Humanitext Reader

保萨尼亚斯 · 希腊志 §1.4.1-1.4.6

加拉太人入侵希腊与被击退的历史

第 4 段,共 465 段 · 希腊语

内容简介

概述加拉太人(凯尔特人)的地理起源及其对希腊的入侵、雅典人在温泉关的防守、在德尔斐通过神明超自然干预击退敌军的过程,以及他们随后迁徙至小亚细亚并被帕加马人击退的历史。

§1.4.1οἱ δὲ Γαλάται οὗτοι νέμονται τῆς Εὐρώπης τὰ ἔσχατα ἐπὶ θαλάσσῃ πολλῇ καὶ ἐς τὰ πέρατα οὐ πλωίμῳ, παρέχεται δὲ ἄμπωτιν καὶ ῥαχίαν καὶ θηρία οὐδὲν ἐοικότα τοῖς ἐν θαλάσσῃ τῇ λοιπῇ· καί σφισι διὰ τῆς χώρας ῥεῖ ποταμὸς Ἠριδανός, ἐφʼ ᾧ τὰς θυγατέρας τὰς Ἡλίου ὀδύρεσθαι νομίζουσι τὸ περὶ τὸν Φαέθοντα τὸν ἀδελφὸν πάθος.
这些加拉太人居住在欧洲的最边缘,面临着广阔的大洋,其边界无法航行,大洋上呈现出潮汐和碎波,并产有与其余海洋中完全不同的怪兽;一条名为埃里达诺斯的河流穿过他们的土地,人们相信在河畔,赫利俄斯的女儿们正为她们兄弟法厄同的厄运而哀悼。
ὀψὲ δέ ποτε αὐτοὺς καλεῖσθαι Γαλάτας ἐξενίκησεν· Κελτοὶ γὰρ κατά τε σφᾶς τὸ ἀρχαῖον καὶ παρὰ τοῖς ἄλλοις ὠνομάζοντο.
只是在很晚的时候,加拉太人这一名称才流行起来;因为古时在他们自己及其他人中间,他们都被称为凯尔特人。
συλλεγεῖσα δέ σφισι στρατιὰ τρέπεται τὴν ἐπὶ Ἰονίου, καὶ τό τε Ἰλλυριῶν ἔθνος καὶ πᾶν ὅσον ἄχρι Μακεδόνων ᾤκει καὶ Μακεδόνας αὐτοὺς ἀναστάτους ἐποίησε Θεσσαλίαν τε ἐπέδραμε.
他们集结起一支军队,转向伊奥尼亚海方向,使伊利里亚人部族以及居住在直至马其顿边界的所有人,乃至马其顿人自己都流离失所,并席卷了色萨利。
καὶ ὡς ἐγγὺς Θερμοπυλῶν ἐγίνοντο, ἐνταῦθα οἱ πολλοὶ τῶν Ἑλλήνων ἐς τὴν ἔφοδον ἡσύχαζον τῶν βαρβάρων, ἅτε ὑπὸ Ἀλεξάνδρου μεγάλως καὶ Φιλίππου κακωθέντες πρότερον· καθεῖλε δὲ καὶ Ἀντίπατρος καὶ Κάσσανδρος ὕστερον τὸ Ἑλληνικόν, ὥστε ἕκαστοι διʼ ἀσθένειαν οὐδὲν αἰσχρὸν ἐνόμιζον ἀπεῖναι τὸ κατὰ σφᾶς τῆς βοηθείας.
当他们接近温泉关时,大多数希腊人面对野蛮人的入侵都保持观望,因为他们先前已被亚历山大和腓力重创;后来安提帕特和卡萨德罗也削弱了希腊人的力量,以至于各城邦由于自身软弱,并不认为自己不派援军是可耻的事。
§1.4.2Ἀθηναῖοι δὲ μάλιστα μὲν τῶν Ἑλλήνων ἀπειρήκεσαν μήκει τοῦ Μακεδονικοῦ πολέμου καὶ προσπταίοντες τὰ πολλὰ ἐν ταῖς μάχαις, ἐξιέναι δὲ ὅμως ὥρμηντο ἐς τὰς Θερμοπύλας σὺν τοῖς ἐλθοῦσι τῶν Ἑλλήνων, ἑλόμενοι σφίσι τὸν Κάλλιππον τοῦτον ἡγεῖσθαι.
而雅典人,在所有希腊人中,最因马其顿战争的旷日持久和在战斗中的多场失利而疲惫不堪,但他们仍然热切地与已到达的希腊人一同出兵前往温泉关,并推选了这位卡利普斯来领导他们。
καταλαβόντες δὲ ᾗ στενώτατον ἦν, τῆς ἐσόδου τῆς ἐς τὴν Ἑλλάδα εἶργον τοὺς βαρβάρους· ἀνευρόντες δὲ οἱ Κελτοὶ τὴν ἀτραπόν, ἣν καὶ Μήδοις ποτὲ Ἐφιάλτης ἡγήσατο ὁ Τραχίνιος, καὶ βιασάμενοι Φωκέων τοὺς τεταγμένους ἐπʼ αὐτῇ λανθάνουσι τοὺς Ἕλληνας ὑπερβαλόντες τὴν Οἴτην.
他们占据了最狭窄的通道,将野蛮人阻挡在进入希腊的入口之外;然而凯尔特人找到了昔日特拉喀斯人埃菲阿尔特引导波斯人走过的那条小径,并以武力压倒了部署在小径上的福基斯守军,越过奥伊特山,在未被希腊人察觉的情况下绕行了过去。
§1.4.3ἔνθα δὴ πλείστου παρέσχοντο αὑτοὺς Ἀθηναῖοι τοῖς Ἕλλησιν ἀξίους, ἀμφοτέρωθεν ὡς ἐκυκλώθησαν ἀμυνόμενοι τοὺς βαρβάρους· οἱ δέ σφισιν ἐπὶ τῶν νεῶν μάλιστα ἐταλαιπώρουν ἅτε τοῦ κόλπου τοῦ Λαμιακοῦ τέλματος πρὸς ταῖς Θερμοπύλαις ὄντος· αἴτιον δὲ ἐμοὶ δοκεῖν τὸ ὕδωρ ταύτῃ τὸ θερμὸν ἐκρέον ἐς τὴν θάλασσαν.
在此处,雅典人确实向希腊人展现了自己最具价值的贡献,在两侧被包围的情况下击退了野蛮人;但他们在船上遭受了极大的困苦,因为温泉关附近的拉米亚湾是一片泥潭;在我看来,其原因在于此处流入大海的温泉水。
μείζονα οὖν εἶχον οὗτοι πόνον· ἀναλαβόντες γὰρ ἐπὶ τὰ καταστρώματα τοὺς Ἕλληνας ναυσὶν ὑπό τε ὅπλων βαρείαις καὶ ἀνδρῶν ἐβιάζοντο κατὰ τοῦ πηλοῦ πλεῖν.
因此,这些人承受了更大的艰辛;因为他们将希腊士兵接上甲板,被迫驾着因盔甲和人员而沉重的船只在泥泞中航行。
§1.4.4οὗτοι μὲν δὴ τοὺς Ἕλληνας τρόπον τὸν εἰρημένον ἔσωζον, οἱ δὲ Γαλάται Πυλῶν τε ἐντὸς ἦσαν καὶ τὰ πολίσματα ἑλεῖν ἐν οὐδενὶ τὰ λοιπὰ ποιησάμενοι Δελφοὺς καὶ τὰ χρήματα. τοῦ θεοῦ διαρπάσαι μάλιστα εἶχον σπουδήν.
这些人确实以所述方式拯救了希腊人,而加拉太人已进入关门内部,他们对攻占其余的小城镇不屑一顾,而是最热切地渴望劫掠德尔斐和神庙的财宝。
καί σφισιν αὐτοί τε Δελφοὶ καὶ Φωκέων ἀντετάχθησαν οἱ τὰς πόλεις περὶ τὸν Παρνασσὸν οἰκοῦντες, ἀφίκετο δὲ καὶ δύναμις Αἰτωλῶν· τὸ γὰρ Αἰτωλικὸν προεῖχεν ἀκμῇ νεότητος τὸν χρόνον τοῦτον.
德尔斐人自己以及居住在帕尔纳索斯山周围城镇的福基斯人都迎击他们,另外还有一支埃托利亚人的军队赶到;因为在此时,埃托利亚同盟正处于其青年时期的全盛阶段。
ὡς δὲ ἐς χεῖρας συνῄεσαν, ἐνταῦθα κεραυνοί τε ἐφέροντο ἐς τοὺς Γαλάτας καὶ ἀπορραγεῖσαι πέτραι τοῦ Παρνασσοῦ, δείματά τε ἄνδρες ἐφίσταντο ὁπλῖται τοῖς βαρβάροις· τούτων τοὺς μὲν ἐξ Ὑπερβορέων λέγουσιν ἐλθεῖν, Ὑπέροχον καὶ Ἀμάδοκον, τὸν δὲ τρίτον Πύρρον εἶναι τὸν Ἀχιλλέως· ἐναγίζουσι δὲ ἀπὸ ταύτης Δελφοὶ τῆς συμμαχίας Πύρρῳ, πρότερον ἔχοντες ἅτε ἀνδρὸς πολεμίου καὶ τὸ μνῆμα ἐν ἀτιμίᾳ.
当他们交手时,雷电向加拉太人劈去,帕尔纳索斯山崩塌下石块,且有重装步兵的幻象立于野蛮人面前,使他们产生恐惧;据说这些人中,有来自极北之地的超级罗库斯和阿马多库斯,第三人则是阿喀琉斯之子皮鲁斯;自此番相助以来,德尔斐人便向皮鲁斯献祭,而在此之前,他们因其曾为敌对之人而将其坟墓也置于受辱的境地。
§1.4.5Γαλατῶν δὲ οἱ πολλοὶ ναυσὶν ἐς τὴν Ἀσίαν διαβάντες τὰ παραθαλάσσια αὐτῆς ἐλεηλάτουν· χρόνῳ δὲ ὕστερον οἱ Πέργαμον ἔχοντες, πάλαι δὲ Τευθρανίαν καλουμένην, ἐς ταύτην Γαλάτας ἐλαύνουσιν ἀπὸ θαλάσσης.
加拉太人的大多数乘船渡海前往亚洲,并洗劫了其沿海地区;但后来,占有帕加马(古称忒乌特拉尼亚)的统治者将加拉太人从海边驱赶到了这一地区。
οὗτοι μὲν δὴ τὴν ἐκτὸς Σαγγαρίου χώραν ἔσχον Ἄγκυραν πόλιν ἑλόντες Φρυγῶν, ἣν Μίδας ὁ Γορδίου πρότερον ᾤκισεν—ἄγκυρα δέ, ἣν ὁ Μίδας ἀνεῦρεν, ἦν ἔτι καὶ ἐς ἐμὲ ἐν ἱερῷ Διὸς καὶ κρήνη Μίδου καλουμένη· ταύτην οἴνῳ κεράσαι Μίδαν φασὶν ἐπὶ τὴν θήραν τοῦ Σιληνοῦ—, ταύτην τε δὴ τὴν Ἄγκυραν εἷλον καὶ Πεσσινοῦντα τὴν ὑπὸ τὸ ὄρος τὴν Ἄγδιστιν, ἔνθα καὶ τὸν Ἄττην τεθάφθαι λέγουσι.
这些人攻占了弗里吉亚人的城市安居拉(此城先前由戈尔迪乌斯之子米达斯所建),占领了桑加里奥斯河以外的土地——直到我的时代,米达斯发现的锚依然保存在宙斯的神庙中,还有被称为米达斯之泉的泉水;据说米达斯曾在其中混入葡萄酒以捕捉西勒诺斯——,他们占领了这座安居拉以及阿格迪斯蒂斯山下的佩西努斯,据说阿提斯便埋葬于此。
§1.4.6Περγαμηνοῖς δὲ ἔστι μὲν σκῦλα ἀπὸ Γαλατῶν, ἔστι δὲ γραφὴ τὸ ἔργον τὸ πρὸς Γαλάτας ἔχουσα.
帕加马人拥有从加拉太人那里获得的战利品,还有一幅描绘对加拉太人战功的画像。
ἣν δὲ νέμονται οἱ Περγαμηνοί, Καβείρων ἱεράν φασιν εἶναι τὸ ἀρχαῖον· αὐτοὶ δὲ Ἀρκάδες ἐθέλουσιν εἶναι τῶν ὁμοῦ Τηλέφῳ διαβάντων ἐς τὴν Ἀσίαν.
帕加马人所居住的土地,据说古时是卡贝里神群的圣地;他们自称是与泰勒福斯一同渡海前往亚洲的阿卡迪亚人。
πολέμων δὲ τῶν μὲν ἄλλων, εἰ δή τινας ἐπολέμησαν, οὐκ ἐς ἅπαντας κεχώρηκεν ἡ φήμη· τρία δὲ γνωριμώτατα ἐξείργασταί σφισι, τῆς τε Ἀσίας ἀρχὴ τῆς κάτω καὶ ἡ Γαλατῶν ἀπʼ αὐτῆς ἀναχώρησις καὶ τὸ ἐς τοὺς σὺν Ἀγαμέμνονι Τηλέφου τόλμημα, ὅτε Ἕλληνες ἁμαρτόντες Ἰλίου τὸ πεδίον ἐλεηλάτουν τὸ Μήιον ὡς γῆν Τρῳάδα.
至于他们的其他战争,即使他们确实打过,其名声也并未传遍所有人;但他们所成就的最著名的三件大事是:对下亚洲的统治、加拉太人因他们而从该地退却,以及泰勒福斯对阿伽门农一行的英勇抗击,当时希腊人误将此处当成特洛伊土地,洗劫了梅伊奥斯平原。
ἐπάνειμι δὲ ἐς τὴν ἀρχὴν ὅθεν ἐξέβην τοῦ λόγου.
但我将回到我刚才偏离的话题上。

词汇与语法注释

  1. 1.4.1παρέχεται — 伴有连词 δέ 的第三人称单数动词 παρέχεται 以其前文的“海洋”(θάλασσα)为省略的主语(或作为无人称动词使用),意为“呈现/产生”潮汐(ἄμπωτιν)和碎波(ῥαχίαν)。
  2. 1.4.3ἐμοὶ δοκεῖν — 这是独立不定式(绝对不定式)的用法,作为插入语起作用,意为“在我看来”或“依我之见”。与格 ἐμοί 表示判断的主体。
  3. 1.4.4τὸ γὰρ Αἰτωλικὸν προεῖχεν ἀκμῇ νεότητος — 主语 τὸ Αἰτωλικὸν 是指“埃托利亚同盟”或“埃托利亚人”的集合名词。未完成过去时动词 προεῖχεν(胜过、杰出)伴随着表示方面或手段的与格短语 ἀκμῇ νεότητος(处于年轻的鼎盛时期),表明当时他们在军事上处于全盛期。
  4. 1.4.5ταύτην οἴνῳ κεράσαι Μίδαν φασὶν — 这是一个由 φασίν(人们说)引导的带对格的不定式(AcI)结构。不定式 κεράσαι(混合)的逻辑主语是对格的 Μίδαν(米达斯),其直接宾语是 ταύτην(这一泉水),并受表示手段的与格 οἴνῳ(用葡萄酒)修饰。

引用这一段

保萨尼亚斯, 希腊志 §1.4.1-1.4.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:1.4.1-1.4.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。