§1.40.1ἔστι δὲ ἐν τῇ πόλει κρήνη, ἥν σφισιν ᾠκοδόμησε Θεαγένης, οὗ καὶ πρότερον τούτων ἐπεμνήσθην θυγατέρα αὐτὸν συνοικίσαι Κύλωνι Ἀθηναίῳ.
市内にはテアゲネスが彼らのために建設した泉がある。 私はこれより前にも、彼がアテナイ人のキュロンに娘を娶らせたことに関連して彼に言及した。
οὗτος ὁ Θεαγένης τυραννήσας ᾠκοδόμησε τὴν κρήνην μεγέθους ἕνεκα καὶ κόσμου καὶ ἐς τὸ πλῆθος τῶν κιόνων θέας ἀξίαν·
このテアゲネスは、僭主となると、その規模と美しさ、そして柱の多さから見応えのあるものとしてこの泉を建設した。
καὶ ὕδωρ ἐς αὐτὴν ῥεῖ καλούμενον Σιθνίδων νυμφῶν.
そしてそこには「シトニデスのニュンペーたち」と呼ばれる水が流れている。
τὰς δὲ Σιθνίδας νύμφας λέγουσι Μεγαρεῖς εἶναι μέν σφισιν ἐπιχωρίας, μιᾷ δὲ αὐτῶν συγγενέσθαι Δία, Μέγαρόν τε παῖδα ὄντα Διὸς καὶ ταύτης δὴ τῆς νύμφης ἐκφυγεῖν τὴν ἐπὶ Δευκαλίωνός ποτε ἐπομβρίαν, ἐκφυγεῖν δὲ πρὸς τὰ ἄκρα τῆς Γερανίας, οὐκ ἔχοντός πω τοῦ ὄρους τὸ ὄνομα τοῦτο, ἀλλὰ —νήχεσθαι γὰρ πετομένων γεράνων πρὸς τὴν βοὴν τῶν ὀρνίθων αὐτόν—διὰ τοῦτο Γερανίαν τὸ ὄρος ὀνομασθῆναι.
メガラ人たちの言うところでは、シトニデスのニュンペーたちは彼らの土地の者であり、彼女たちのうちの一人とゼウスが交わり、ゼウスとこのニュンペーとの子であるメガロスが、かつてデウカリオンの時代に起こった大洪水を逃れた。 そして彼はゲラニア山の山頂へと逃れたが、当時その山にはまだこの名がなく、彼が――飛んでいくツルたちの鳴き声に向かって、その鳥たちの声に従って泳いだために――これにちなんで山がゲラニアと名付けられたのだという。
§1.40.2τῆς δὲ κρήνης οὐ πόρρω ταύτης ἀρχαῖόν ἐστιν ἱερόν, εἰκόνες δὲ ἐφʼ ἡμῶν ἑστᾶσιν ἐν αὐτῷ βασιλέων Ῥωμαίων καὶ ἄγαλμα κεῖται χαλκοῦν Ἀρτέμιδος ἐπίκλησιν Σωτείρας.
この泉から遠くないところに古い聖所があり、その中には私たちの時代にローマ皇帝たちの肖像が立てられており、また「救い主」と呼ばれるアルテミスの青銅像が安置されている。
φασὶ δὲ ἄνδρας τοῦ Μαρδονίου στρατοῦ καταδραμόντας τὴν Μεγαρίδα ἀποχωρεῖν ἐς Θήβας ὀπίσω παρὰ Μαρδόνιον ἐθέλειν, γνώμῃ δὲ Ἀρτέμιδος νύκτα τε ὁδοιποροῦσιν ἐπιγενέσθαι καὶ τῆς ὁδοῦ σφᾶς ἁμαρτόντας ἐς τὴν ὀρεινὴν τραπέσθαι τῆς χώρας·
人々が言うには、マルドニオスの軍勢の男たちがメガリスを略奪したのち、マルドニオスのもとへとテーバイへ退却しようとしたが、アルテミスの意志によって、彼らが夜間に行軍しているときに夜が襲いかかり、道を誤ってその地方の山岳地帯へと入り込んでしまった。
πειρωμένους δὲ εἰ στράτευμα ἐγγὺς εἴη πολέμιον ἀφιέναι τῶν βελῶν, καὶ τὴν πλησίον πέτραν στένειν βαλλομένην, τοὺς δὲ αὖθις τοξεύειν προθυμίᾳ πλέονι.
そして、敵の軍勢が近くにいるかどうかを試すために矢を放ったところ、近くの岩が矢を当てられてうめき声を上げ、彼らはさらに熱心に弓を引き続けた。
§1.40.3τέλος δὲ αὐτοῖς ἀναλωθῆναι τοὺς ὀιστοὺς ἐς ἄνδρας πολεμίους τοξεύειν νομίζουσιν·
ついに彼らは、敵の男たちに向けて射ていると思い込みながら、矢を使い果たしてしまった。
ἡμέρα τε ὑπεφαίνετο καὶ οἱ Μεγαρεῖς ἐπῄεσαν, μαχόμενοι δὲ ὁπλῖται πρὸς ἀνόπλους καὶ οὐδὲ βελῶν εὐποροῦντας ἔτι φονεύουσιν αὐτῶν τοὺς πολλούς·
夜が明け始めるとメガラ人たちが襲いかかり、重装歩兵として、武器を持たず、もはや矢も十分に持たない者たちに対して戦い、彼らの大部分を殺害した。
καὶ ἐπὶ τῷδε Σωτείρας ἄγαλμα ἐποιήσαντο Ἀρτέμιδος.
そしてこのことに基づいて、彼らはアルテミス・ソテイラの像を作った。
ἐνταῦθα καὶ τῶν δώδεκα ὀνομαζομένων θεῶν ἐστιν ἀγάλματα ἔργα εἶναι λεγόμενα Πραξιτέλους·
ここには、プラクシテレスの作と言われる、いわゆる十二神の像もある。
τὴν δὲ Ἄρτεμιν αὐτὴν Στρογγυλίων ἐποίησε.
しかしアルテミス自身の像はストロンギュリオンが制作した。
§1.40.4μετὰ ταῦτα ἐς τὸ τοῦ Διὸς τέμενος ἐσελθοῦσι καλούμενον Ὀλυμπιεῖον ναός ἐστι θέας ἄξιος·
この後、オリュンピエイオンと呼ばれるゼウスの聖域に入ると、見応えのある神殿がある。
τὸ δὲ ἄγαλμα οὐκ ἐξειργάσθη τοῦ Διός, ἐπιλαβόντος τοῦ Πελοποννησίων πολέμου πρὸς Ἀθηναίους, ἐν ᾧ καὶ ναυσὶν ἀνὰ πᾶν ἔτος καὶ στρατῷ φθείροντες Μεγαρεῦσιν Ἀθηναῖοι τὴν χώραν τά τε κοινὰ ἐκάκωσαν καὶ ἰδίᾳ τοὺς οἴκους ἤγαγον ἐς τὸ ἔσχατον ἀσθενείας.
しかしゼウスの像は完成しなかった。 アテナイ人に対するペロポネソス戦争が勃発し、その中でアテナイ人が毎年、船と軍勢の両方によってメガラ人の土地を荒廃させ、公的な事柄を損ない、私的には家々を極限の困窮へと陥れたからである。
τῷ δὲ ἀγάλματι τοῦ Διὸς πρόσωπον ἐλέφαντος καὶ χρυσοῦ, τὰ δὲ λοιπὰ πηλοῦ τέ ἐστι καὶ γύψου·
ゼウスの像の顔は象牙と金でできており、その他の部分は粘土と石膏でできている。
ποιῆσαι δὲ αὐτὸ Θεόκοσμον λέγουσιν ἐπιχώριον, συνεργάσασθαι δέ οἱ Φειδίαν.
これを制作したのは現地のテオコスモスと言われ、ペイディアスが彼に協力したという。
ὑπὲρ δὲ τῆς κεφαλῆς τοῦ Διός εἰσιν Ὧραι καὶ Μοῖραι·
ゼウスの頭の上には季節の女神たちと運命の女神たちがいる。
δῆλα δὲ πᾶσι τὴν πεπρωμένην μόνῳ οἱ πείθεσθαι καὶ τὰς ὥρας τὸν θεὸν τοῦτον νέμειν ἐς τὸ δέον.
この神に対してのみ運命が従い、この神が季節をしかるべき方法で配分していることは、すべての人に明らかである。
ὄπισθε δὲ τοῦ ναοῦ κεῖται ξύλα ἡμίεργα·
神殿の後ろには半完成の木材が置かれている。
ταῦτα ἔμελλεν ὁ Θεόκοσμος ἐλέφαντι καὶ χρυσῷ κοσμήσας τὸ ἄγαλμα ἐκτελέσειν τοῦ Διός.
テオコスモスはこれらを象牙と金で飾り、ゼウスの像を完成させる予定であった。
§1.40.5ἐν δὲ αὐτῷ τῷ ναῷ τριήρους ἀνάκειται χαλκοῦν ἔμβολον·
神殿そのものの中には三段櫂船の青銅製の衝角が奉納されている。
ταύτην τὴν ναῦν λαβεῖν φασι περὶ Σαλαμῖνα ναυμαχήσαντες πρὸς Ἀθηναίους·
彼らが言うには、サラミス周辺でアテナイ人と海戦を交えたときに、この船を捕獲したのだという。
ὁμολογοῦσι δὲ καὶ Ἀθηναῖοι χρόνον τινὰ Μεγαρεῦσιν ἀποστῆναι τῆς νήσου, Σόλωνα δὲ ὕστερόν φασιν ἐλεγεῖα ποιήσαντα προτρέψαι σφᾶς, καταστῆναι δὲ ἐπὶ τούτοις ἐς ἀμφισβήτησιν Ἀθηναῖοι, κρατήσαντες δὲ πολέμῳ Σαλαμῖνα αὖθις ἔχειν.
アテナイ人もまた、一時期メガラ人のために島から退いたことを認めているが、後にソロンが哀歌を作って自分たちを鼓舞し、その結果アテナイ人がこれについて争いを起こし、戦争で勝利して再びサラミスを領有したと言っている。
Μεγαρεῖς δὲ παρὰ σφῶν λέγουσιν ἄνδρας φυγάδας, οὓς Δορυκλείους ὀνομάζουσιν, ἀφικομένους παρὰ τοὺς ἐν Σαλαμῖνι κληρούχους προδοῦναι Σαλαμῖνα Ἀθηναίοις.
しかしメガラ人たちの言うところでは、自分たちの側からの亡命者たち、彼らがドリュクレイオスと呼ぶ者たちが、サラミスに入植していた者たちのところにやって来て、アテナイ人にサラミスを売り渡したのだという。
§1.40.6μετὰ δὲ τοῦ Διὸς τὸ τέμενος ἐς τὴν ἀκρόπολιν ἀνελθοῦσι καλουμένην ἀπὸ Καρὸς τοῦ Φορωνέως καὶ ἐς ἡμᾶς ἔτι Καρίαν, ἔστι μὲν Διονύσου ναὸς Νυκτελίου, πεποίηται δὲ Ἀφροδίτης Ἐπιστροφίας ἱερὸν καὶ Νυκτὸς καλούμενόν ἐστι μαντεῖον καὶ Διὸς Κονίου ναὸς οὐκ ἔχων ὄροφον.
ゼウスの聖域の後に、フォロネウスの子カルにちなんで名付けられ、私たちの時代にいたるまで今なおカリアと呼ばれているアクロポリスへと登ると、ニュクテリオスのディオニュソス神殿があり、またエピストロピアのアプロディテの聖所が建てられており、さらに「夜」と呼ばれる神託所や、屋根のないコニオスのゼウスの神殿がある。
τοῦ δὲ Ἀσκληπιοῦ τὸ ἄγαλμα Βρύαξις καὶ αὐτὸ καὶ τὴν Ὑγείαν ἐποίησεν.
アスクレピオスの像は、それ自体も、またヒュギエイアの像もブリュアクシスが制作した。
ἐνταῦθα καὶ τῆς Δήμητρος τὸ καλούμενον μέγαρον·
ここには、デメテルのいわゆるメガロンもある。
ποιῆσαι δὲ αὐτὸ βασιλεύοντα Κᾶρα ἔλεγον.
カルが王であったときに、彼がこれを建設したと言われていた。