Humanitext Reader

保萨尼亚斯 · 希腊志 §1.40.1-1.40.6

泰阿革奈斯之泉与梅加拉卫城

第 46 段,共 465 段 · 希腊语

内容简介

保萨尼亚斯记述了梅加拉城内泰阿革奈斯之泉及其神话起源,并详细介绍了梅加拉的标志性建筑,包括索苔拉阿耳忒弥斯神殿、留有未完工宙斯神像的奥林匹亚神庙,以及卡里亚卫城上的诸般神庙与遗迹。

§1.40.1ἔστι δὲ ἐν τῇ πόλει κρήνη, ἥν σφισιν ᾠκοδόμησε Θεαγένης, οὗ καὶ πρότερον τούτων ἐπεμνήσθην θυγατέρα αὐτὸν συνοικίσαι Κύλωνι Ἀθηναίῳ.
市内有一座泉,是泰阿革奈斯为他们建造的,在此之前我曾提到过他,即他将女儿嫁给雅典人库隆。
οὗτος ὁ Θεαγένης τυραννήσας ᾠκοδόμησε τὴν κρήνην μεγέθους ἕνεκα καὶ κόσμου καὶ ἐς τὸ πλῆθος τῶν κιόνων θέας ἀξίαν·
这位泰阿革奈斯在成为僭主后建造了这座泉,因其规模、装饰以及众多的柱子而值得一看。
καὶ ὕδωρ ἐς αὐτὴν ῥεῖ καλούμενον Σιθνίδων νυμφῶν.
流向这口泉的水被称为“塞斯尼德宁芙之水”。
τὰς δὲ Σιθνίδας νύμφας λέγουσι Μεγαρεῖς εἶναι μέν σφισιν ἐπιχωρίας, μιᾷ δὲ αὐτῶν συγγενέσθαι Δία, Μέγαρόν τε παῖδα ὄντα Διὸς καὶ ταύτης δὴ τῆς νύμφης ἐκφυγεῖν τὴν ἐπὶ Δευκαλίωνός ποτε ἐπομβρίαν, ἐκφυγεῖν δὲ πρὸς τὰ ἄκρα τῆς Γερανίας, οὐκ ἔχοντός πω τοῦ ὄρους τὸ ὄνομα τοῦτο, ἀλλὰ —νήχεσθαι γὰρ πετομένων γεράνων πρὸς τὴν βοὴν τῶν ὀρνίθων αὐτόν—διὰ τοῦτο Γερανίαν τὸ ὄρος ὀνομασθῆναι.
梅加拉人说,塞斯尼德宁芙是他们的本土神祇,宙斯与她们中的一位结合,而宙斯与这位宁芙的孩子梅加罗斯逃过了曾经在丢卡利翁时代发生的洪水。 他逃到了葛拉尼亚山的顶峰,当时这座山还没有这个名字,但——因为他朝着飞翔的仙鹤的鸣叫声,顺着这些鸟的声音游过去——由于这个原因,这座山被命名为葛拉尼亚。
§1.40.2τῆς δὲ κρήνης οὐ πόρρω ταύτης ἀρχαῖόν ἐστιν ἱερόν, εἰκόνες δὲ ἐφʼ ἡμῶν ἑστᾶσιν ἐν αὐτῷ βασιλέων Ῥωμαίων καὶ ἄγαλμα κεῖται χαλκοῦν Ἀρτέμιδος ἐπίκλησιν Σωτείρας.
离这座泉不远的地方有一座古老的神殿,其中立有我们时代的罗马皇帝的像,并安置着一尊被称为“索苔拉”的阿耳忒弥斯青铜雕像。
φασὶ δὲ ἄνδρας τοῦ Μαρδονίου στρατοῦ καταδραμόντας τὴν Μεγαρίδα ἀποχωρεῖν ἐς Θήβας ὀπίσω παρὰ Μαρδόνιον ἐθέλειν, γνώμῃ δὲ Ἀρτέμιδος νύκτα τε ὁδοιποροῦσιν ἐπιγενέσθαι καὶ τῆς ὁδοῦ σφᾶς ἁμαρτόντας ἐς τὴν ὀρεινὴν τραπέσθαι τῆς χώρας·
据说马尔多纽斯军队的士兵们在蹂躏了梅加里斯之后,想要撤回底比斯回到马尔多纽斯那里,但因阿耳忒弥斯的意志,在他们夜间行军时夜幕降临,他们迷了路,折向该地区的山地。
πειρωμένους δὲ εἰ στράτευμα ἐγγὺς εἴη πολέμιον ἀφιέναι τῶν βελῶν, καὶ τὴν πλησίον πέτραν στένειν βαλλομένην, τοὺς δὲ αὖθις τοξεύειν προθυμίᾳ πλέονι.
为了测试附近是否有敌军,他们射出了箭,附近的岩石被射中时发出呻吟声,于是他们以更大的热情继续射箭。
§1.40.3τέλος δὲ αὐτοῖς ἀναλωθῆναι τοὺς ὀιστοὺς ἐς ἄνδρας πολεμίους τοξεύειν νομίζουσιν·
最终,他们以为是在向敌军射击,从而耗尽了箭支。
ἡμέρα τε ὑπεφαίνετο καὶ οἱ Μεγαρεῖς ἐπῄεσαν, μαχόμενοι δὲ ὁπλῖται πρὸς ἀνόπλους καὶ οὐδὲ βελῶν εὐποροῦντας ἔτι φονεύουσιν αὐτῶν τοὺς πολλούς·
天刚破晓,梅加拉人便发动了袭击,重装步兵与那些没有武器、甚至不再有充足箭矢的人交战,杀指了他们中的大多数人。
καὶ ἐπὶ τῷδε Σωτείρας ἄγαλμα ἐποιήσαντο Ἀρτέμιδος.
因此,他们制作了阿耳忒弥斯·索苔拉的雕像。
ἐνταῦθα καὶ τῶν δώδεκα ὀνομαζομένων θεῶν ἐστιν ἀγάλματα ἔργα εἶναι λεγόμενα Πραξιτέλους· τὴν δὲ Ἄρτεμιν αὐτὴν Στρογγυλίων ἐποίησε.
这里还有被称为“十二神”的雕像,据说是由普拉克西特列斯制作的;而阿耳忒弥斯本身的雕像则是斯特隆吉利翁制作的。
§1.40.4μετὰ ταῦτα ἐς τὸ τοῦ Διὸς τέμενος ἐσελθοῦσι καλούμενον Ὀλυμπιεῖον ναός ἐστι θέας ἄξιος·
在这之后,进入被称为奥林匹亚神庙的宙斯圣域,有一座值得一游的神殿。
τὸ δὲ ἄγαλμα οὐκ ἐξειργάσθη τοῦ Διός, ἐπιλαβόντος τοῦ Πελοποννησίων πολέμου πρὸς Ἀθηναίους, ἐν ᾧ καὶ ναυσὶν ἀνὰ πᾶν ἔτος καὶ στρατῷ φθείροντες Μεγαρεῦσιν Ἀθηναῖοι τὴν χώραν τά τε κοινὰ ἐκάκωσαν καὶ ἰδίᾳ τοὺς οἴκους ἤγαγον ἐς τὸ ἔσχατον ἀσθενείας.
但宙斯的雕像未能完成,因为爆发了针对雅典人的伯罗奔尼撒战争,在这场战争中,雅典人每年都用船只和军队蹂躏梅加拉人的土地,破坏了公共事务,并使私人家庭陷入了极度贫困。
τῷ δὲ ἀγάλματι τοῦ Διὸς πρόσωπον ἐλέφαντος καὶ χρυσοῦ, τὰ δὲ λοιπὰ πηλοῦ τέ ἐστι καὶ γύψου·
宙斯雕像的面部由象牙和黄金制成,其余部分由泥土和石膏制成。
ποιῆσαι δὲ αὐτὸ Θεόκοσμον λέγουσιν ἐπιχώριον, συνεργάσασθαι δέ οἱ Φειδίαν.
据说这是由当地人塞奥科斯莫斯制作的,菲迪亚斯曾与之合作。
ὑπὲρ δὲ τῆς κεφαλῆς τοῦ Διός εἰσιν Ὧραι καὶ Μοῖραι· δῆλα δὲ πᾶσι τὴν πεπρωμένην μόνῳ οἱ πείθεσθαι καὶ τὰς ὥρας τὸν θεὸν τοῦτον νέμειν ἐς τὸ δέον.
在宙斯头部上方是时序女神和命运女神;所有人显然都明白,命运只听从他一人的指挥,而且这位神明以合适的方式分配着季节。
ὄπισθε δὲ τοῦ ναοῦ κεῖται ξύλα ἡμίεργα· ταῦτα ἔμελλεν ὁ Θεόκοσμος ἐλέφαντι καὶ χρυσῷ κοσμήσας τὸ ἄγαλμα ἐκτελέσειν τοῦ Διός.
在神殿后面堆放着半成品的木材,这些木材本是塞奥科斯莫斯打算用象牙和黄金装饰以完成宙斯雕像的。
§1.40.5ἐν δὲ αὐτῷ τῷ ναῷ τριήρους ἀνάκειται χαλκοῦν ἔμβολον·
神殿本身之中供奉着一艘三段舵船的青铜冲角。
ταύτην τὴν ναῦν λαβεῖν φασι περὶ Σαλαμῖνα ναυμαχήσαντες πρὸς Ἀθηναίους·
他们说,这是他们在萨拉米斯附近与雅典人进行海战时俘获的船只。
ὁμολογοῦσι δὲ καὶ Ἀθηναῖοι χρόνον τινὰ Μεγαρεῦσιν ἀποστῆναι τῆς νήσου, Σόλωνα δὲ ὕστερόν φασιν ἐλεγεῖα ποιήσαντα προτρέψαι σφᾶς, καταστῆναι δὲ ἐπὶ τούτοις ἐς ἀμφισβήτησιν Ἀθηναῖοι, κρατήσαντες δὲ πολέμῳ Σαλαμῖνα αὖθις ἔχειν.
雅典人也承认,曾有一段时间为了梅加拉人而撤离该岛,但他们说,后来梭伦写下了哀歌鼓舞了他们,雅典人因此就此展开争执,并在战争中获胜重新占领了萨拉米斯。
Μεγαρεῖς δὲ παρὰ σφῶν λέγουσιν ἄνδρας φυγάδας, οὓς Δορυκλείους ὀνομάζουσιν, ἀφικομένους παρὰ τοὺς ἐν Σαλαμῖνι κληρούχους προδοῦναι Σαλαμῖνα Ἀθηναίοις.
然而梅加拉人说,他们自己一方被称为多律克莱乌斯人的流亡者来到萨拉米斯的移民那里,将萨拉米斯出卖给了雅典人。
§1.40.6μετὰ δὲ τοῦ Διὸς τὸ τέμενος ἐς τὴν ἀκρόπολιν ἀνελθοῦσι καλουμένην ἀπὸ Καρὸς τοῦ Φορωνέως καὶ ἐς ἡμᾶς ἔτι Καρίαν, ἔστι μὲν Διονύσου ναὸς Νυκτελίου, πεποίηται δὲ Ἀφροδίτης Ἐπιστροφίας ἱερὸν καὶ Νυκτὸς καλούμενόν ἐστι μαντεῖον καὶ Διὸς Κονίου ναὸς οὐκ ἔχων ὄροφον.
在宙斯圣域之后,登上因佛罗内乌斯之子卡斯而得名、直到我们的时代仍被称为卡里亚卫城的地方,有一座纽克特里乌斯狄奥尼索斯的神殿,建造了埃庇斯特洛菲亚阿芙洛狄忒的圣所,还有被称为“夜”的启示所,以及一座没有屋顶的科纽斯宙斯神殿。
τοῦ δὲ Ἀσκληπιοῦ τὸ ἄγαλμα Βρύαξις καὶ αὐτὸ καὶ τὴν Ὑγείαν ἐποίησεν.
阿斯克勒庇俄斯的雕像本身以及许癸厄亚的雕像,都是由布里亚克西斯制作的。
ἐνταῦθα καὶ τῆς Δήμητρος τὸ καλούμενον μέγαρον· ποιῆσαι δὲ αὐτὸ βασιλεύοντα Κᾶρα ἔλεγον.
这里还有德美特尔所谓的麦加伦,据说这是卡斯在当国王时建造的。

词汇与语法注释

  1. 1.40.1οὗ καὶ πρότερον τούτων ἐπεμνήσθην θυγατέρα αὐτὸν συνοικίσαι — οὗ 是以 Θεαγένης 为先行词的属格关系代词,受动词 ἐπεμνήσθην 支配。接下来的 θυγατέρα αὐτὸν συνοικίσαι 是带对格的不定式结构(accusative with infinitive),其中对格的 αὐτόν(指代泰阿革奈斯)是不定式 συνοικίσαι 的逻辑主语,而 θυγατέρα 是其直接宾语。
  2. 1.40.1νήχεσθαι γὰρ πετομένων γεράνων πρὸς τὴν βοὴν τῶν ὀρνίθων αὐτόν — 在由 λέγουσι 引导的间接引语中,包含 γάρ 的插入句。πετομένων γεράνων 是属格绝对结构(意为“在仙鹤飞翔时”)。不定式 νήχεσθαι 的逻辑主语是对格的 αὐτόν(指代梅加罗斯)。
  3. 1.40.2γνώμῃ δὲ Ἀρτέμιδος νύκτα τε ὁδοιποροῦσιν ἐπιγενέσθαι — 由 φασί 引导的带对格不定式结构的一部分。ἐπιγενέσθαι 的逻辑主语是对格的 νύκτα,与格分词 ὁδοιποροῦσιν(指正在行军的人)是该动词支配的与格补语,整体表示“当他们行军时,夜幕降临到他们身上”。
  4. 1.40.4δῆλα δὲ πᾶσι τὴν πεπρωμένην μόνῳ οἱ πείθεσθαι — 由无人称句 δῆλά (ἐστι) πᾶσι(“对所有人都是显而易见的”)引导的带对格不定式结构。τὴν πεπρωμένην 是不定式 πείθεσθαι 的逻辑主语。οἱ 是单数与格的间接反身代词,指代主句的主体(宙斯),意为“命运只听从他(宙斯)一人”。

引用这一段

保萨尼亚斯, 希腊志 §1.40.1-1.40.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:1.40.1-1.40.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。