンディオンの娘プロクネと結婚したテレウスの墓がある。
ἐβασίλευσε δὲ ὁ Τηρεύς, ὡς μὲν λέγουσιν οἱ Μεγαρεῖς, περὶ τὰς Παγὰς τὰς καλουμένας τῆς Μεγαρίδος, ὡς δὲ ἐγώ τε δοκῶ καὶ τεκμήρια ἐς τόδε λείπεται, Δαυλίδος ἦρχε τῆς ὑπὲρ Χαιρωνείας·
テレウスは、メガラ人たちが言うには、メガリス地方の『パガイ』と呼ばれる場所の周辺を支配していたが、私の考えでは、またそれを裏付ける証拠も残っているのだが、カイロネイアの上方にあるダウリスを支配していたのである。
πάλαι γὰρ τῆς νῦν καλουμένης Ἑλλάδος βάρβαροι τὰ πολλὰ ᾤκησαν.
なぜなら、昔は、現在ギリシアと呼ばれている土地の大部分に異民族が住んでいたからである。
ἐπεὶ δὲ ἦν καὶ Τηρεῖ τὰ ἐς Φιλομήλαν ἐξειργασμένα καὶ τὰ περὶ τὸν Ἴτυν ὑπὸ τῶν γυναικῶν, ἑλεῖν σφᾶς ὁ Τηρεὺς οὐκ ἐδύνατο·
しかし、テレウスに対するフィロメラへの仕打ちや、女たちによるイテュスに関する事件が完了したとき、テレウスは彼女たちを捕らえることができなかった。
§1.41.9καὶ ὁ μὲν ἐτελεύτησεν ἐν τοῖς Μεγάροις αὐτοχειρίᾳ, καί οἱ τάφον αὐτίκα ἔχωσαν καὶ θύουσιν ἀνὰ πᾶν ἔτος ψηφῖσιν ἐν τῇ θυσίᾳ ἀντὶ οὐλῶν χρώμενοι καὶ τὸν ἔποπα τὸν ὄρνιθα ἐνταῦθα φανῆναι πρῶτον λέγουσιν·
そして、彼はメガラで自殺し、人々は彼のためにすぐに墓を築き、毎年、犠牲式の際に大麦の代わりに小石を用いて生贄を捧げており、やつがしらという鳥が最初にここに現れたと言っている。
αἱ δὲ γυναῖκες ἐς μὲν Ἀθήνας ἀφίκοντο, θρηνοῦσαι δὲ οἷα ἔπαθον καὶ οἷα ἀντέδρασαν ὑπὸ δακρύων διαφθείρονται, καί σφισι τὴν ἐς ἀηδόνα καὶ χελιδόνα μεταβολὴν ἐπεφήμισαν ὅτι οἶμαι καὶ αὗται αἱ ὄρνιθες ἐλεεινὸν καὶ θρήνῳ ὅμοιον ᾄδουσιν.
一方、女たちはアテナイに到着したが、自分たちが被ったことや自分たちが仕返したことを嘆き悲しみながら、涙のうちに身を滅ぼした。 そして、人々は彼女たちがナイチンゲールとツバメに姿を変えたという噂を立てたが、それは私の思うに、これらの鳥もまた哀れで嘆きに似た声でさえずるからである。