Humanitext Reader

保萨尼亚斯 · 希腊志 §1.41.5-1.41.9

梅加拉王位传说的考辨与古代诸墓

第 48 段,共 465 段 · 希腊语

内容简介

作者帕萨尼亚斯指出了梅加拉人关于王位继承和蒂马尔科斯之死的传说中的矛盾,并考察了历史真相。此外,他还记述了梅加拉境内潘迪翁、希波吕忒和忒柔斯的墓葬及其由来。

§1.41.5Πίνδαρος δὲ τούτοις τε κατὰ ταὐτὰ ἐποίησε καὶ γαμβρὸν τοῖς Διοσκούροις Θησέα εἶναι βουλόμενον ἁρπασθεῖσαν τὴν Ἑλένην διαφυλάξαι, ἐς ὃ ἀπελθεῖν αὐτὸν Πειρίθῳ τὸν λεγόμενον γάμον συμπράξοντα.
品达也像这些人一样创作,并写道:忒修斯希望成为双子神的姻亲,因而看守了被掠走的海伦,直到他前去协助皮里托俄斯进行他所谓的婚礼。
ὅστις δὲ ἐγενεαλόγησε, δῆλον ὡς πολλὴν τοῖς Μεγαρεῦσι σύνοιδεν εὐήθειαν, εἴ γε Θησεὺς ἦν ἀπόγονος Πέλοπος· ἀλλὰ γὰρ τὸν ὄντα λόγον οἱ Μεγαρεῖς εἰδότες ἐπικρύπτουσιν, οὐ βουλόμενοι δοκεῖν ἁλῶναί σφισιν ἐπὶ τῆς ἀρχῆς τῆς Νίσου τὴν πόλιν, διαδέξασθαι δὲ τὴν βασιλείαν γαμβρὸν Νίσου τε Μεγαρέα καὶ αὖθις Ἀλκάθουν Μεγαρέως.
但是,无论谁作了这一世系,显然他已经意识到梅加拉人有着极大的愚蠢,如果忒修斯确实是珀罗普斯的后裔的话;但实际上梅加拉人知道真实的情况却予以隐瞒,因为他们不希望自己的城市看起来是在尼索斯统治期间被攻陷的,而是希望让人觉得是尼索斯的女婿梅加雷乌斯,以及随后梅加雷乌斯的女婿阿尔卡托奥斯相继继承了王位。
§1.41.6φαίνεται δὲ τελευτήσαντος Νίσου καὶ τῶν πραγμάτων Μεγαρεῦσιν ἐφθαρμένων ὑπὸ τοῦτον Ἀλκάθους ἀφικόμενος τὸν καιρὸν ἐξ Ἤλιδος·
然而,似乎是在尼索斯去世且梅加拉人的国政败亡的当口,阿尔卡托奥斯从伊利斯来到了这里。
μαρτύριον δέ μοι· τὸ γὰρ τεῖχος ᾠκοδόμησεν ἐξ ἀρχῆς ἅτε τοῦ περιβόλου τοῦ ἀρχαίου καθαιρεθέντος ὑπὸ τῶν Κρητῶν.
这就是我的证据:因为他从头重建了城墙,因为古老的城墙已被克里特人摧毁。
Ἀλκάθου μὲν καὶ τοῦ λέοντος, εἴτε ἐν τῷ Κιθαιρῶνι αὐτὸν εἴτε καὶ ἑτέρωθι ἀποκτείνας ναὸν Ἀγροτέρας Ἀρτέμιδος καὶ Ἀπόλλωνος ἐποίησεν Ἀγραίου, ἐς τοσόνδε ἔστω μνήμη·
关于阿尔卡托奥斯和那只狮子,无论他是基泰隆还是在其他地方杀死了它,并建造了野外阿耳忒弥斯和野外阿波罗的神殿,记述到此为止。
ἐκ τούτου δὲ τοῦ ἱεροῦ κατιοῦσι Πανδίονός ἐστιν ἡρῷον.
从这座圣所下来的人会看到潘迪翁的英雄庙。
καὶ ὅτι μὲν ἐτάφη Πανδίων ἐν Αἰθυίας Ἀθηνᾶς καλουμένῳ σκοπέλῳ, δεδήλωκεν ὁ λόγος ἤδη μοι· τιμὰς δὲ καὶ ἐν τῇ πόλει παρὰ Μεγαρέων ἔχει.
至于潘迪翁葬在被称为‘鲣鸟雅典娜’的悬崖上,我的叙述已经表明;但他也在城中受到梅加拉人的崇敬。
§1.41.7πλησίον δέ ἐστι τοῦ Πανδίονος ἡρῴου μνῆμα Ἱππολύτης· γράψω δὲ καὶ τὰ ἐς αὐτὴν ὁποῖα Μεγαρεῖς λέγουσιν.
在潘迪翁英雄庙附近有希波吕忒的墓;我也将写下梅加拉人关于她的说法。
ὅτε Ἀμαζόνες ἐπʼ Ἀθηναίους στρατεύσασαι διʼ Ἀντιόπην ἐκρατήθησαν ὑπὸ Θησέως, τὰς μὲν πολλὰς συνέβη μαχομένας αὐτῶν ἀποθανεῖν, Ἱππολύτην δὲ ἀδελφὴν οὖσαν Ἀντιόπης καὶ τότε ἡγουμένην τῶν γυναικῶν ἀποφυγεῖν σὺν ὀλίγαις ἐς Μέγαρα, ἅτε δὲ κακῶς οὕτω πράξασαν τῷ στρατῷ τοῖς τε παροῦσιν ἀθύμως ἔχουσαν καὶ περὶ τῆς οἴκαδε ἐς τὴν Θεμίσκυραν σωτηρίας μᾶλλον ἔτι ἀποροῦσαν ὑπὸ λύπης τελευτῆσαι·
当亚马逊人因为安提奥佩而远征雅典人,却被忒修斯击败时,她们中的大多数人都在战斗中死去了,而安提奥佩的姐妹、当时统率女战士的希波吕忒则与少数人一同逃到了梅加拉;由于军队遭受了如此惨重的失败,她对眼前的境况感到沮丧,并且对如何安全回到家乡忒弥斯库拉感到更加迷茫,最终因悲伤而去世。
καὶ θάψαι αὐτὴν ἀποθανοῦσαν, καί οἱ τοῦ μνήματος σχῆμά ἐστιν Ἀμαζονικῇ ἀσπίδι ἐμφερές.
她死后,人们安葬了她,她的陵墓形状类似于亚马逊人的盾牌。
§1.41.8τούτου δέ ἐστιν οὐ πόρρω τάφος Τηρέως τοῦ Πρόκνην γήμαντος τὴν Πανδίονος.
离这不远有忒柔斯的坟墓,他娶了潘迪翁的女儿普洛克涅。
ἐβασίλευσε δὲ ὁ Τηρεύς, ὡς μὲν λέγουσιν οἱ Μεγαρεῖς, περὶ τὰς Παγὰς τὰς καλουμένας τῆς Μεγαρίδος, ὡς δὲ ἐγώ τε δοκῶ καὶ τεκμήρια ἐς τόδε λείπεται, Δαυλίδος ἦρχε τῆς ὑπὲρ Χαιρωνείας· πάλαι γὰρ τῆς νῦν καλουμένης Ἑλλάδος βάρβαροι τὰ πολλὰ ᾤκησαν.
正如梅加拉人所说,忒柔斯统治着被称为梅加里斯的帕盖附近地区,但我认为,且有证据留存表明,他统治着喀罗尼亚上方的达乌利斯;因为在古代,异民族(巴尔巴罗伊)居住在现在被称为希腊的大部分地区。
ἐπεὶ δὲ ἦν καὶ Τηρεῖ τὰ ἐς Φιλομήλαν ἐξειργασμένα καὶ τὰ περὶ τὸν Ἴτυν ὑπὸ τῶν γυναικῶν, ἑλεῖν σφᾶς ὁ Τηρεὺς οὐκ ἐδύνατο· §1.41.9καὶ ὁ μὲν ἐτελεύτησεν ἐν τοῖς Μεγάροις αὐτοχειρίᾳ, καί οἱ τάφον αὐτίκα ἔχωσαν καὶ θύουσιν ἀνὰ πᾶν ἔτος ψηφῖσιν ἐν τῇ θυσίᾳ ἀντὶ οὐλῶν χρώμενοι καὶ τὸν ἔποπα τὸν ὄρνιθα ἐνταῦθα φανῆναι πρῶτον λέγουσιν·
然而,当对忒柔斯而言关于菲洛墨拉的事情已经发生,以及女人们关于伊堤斯的事情也做完之后,忒柔斯却无法抓住她们;于是在梅加拉,他亲手结束了自己的生命,人们立即为他筑起了坟墓,并且每年都进行祭祀,在祭祀中用小石子代替粗麦粒,并说戴胜这种鸟最先出现在这里。
αἱ δὲ γυναῖκες ἐς μὲν Ἀθήνας ἀφίκοντο, θρηνοῦσαι δὲ οἷα ἔπαθον καὶ οἷα ἀντέδρασαν ὑπὸ δακρύων διαφθείρονται, καί σφισι τὴν ἐς ἀηδόνα καὶ χελιδόνα μεταβολὴν ἐπεφήμισαν ὅτι οἶμαι καὶ αὗται αἱ ὄρνιθες ἐλεεινὸν καὶ θρήνῳ ὅμοιον ᾄδουσιν.
至于那些女人,她们到达了雅典,在为自己的遭遇和反击行为哀悼中流泪至死,人们便传言她们变成了夜莺和燕子,因为我认为,这些鸟儿也唱着哀怨而类似于挽歌的歌曲。

词汇与语法注释

  1. 1.41.5γαμβρὸν τοῖς Διοσκούροις Θησέα εἶναι βουλόμενον — 意为“忒修斯希望成为双子神的姻亲(姐夫/妹夫)”。此处的 γαμβρός 指“姻亲”(姐妹的丈夫)。由于忒修斯意图娶他们的姐妹海伦,他将因此成为双子神的姐夫/妹夫。
  2. 1.41.5πολλὴν τοῖς Μεγαρεῦσι σύνοιδεν εὐήθειαν — 动词 σύνοιδα 与人称与格及事物宾格连用,表示“在(某人)身上外化/意识到(某事)”。此处意为“深知梅加拉人有着极大的愚蠢”。
  3. 1.41.6φαίνεται δὲ ... Ἀλκάθους ἀφικόμενος — 动词 φαί闹μαι 与分词(ἀφικόμενος)而非不定式连用,表示客观事实的显而易见,而非主观推测。意为“阿尔卡托奥斯显然到达了”。
  4. 1.41.7ἅτε δὲ κακῶς οὕτω πράξασαν ... τελευτῆσαι — 连词 ἅτε 与分词(πράξασαν、ἔχουσαν、ἀποροῦσαν)连用表示客观因果关系,而句末的不定式 τελευτῆσαι 则是由前文的 λέγουσιν(人们说)所引导的间接引语中的宾格不定式结构,其逻辑主语为 Ἱππολύτην。

引用这一段

保萨尼亚斯, 希腊志 §1.41.5-1.41.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:1.41.5-1.41.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。