§1.38.1οἱ δὲ Ῥειτοὶ καλούμενοι ῥεῦμα μόνον παρέχονται ποταμῶν, ἐπεὶ τό γε ὕδωρ θάλασσά ἐστί σφισι·
レイトイと呼ばれるものは、水の流れだけが川のようであるが、その水は海水である。
πείθοιτο δὲ ἄν τις καὶ ὡς ἀπὸ τοῦ Χαλκιδέων Εὐρίπου ῥέουσιν ὑπὸ τῆς γῆς ἐς θάλασσαν κοιλοτέραν ἐμπίπτοντες.
また、カルキス人のエウリポスから地下を流れて、より低い海へと流れ込んでいるのだという説も、信じられるかもしれない。
λέγονται δὲ οἱ Ῥειτοὶ Κόρης ἱεροὶ καὶ Δήμητρος εἶναι, καὶ τοὺς ἰχθῦς ἐξ αὐτῶν τοῖς ἱερεῦσιν ἔστιν αἱρεῖν μόνοις.
レイトイはコレーとデメテルに捧げられていると言われており、そこからの魚を獲ることは、神官たちにのみ許されている。
οὗτοι τὸ ἀρχαῖον, ὡς ἐγὼ πυνθάνομαι, πρὸς Ἀθηναίους τοὺς ἄλλους ὅροι τῆς γῆς Ἐλευσινίοις ἦσαν, καὶ διαβᾶσι τοὺς Ῥειτοὺς πρῶτος ᾤκει §1.38.2Κρόκων, ἔνθα καὶ νῦν ἔτι βασίλεια καλεῖται Κρόκωνος.
これらは古代、私が尋ね知るところでは、他のアテナイ人に対するエレウシス人の土地の境界であり、レイトイを渡ったところに最初に住んだのはクロコンであって、そこには今でも「クロコンの宮殿」と呼ばれる場所がある。
τοῦτον Ἀθηναῖοι τὸν Κρόκωνα Κελεοῦ θυγατρί συνοικῆσαι Σαισάρᾳ λέγουσι·
アテナイ人は、このクロコンがケレオスの子サイサラと結婚したと言っている。
λέγουσι δὲ οὐ πάντες, ἀλλʼ ὅσοι τοῦ δήμου τοῦ Σκαμβωνιδῶν εἰσιν·
ただし、すべての人が言っているわけではなく、スカンボニダイ区に属する人々がそう言っているのである。
ἐγὼ δὲ Κρόκωνος μὲν ἀνευρεῖν τάφον οὐχ οἷός τε ἐγενόμην, τὸ δὲ Εὐμόλπου μνῆμα κατὰ ταὐτὰ Ἐλευσινίοις ἀπέφαινον καὶ Ἀθηναῖοι.
私はクロコンの墓を見つけることはできなかったが、エウモルポスの墓については、エレウシス人と同様にアテナイ人も示してくれた。
τοῦτον τὸν Εὔμολπον ἀφικέσθαι λέγουσιν ἐκ Θρᾴκης Ποσειδῶνος παῖδα ὄντα καὶ Χιόνης·
このエウモルポスはトラキアからやって来たとされ、ポセイドンとキオネの子であると言われている。
τὴν δὲ Χιόνην Βορέου θυγατέρα τοῦ ἀνέμου καὶ Ὠρειθυίας φασὶν εἶναι.
そしてキオネは風の神ボレアスとオレイテュイアの娘であるという。
Ὁμήρῳ δὲ ἐς μὲν τὸ γένος ἐστὶν οὐδὲν αὐτοῦ πεποιημένον, ἐπονομάζει δὲ ἀγήνορα ἐν τοῖς ἔπεσι τὸν Εὔμολπον.
ホメロスは、彼の家系については詩の中で何も述べていないが、叙事詩の中でエウモルポスを「勇壮な」と呼んでいる。
§1.38.3γενομένης δὲ Ἐλευσινίοις μάχης πρὸς Ἀθηναίους ἀπέθανε μὲν Ἐρεχθεὺς Ἀθηναίων βασιλεύς, ἀπέθανε δὲ Ἰμμάραδος Εὐμόλπου·
エレウシス人とアテナイ人の間に戦いが起こったとき、アテナイ人の王エレクテウスが戦死し、またエウモルポスの子インマラドスも戦死した。
καταλύονται δὲ ἐπὶ τοῖσδε τὸν πόλεμον, ὡς Ἐλευσινίους ἐς τὰ ἄλλα Ἀθηναίων κατηκόους ὄντας ἰδίᾳ τελεῖν τὴν τελετήν.
彼らは、エレウシス人が他のことではアテナイ人に従属しつつも、秘儀については独自に行うという条件で、戦争を終結させた。
τὰ δὲ ἱερὰ τοῖν θεοῖν Εὔμολπος καὶ αἱ θυγατέρες δρῶσιν αἱ Κελεοῦ, καλοῦσι δὲ σφᾶς Πάμφως τε κατὰ ταὐτὰ καὶ Ὅμηρος Διογένειαν καὶ Παμμερόπην καὶ τρίτην Σαισάραν·
二柱の女神のための儀式は、エウモルポスとケレオスに娘たちが執り行う。 パムポスもホメロスも同様に、彼女たちをディオゲネイア、パンメロペ、そして三人目をサイサラと呼んでいる。
τελευτήσαντος δὲ Εὐμόλπου Κήρυξ νεώτερος λείπεται τῶν παίδων, ὃν αὐτοὶ Κήρυκες θυγατρὸς Κέκροπος Ἀγλαύρου καὶ Ἑρμοῦ παῖδα εἶναι λέγουσιν, ἀλλʼ οὐκ Εὐμόλπου.
エウモルポスが亡くなったとき、息子たちのうち若い方のケリュクスが後に残された。 ケリュクス家の人々自身は、彼がケクロプスの娘アグラウロスとヘルメスの子であって、エウモルポスの子ではないと言っている。
§1.38.4ἔστι δὲ Ἱπποθόωντος ἡρῷον, ἀφʼ οὗ τὴν φυλὴν ὀνομάζουσι, καὶ πλησίον Ζάρηκος.
また、部族の名にちなむヒッポトオーンの英雄廟があり、その近くにザレクスの廟がある。
τοῦτον μαθεῖν παρὰ Ἀπόλλωνι μουσικήν φασιν, ἐγὼ δὲ ξένον μὲν ἀφικόμενον ἐς τὴν γῆν Λακεδαιμόνιόν τε εἶναι δοκῶ καὶ Ζάρακα ἐν τῇ Λακωνικῇ πόλιν ἀπὸ τούτου πρὸς θαλάσσῃ καλεῖσθαι·
彼(ザレクス)はアポロンから音楽を学んだと言われているが、私には彼がこの地にやって来た外国人でラケダイモン人であったと思われ、ラコニアの海辺にある都市ザラクスも彼にちなんで名付けられたと考えている。
εἰ δέ τις Ζάρηξ ἐπιχώριος Ἀθηναίοις ἥρως, οὐδὲν ἐς αὐτὸν ἔχω λέγειν.
しかし、アテナイ人にとっての地元の英雄としてのザレクスが別にいるのだとしたら、その人物について私は何も言うべきことを持たない。
§1.38.5—ῥεῖ δὲ Κηφισὸς πρὸς Ἐλευσῖνι βιαιότερον παρεχόμενος τοῦ προτέρου ῥεῦμα·
エレウシスの近くを流れるケピソス川は、先ほどのケピソス川よりも激しい流れを見せている。
καὶ παρʼ αὐτῷ καλοῦσιν Ἐρινεόν, λέγοντες τὸν Πλούτωνα ὅτε ἥρπασε τὴν Κόρην καταβῆναι ταύτῃ.
その川のそばにエリネオスと呼ばれる場所があり、プルトンがコレーを拐ったときに、ここから冥府へ下ったと言われている。
πρὸς τούτῳ τῷ Κηφισῷ λῃστὴν Πολυπήμονα ὄνομα, Προκρούστην δὲ ἐπίκλησιν, Θησεὺς ἀπέκτεινεν.
このケピソス川の近くで、テセウスはポリュペモンという名で、プロクルステスというあだ名の山賊を殺害した。
§1.38.6Ἐλευσινίοις δὲ ἔστι μὲν Τριπτολέμου ναός, ἔστι δὲ Προπυλαίας Ἀρτέμιδος καὶ Ποσειδῶνος Πατρός, φρέαρ τε καλούμενον Καλλίχορον, ἔνθα πρῶτον Ἐλευσινίων αἱ γυναῖκες χορὸν ἔστησαν καὶ ᾖσαν ἐς τὴν θεόν.
エレウシスにはトリプトレモスの神殿、門前のアルテミスおよび父なるポセイドンの神殿があり、またカッリコロンと呼ばれる井戸がある。 そこでは、エレウシスの女たちが初めて輪舞を行い、女神を賛美して歌った。
τὸ δὲ πεδίον τὸ Ῥάριον σπαρῆναι πρῶτον λέγουσι καὶ πρῶτον αὐξῆσαι καρπούς, καὶ διὰ τοῦτο οὐλαῖς ἐξ αὐτοῦ χρῆσθαί σφισι καὶ ποιεῖσθαι πέμματα ἐς τὰς θυσίας καθέστηκεν.
また、ラリオン平原は最初に種が蒔かれ、最初に作物を実らせた場所であると言われており、そのため、ここからの大麦粉を使い、犠牲式のためのお供えの菓子を作るという慣習が彼らに定着している。
ἐνταῦθα ἅλως καλουμένη Τριπτολέμου καὶ βωμὸς δείκνυται·
そこには「トリプトレモスの脱穀場」と呼ばれる場所と、祭壇が示されている。
§1.38.7τὰ δὲ ἐντὸς τοῦ τείχους τοῦ ἱεροῦ τό τε ὄνειρον ἀπεῖπε γράφειν, καὶ τοῖς οὐ τελεσθεῖσιν, ὁπόσων θέας εἴργονται, δῆλα δήπου μηδὲ πυθέσθαι μετεῖναί σφισιν.
しかし、神殿の壁の内側にあるものについては、夢が記述することを禁じた。 また、未入信者に対しては、見ることを禁じられている事柄について、知ることも許されていないのは明らかなことである。
Ἐλευσῖνα δὲ ἥρωα, ἀφʼ οὗ τὴν πόλιν ὀνομάζουσιν, οἱ μὲν Ἑρμοῦ παῖδα εἶναι καὶ Δαείρας Ὠκεανοῦ θυγατρὸς λέγουσι, τοῖς δέ ἐστι πεποιημένα Ὤγυγον εἶναι πατέρα Ἐλευσῖνι·
この町の名にちなむ英雄エレウシスについては、ある人々は彼がヘルメスとオケアノスの娘ダイラの子であると言い、別の人々の詩ではオギュゴスがエレウシスの父とされている。
οἱ γὰρ ἀρχαῖοι τῶν λόγων ἅτε οὐ προσόντων σφίσιν ἐπῶν ἄλλα τε πλάσασθαι δεδώκασι καὶ μάλιστα ἐς τὰ γένη τῶν ἡρώων.
というのも、古代の物語は、叙事詩による裏付けを欠いていたため、様々な作り話をすることを許しており、とりわけ英雄たちの家系においてそれが著しい。
§1.38.8ἐκ δὲ Ἐλευσῖνος τραπομένοις ἐπὶ Βοιωτῶν, ἐστὶν ὅμορος Ἀθηναίοις ἡ Πλαταιίς.
エレウシスからボイオティア方面へと進路を向けると、プラタイア領がアテナイ人の土地と隣接している。
πρότερον μὲν γὰρ Ἐλευθερεῦσιν ὅροι πρὸς τὴν Ἀττικὴν ἦσαν· προσχωρησάντων δὲ Ἀθηναίοις τούτων, οὕτως ἤδη Βοιωτίας ὁ Κιθαιρών ἐστιν ὅρος.
というのも、以前はエレウテライ人にとって自分たちの土地がアッティカとの境界であったが、彼らがアテナイ人に帰順してからは、現在のようにキタイロン山がボイオティアの境界となっているからである。
προσεχώρησαν δὲ Ἐλευθερεῖς οὐ πολέμῳ βιασθέντες, ἀλλὰ πολιτείας τε ἐπιθυμήσαντες παρὰ Ἀθηναίων καὶ κατʼ ἔχθος τὸ Θηβαίων.
エレウテライ人が帰順したのは、戦争によって強制されたからではなく、アテナイ人から市民権を得ることを望み、またテーバイ人への憎しみを抱いていたからである。
ἐν τούτῳ τῷ πεδίῳ ναός ἐστι Διονύσου, καὶ τὸ ξόανον ἐντεῦθεν Ἀθηναίοις ἐκομίσθη τὸ ἀρχαῖον·
この平原にはディオニュソスの神殿があり、かつて古い木像がここからアテナイ人のもとへと運ばれた。
τὸ δὲ ἐν Ἐλευθεραῖς τὸ ἐφʼ ἡμῶν ἐς μίμησιν ἐκείνου πεποίηται.
今日エレウテライにある像は、その木像を模して作られたものである。
§1.38.9ἀπωτέρω δὲ ὀλίγον σπήλαιόν ἐστιν οὐ μέγα, καὶ παρʼ αὐτὸ ὕδατος πηγὴ ψυχροῦ·
そこから少し離れたところにそれほど大きくない洞窟があり、その傍らに冷たい水の泉がある。
λέγεται δὲ ἐς μὲν τὸ σπήλαιον ὡς Ἀντιόπη τεκοῦσα κατάθοιτο ἐς αὐτὸ τοὺς παῖδας, περὶ δὲ τῆς πηγῆς τὸν ποιμένα εὑρόντα τοὺς παῖδας ἐνταῦθα σφᾶς λοῦσαι πρῶτον ἀπολύσαντα τῶν σπαργάνων.
この洞窟については、アンティオペが出産した後に自らの子らをそこに置いたと言われており、泉については、羊飼いが子供たちを発見したときに、ここで初めて彼らの産着を解いて体を洗ったと言われている。
Ἐλευθερῶν δὲ ἦν μὲν ἔτι τοῦ τείχους, ἦν δὲ καὶ οἰκιῶν ἐρείπια·
エレウテライには、今でも城壁や家々の遺跡が残っている。
δήλη δὲ τούτοις ἐστὶ πόλις ὀλίγον ὑπὲρ τοῦ πεδίου πρὸς τῷ Κιθαιρῶνι οἰκισθεῖσα.
これらによって、平原より少し上、キタイロン山の近くに都市が築かれていたことが明らかである。