§1.38.1οἱ δὲ Ῥειτοὶ καλούμενοι ῥεῦμα μόνον παρέχονται ποταμῶν, ἐπεὶ τό γε ὕδωρ θάλασσά ἐστί σφισι·
被称为“雷托伊”的水流,仅呈现出河流的流动,因为它们的水其实是海水。
πείθοιτο δὲ ἄν τις καὶ ὡς ἀπὸ τοῦ Χαλκιδέων Εὐρίπου ῥέουσιν ὑπὸ τῆς γῆς ἐς θάλασσαν κοιλοτέραν ἐμπίπτοντες.
人们或许也会相信,它们是从查尔基斯人的欧里波斯经地下流出,汇入更深凹的海洋中的。
λέγονται δὲ οἱ Ῥειτοὶ Κόρης ἱεροὶ καὶ Δήμητρος εἶναι, καὶ τοὺς ἰχθῦς ἐξ αὐτῶν τοῖς ἱερεῦσιν ἔστιν αἱρεῖν μόνοις.
据说雷托伊是属于少女与德美特尔的圣水,其中的鱼也只有祭司们才能捕捞。
οὗτοι τὸ ἀρχαῖον, ὡς ἐγὼ πυνθάνομαι, πρὸς Ἀθηναίους τοὺς ἄλλους ὅροι τῆς γῆς Ἐλευσινίοις ἦσαν, καὶ διαβᾶσι τοὺς Ῥειτοὺς πρῶτος ᾤκει §1.38.2Κρόκων, ἔνθα καὶ νῦν ἔτι βασίλεια καλεῖται Κρόκωνος.
这些水流在古代,据我所知,是厄琉息斯人与其余雅典人领土之间的边界,而渡过雷托伊之后,最先居住在那里的是克罗孔,在那里直到现在仍有被称为“克罗孔宫殿”的地方。
τοῦτον Ἀθηναῖοι τὸν Κρόκωνα Κελεοῦ θυγατρί συνοικῆσαι Σαισάρᾳ λέγουσι· λέγουσι δὲ οὐ πάντες, ἀλλʼ ὅσοι τοῦ δήμου τοῦ Σκαμβωνιδῶν εἰσιν·
雅典人说这位克罗孔娶了刻勒俄斯的女儿塞萨拉;但并非所有人都有此说,只有那些属于斯坎波尼代区的人才这样说。
ἐγὼ δὲ Κρόκωνος μὲν ἀνευρεῖν τάφον οὐχ οἷός τε ἐγενόμην, τὸ δὲ Εὐμόλπου μνῆμα κατὰ ταὐτὰ Ἐλευσινίοις ἀπέφαινον καὶ Ἀθηναῖοι.
我虽然未能找到克罗孔的坟墓,但对于埃乌莫尔波斯的墓,雅典人与厄琉息斯人指认的是同一个地方。
τοῦτον τὸν Εὔμολπον ἀφικέσθαι λέγουσιν ἐκ Θρᾴκης Ποσειδῶνος παῖδα ὄντα καὶ Χιόνης· τὴν δὲ Χιόνην Βορέου θυγατέρα τοῦ ἀνέμου καὶ Ὠρειθυίας φασὶν εἶναι.
他们说,这位埃乌莫尔波斯来自色雷斯,是波塞冬与希奥妮之子;而他们说希奥妮是北风之神波瑞阿斯与俄瑞堤亚的女儿。
Ὁμήρῳ δὲ ἐς μὲν τὸ γένος ἐστὶν οὐδὲν αὐτοῦ πεποιημένον, ἐπονομάζει δὲ ἀγήνορα ἐν τοῖς ἔπεσι τὸν Εὔμολπον.
荷马在诗中未曾提及他的世系,但在史诗中称埃乌莫尔波斯为“高傲的”。
§1.38.3γενομένης δὲ Ἐλευσινίοις μάχης πρὸς Ἀθηναίους ἀπέθανε μὲν Ἐρεχθεὺς Ἀθηναίων βασιλεύς, ἀπέθανε δὲ Ἰμμάραδος Εὐμόλπου·
在厄琉息斯人与雅典人发生战争时,雅典国王埃里克托乌斯战死,埃乌莫尔波斯之子伊玛拉多斯也战死了。
καταλύονται δὲ ἐπὶ τοῖσδε τὸν πόλεμον, ὡς Ἐλευσινίους ἐς τὰ ἄλλα Ἀθηναίων κατηκόους ὄντας ἰδίᾳ τελεῖν τὴν τελετήν.
他们以下述条件停战:厄琉息斯人在其他事务上臣属于雅典,但唯独秘仪由他们自己独立举行。
τὰ δὲ ἱερὰ τοῖν θεοῖν Εὔμολπος καὶ αἱ θυγατέρες δρῶσιν αἱ Κελεοῦ, καλοῦσι δὲ σφᾶς Πάμφως τε κατὰ ταὐτὰ καὶ Ὅμηρος Διογένειαν καὶ Παμμερόπην καὶ τρίτην Σαισάραν·
两位女神的神圣仪式由埃乌莫尔波斯和刻勒俄斯的女儿们主持,潘福斯和荷马一样,称呼她们为迪奥革内亚、潘梅洛佩,以及第三个塞萨拉。
τελευτήσαντος δὲ Εὐμόλπου Κήρυξ νεώτερος λείπεται τῶν παίδων, ὃν αὐτοὶ Κήρυκες θυγατρὸς Κέκροπος Ἀγλαύρου καὶ Ἑρμοῦ παῖδα εἶναι λέγουσιν, ἀλλʼ οὐκ Εὐμόλπου.
当埃乌莫尔波斯去世时,他的儿子中较年轻的克律克斯留了下来;克律克斯家族的人自己说他是凯克洛普斯的女儿阿格劳罗斯和赫尔墨斯之子,而不是埃乌莫尔波斯之子。
§1.38.4ἔστι δὲ Ἱπποθόωντος ἡρῷον, ἀφʼ οὗ τὴν φυλὴν ὀνομάζουσι, καὶ πλησίον Ζάρηκος.
这里有希波托翁的英雄庙,该部落因他而得名,附近还有扎克斯的庙宇。
τοῦτον μαθεῖν παρὰ Ἀπόλλωνι μουσικήν φασιν, ἐγὼ δὲ ξένον μὲν ἀφικόμενον ἐς τὴν γῆν Λακεδαιμόνιόν τε εἶναι δοκῶ καὶ Ζάρακα ἐν τῇ Λακωνικῇ πόλιν ἀπὸ τούτου πρὸς θαλάσσῃ καλεῖσθαι·
人们说他曾随阿波罗学习音乐,但我认为他是一个来到这里的外国拉刻代蒙人,拉科尼亚沿海的城市扎拉克司也是因他而得名。
εἰ δέ τις Ζάρηξ ἐπιχώριος Ἀθηναίοις ἥρως, οὐδὲν ἐς αὐτὸν ἔχω λέγειν.
但如果雅典人另有某位本土的英雄扎克斯,我对他则无话可说。
§1.38.5—ῥεῖ δὲ Κηφισὸς πρὸς Ἐλευσῖνι βιαιότερον παρεχόμενος τοῦ προτέρου ῥεῦμα· καὶ παρʼ αὐτῷ καλοῦσιν Ἐρινεόν, λέγοντες τὸν Πλούτωνα ὅτε ἥρπασε τὴν Κόρην καταβῆναι ταύτῃ.
在厄琉息斯附近流淌着凯菲索斯河,展现出比前一条河更汹涌的水流;在它旁边有被称为“埃里内奥斯”的地方,据说普路托掠走少女时就是从这里下到地府的。
πρὸς τούτῳ τῷ Κηφισῷ λῃστὴν Πολυπήμονα ὄνομα, Προκρούστην δὲ ἐπίκλησιν, Θησεὺς ἀπέκτεινεν.
在这条凯菲索斯河边,忒修斯杀死了一个名叫波吕斐蒙、绰号普罗克鲁斯忒斯的强盗。
§1.38.6Ἐλευσινίοις δὲ ἔστι μὲν Τριπτολέμου ναός, ἔστι δὲ Προπυλαίας Ἀρτέμιδος καὶ Ποσειδῶνος Πατρός, φρέαρ τε καλούμενον Καλλίχορον, ἔνθα πρῶτον Ἐλευσινίων αἱ γυναῖκες χορὸν ἔστησαν καὶ ᾖσαν ἐς τὴν θεόν.
厄琉息斯人有特里普托勒摩斯的神殿,有门前阿耳忒弥斯和父神波塞冬的神殿,还有一口被称为“卡利霍隆”的井,厄琉息斯的女人们曾首次在那里设舞并歌颂女神。
τὸ δὲ πεδίον τὸ Ῥάριον σπαρῆναι πρῶτον λέγουσι καὶ πρῶτον αὐξῆσαι καρπούς, καὶ διὰ τοῦτο οὐλαῖς ἐξ αὐτοῦ χρῆσθαί σφισι καὶ ποιεῖσθαι πέμματα ἐς τὰς θυσίας καθέστηκεν.
据说拉里翁平原是最先播种、最先长出庄稼的地方,因此他们形成了习惯,用这里的粗麦粉,并制作祭祀用的糕饼。
ἐνταῦθα ἅλως καλουμένη Τριπτολέμου καὶ βωμὸς δείκνυται·
在此处,人们展示着被称为“特里普托勒摩斯”的脱木场和一座祭坛。
§1.38.7τὰ δὲ ἐντὸς τοῦ τείχους τοῦ ἱεροῦ τό τε ὄνειρον ἀπεῖπε γράφειν, καὶ τοῖς οὐ τελεσθεῖσιν, ὁπόσων θέας εἴργονται, δῆλα δήπου μηδὲ πυθέσθαι μετεῖναί σφισιν.
至于神庙围墙内部的事物,梦境禁止我写出来;而对于未入信的人来说,既然他们被禁止观看,显然也无权打听。
Ἐλευσῖνα δὲ ἥρωα, ἀφʼ οὗ τὴν πόλιν ὀνομάζουσιν, οἱ μὲν Ἑρμοῦ παῖδα εἶναι καὶ Δαείρας Ὠκεανοῦ θυγατρὸς λέγουσι, τοῖς δέ ἐστι πεποιημένα Ὤγυγον εἶναι πατέρα Ἐλευσῖνι·
至于这座城市因他得名的英雄厄琉息斯,有人说他是赫尔墨斯与大洋神女戴拉之子,也有人的诗作中写道俄古戈斯是厄琉息斯的父亲。
οἱ γὰρ ἀρχαῖοι τῶν λόγων ἅτε οὐ προσόντων σφίσιν ἐπῶν ἄλλα τε πλάσασθαι δεδώκασι καὶ μάλιστα ἐς τὰ γένη τῶν ἡρώων.
因为古老的传说由于没有叙事诗作为依托,便允许人们编造各种事物,尤其是在英雄们的世系方面。
§1.38.8ἐκ δὲ Ἐλευσῖνος τραπομένοις ἐπὶ Βοιωτῶν, ἐστὶν ὅμορος Ἀθηναίοις ἡ Πλαταιίς.
从厄琉息斯转向波奥蒂亚方向,普拉塔亚领地便与雅典人相邻。
πρότερον μὲν γὰρ Ἐλευθερεῦσιν ὅροι πρὸς τὴν Ἀττικὴν ἦσαν· προσχωρησάντων δὲ Ἀθηναίοις τούτων, οὕτως ἤδη Βοιωτίας ὁ Κιθαιρών ἐστιν ὅρος.
因为以前,边界是埃勒乌特赖人与阿提卡之间的边界;但在他们归顺雅典人之后,现在基泰戎山就成了波奥蒂亚的边界。
προσεχώρησαν δὲ Ἐλευθερεῖς οὐ πολέμῳ βιασθέντες, ἀλλὰ πολιτείας τε ἐπιθυμήσαντες παρὰ Ἀθηναίων καὶ κατʼ ἔχθος τὸ Θηβαίων.
埃勒乌特赖人的归顺并非被迫于战争,而是既渴望获得雅典人的公民权,又是出于对底比斯人的仇恨。
ἐν τούτῳ τῷ πεδίῳ ναός ἐστι Διονύσου, καὶ τὸ ξόανον ἐντεῦθεν Ἀθηναίοις ἐκομίσθη τὸ ἀρχαῖον· τὸ δὲ ἐν Ἐλευθεραῖς τὸ ἐφʼ ἡμῶν ἐς μίμησιν ἐκείνου πεποίηται.
在这片平原上有一座狄奥尼索斯的神庙,那尊古老的木雕神像就是从这里被运往雅典人的那里的;如今在埃勒乌特赖的这一尊,是模仿那一尊制作的。
§1.38.9ἀπωτέρω δὲ ὀλίγον σπήλαιόν ἐστιν οὐ μέγα, καὶ παρʼ αὐτὸ ὕδατος πηγὴ ψυχροῦ·
稍远一点的地方有一处不大的洞穴,旁边有一眼凉水泉。
λέγεται δὲ ἐς μὲν τὸ σπήλαιον ὡς Ἀντιόπη τεκοῦσα κατάθοιτο ἐς αὐτὸ τοὺς παῖδας, περὶ δὲ τῆς πηγῆς τὸν ποιμένα εὑρόντα τοὺς παῖδας ἐνταῦθα σφᾶς λοῦσαι πρῶτον ἀπολύσαντα τῶν σπαργάνων.
关于这处洞穴,据说安提俄佩产子后曾将孩子们安置在其中;而关于这眼泉水,据说牧羊人发现孩子们后,在此处首次解开襁褓并清洗了他们。
Ἐλευθερῶν δὲ ἦν μὲν ἔτι τοῦ τείχους, ἦν δὲ καὶ οἰκιῶν ἐρείπια· δήλη δὲ τούτοις ἐστὶ πόλις ὀλίγον ὑπὲρ τοῦ πεδίου πρὸς τῷ Κιθαιρῶνι οἰκισθεῖσα.
埃勒乌特赖至今仍留有城墙和房屋的废墟;通过这些可以清楚看到,曾有一座城市建在平原之上、靠近基泰戎山的地方。