Humanitext Reader

パウサニアス · ギリシア案内記 §1.37.1-1.37.7

ケピソス川沿いの墓碑と聖域および関連神話

43 / 465 箇所 · ギリシア語

要旨

パウサニアスは聖なる道に沿ってケピソス川周辺の著名な墓、記念碑、神殿を紹介し、ソラマメの神やケパロスの子孫によるアッティカ再移住の神話を語る。

§1.37.1μετὰ δὲ τοῦ Κηφισοδώρου τὸ μνῆμα τέθαπται μὲν Ἡλιόδωρος Ἅλις·
\nケピソドロスの墓に続いて、一方ではハリスのヘリオドロスが葬られている。
τούτου γραφὴν ἰδεῖν ἔστι καὶ ἐν τῷ ναῷ τῷ μεγάλῳ τῆς Ἀθηνᾶς·
彼の肖像画はアテナの大きな神殿でも見ることができる。
τέθαπται δὲ Θεμιστοκλῆς Πολιάρχου, τρίτος ἀπόγονος Θεμιστοκλέους τοῦ Ξέρξῃ καὶ Μήδοις ἐναντία ναυμαχήσαντος.
他方ではポリアルフスの子テミストクレスが葬られている。 彼はクセルクセスおよびメディア人相手に海戦を戦ったテミストクレスの三代目の末裔である。
τοὺς δὲ κατωτέρω τοῦ γένους πλὴν Ἀκεστίου παρήσω τοὺς ἄλλους·
この家系のこれより後の世代については、アケスティオンを除いて他の人々は割愛する。
Ἀκεστίῳ δὲ τῇ Ξενοκλέους τοῦ Σοφοκλέους τοῦ Λέοντος τούτους τε ἐς τὸν τέταρτον πρόγονον Λέοντα δᾳδούχους πάντας ὑπῆρξε γενέσθαι καὶ παρὰ τὸν βίον τὸν αὑτῆς πρῶτον μὲν τὸν ἀδελφὸν Σοφοκλέα εἶδε δᾳδουχοῦντα, ἐπὶ δὲ τούτῳ τὸν ἄνδρα Θεμιστοκλέα, τελευτήσαντος δὲ καὶ τούτου Θεόφραστον τὸν παῖδα.
しかし、レオンの子ソポクレスの子クセノクレスの娘アケスティオンにとっては、これら(の男たち)、すなわち四代前の祖先レオンに至るまでの全員が松明持ち(ダドゥコス)になるという幸運に恵まれた。 彼女は自らの生涯の間に、まず弟のソポクレスが松明持ちを務めるのを見、続いて夫のテミストクレスが、そしてこの夫が亡くなった後はその子テオフラストスが務めるのを見た。
§1.37.2ταύτῃ μὲν τύχην τοιαύτην συμβῆναι λέγουσι·
\n\n彼女にはこのような幸運が訪れたと言われている。
προελθοῦσι δὲ ὀλίγον Λακίου τέμενός ἐστιν ἥρωος καὶ δῆμος ὃν Λακιάδας ὀνομάζουσιν ἀπὸ τούτου, καὶ Νικοκλέους Ταραντίνου ἐστὶ μνῆμα, ὃς ἐπὶ μέγιστον δόξης κιθαρῳδῶν ἁπάντων ἦλθεν.
少し進むと、英雄ラキオスの聖域があり、彼にちなんでラキアダイと呼ばれる区がある。 また、キタラ弾き歌いの中で最も高い名声を博した、タラスのニコクレスの墓がある。
ἔστι δὲ καὶ Ζεφύρου τε βωμὸς καὶ Δήμητρος ἱερὸν καὶ τῆς παιδός· σὺν δέ σφισιν Ἀθηνᾶ καὶ Ποσειδῶν ἔχουσι τιμάς.
さらにゼピュロスの祭壇と、デメテルおよびその娘の神殿があり、彼女たちとともにアテナとポセイドンも崇敬を受けている。
ἐν τούτῳ τῷ χωρίῳ Φύταλόν φασιν οἴκῳ Δήμητρα δέξασθαι, καὶ τὴν θεὸν ἀντὶ τούτων δοῦναί οἱ τὸ φυτὸν τῆς συκῆς·
この場所において、ピュタロスが自らの家にデメテルを迎え入れ、女神はその報いとして彼にイチジクの苗木を授けたと言われている。
μαρτυρεῖ δέ μοι τῷ λόγῳ τὸ ἐπίγραμμα τὸ ἐπὶ τῷ Φυτάλου τάφῳ·
ピュタロスの墓碑銘が私のこの主張を証言している。
" ἐνθάδʼ ἄναξ ἥρως Φύταλός ποτε δέξατο σεμνὴν Δήμητραν, ὅτε πρῶτον ὀπώρας καρπὸν ἔφηνεν, ἣν ἱερὰν συκῆν θνητῶν γένος ἐξονομάζει·
\n"\nここで、支配者たる英雄ピュタロスは、かつて厳かなる\nデメテルを迎え入れた。 女神が初めて、死すべき人間たちが聖なる\nイチジクと名付ける秋の果実を現したときに。
ἐξ οὗ δὴ τιμὰς Φυτάλου γένος ἔσχεν ἀγήρως.
\nこのときから、ピュタロスの家系は衰えることなき名誉を得たのである。
" §1.37.3πρὶν δὲ ἢ διαβῆναι τὸν Κηφισὸν Θεοδώρου μνῆμά ἐστι τραγῳδίαν ὑποκριναμένου τῶν καθʼ αὑτὸν ἄριστα.
\n"\n \nケピソス川を渡る手前に、同時代の人々の中で最も優れた悲劇役者であったテオドロスの墓がある。
ἀγάλματα δὲ ἐπὶ τῷ ποταμῷ Μνησιμάχης, τὸ δὲ ἕτερον ἀνάθημα κειρομένου οἱ τὴν κόμην τοῦ παιδός ἐστι τῷ Κηφισῷ·
川のほとりにはムネシマケの像があり、もう一方は、彼女の息子がケピソス川に対して自分の髪を切り落とす献納の像である。
καθεστάναι δὲ ἐκ παλαιοῦ καὶ τοῖς πᾶσι τοῦτο Ἕλλησι τῇ Ὁμήρου τις ἂν τεκμαίροιτο ποιήσει, ὃς τὸν Πηλέα εὔξασθαί φησι τῷ Σπερχειῷ κερεῖν ἀνασωθέντος ἐκ Τροίας Ἀχιλλέως τὴν κόμην.
この習慣が古くから全てのギリシア人の間に定着していたことは、ホメロスの詩から推測することができよう。 ホメロスは、ペレウスがスペルケイオス川に対し、アキレウスがトロイアから無事に戻ったなら髪を切り落とすと誓ったと述べているからである。
§1.37.4διαβᾶσι δὲ τὸν Κηφισὸν βωμός ἐστιν ἀρχαῖος Μειλιχίου Διός·
\n\nケピソス川を渡ったところには、ゼウス・メイリキオスの古代の祭壇がある。
ἐπὶ τούτῳ Θησεὺς ὑπὸ τῶν ἀπογόνων τῶν Φυτάλου καθαρσίων ἔτυχε, λῃστὰς καὶ ἄλλους ἀποκτείνας καὶ Σίνιν τὰ πρὸς Πιτθέως συγγενῆ.
この祭壇で、テセウスは、山賊たちや、ピッテウスの側の親族であったシニスを殺害した後に、ピュタロスの子孫たちによって浄めの儀式を授けられた。
τάφος δὲ ἔστι μὲν αὐτόθι Θεοδέκτου τοῦ Φασηλίτου, ἔστι δὲ Μνησιθέου·
そこにはまた、ファセリスのテオデクテスの墓があり、ムネシテオスの墓もある。
τοῦτον λέγουσιν ἰατρόν τε ἀγαθὸν γενέσθαι καὶ ἀναθεῖναι ἀγάλματα, ἐν οἷς καὶ ὁ Ἴακχος πεποίηται.
このムネシテオスは優れた医師であり、いくつかの彫像を献納したと言われている。 それらの像の中にはイアクコスも作られている。
ᾠκοδόμηται δὲ κατὰ τὴν ὁδὸν ναὸς οὐ μέγας καλούμενος Κυαμίτου·
道沿いには、クアミテス(ソラマメの神)と呼ばれるそれほど大きくない神殿が建てられている。
σαφὲς δὲ οὐδὲν ἔχω λέγειν εἴτε πρῶτος κυάμους ἔσπειρεν οὗτος εἴτε τινὰ ἐπεφήμισαν ἥρωα, ὅτι τῶν κυάμων ἀνενεγκεῖν οὐκ ἔστι σφίσιν ἐς Δήμητρα τὴν εὕρεσιν.
この人物が初めてソラマメを蒔いたのか、それとも、発見をデメテルに帰することが彼らには許されていないために、ある英雄にその名を結びつけたのか、確かなことは何も言えない。
ὅστις δὲ ἤδη τελετὴν Ἐλευσῖνι εἶδεν ἢ τὰ καλούμενα Ὀρφικὰ ἐπελέξατο, οἶδεν ὃ λέγω.
エレウシスで秘儀をすでに見た者、あるいはオルペウスの教えと呼ばれるものを読んだ者なら、私が言っている意味がわかるはずである。
§1.37.5μνημάτων δὲ ἃ μάλιστα ἐς μέγεθος καὶ κόσμον ἥκει, τὸ μὲν ἀνδρός ἐστι Ῥοδίου μετοικήσαντος ἐς Ἀθήνας, τὸ δὲ Ἅρπαλος Μακεδὼν ἐποίησεν, ὃς Ἀλέξανδρον ἀποδρὰς ἐκ τῆς Ἀσίας διέβη ναυσὶν ἐς τὴν Εὐρώπην, ἀφικόμενος δὲ παρʼ Ἀθηναίους ὑπʼ αὐτῶν συνελήφθη, διαφθείρας δὲ χρήμασιν ἄλλους τε καὶ τοὺς Ἀλεξάνδρου φίλους ἀπέδρα, πρότερον δὲ ἔτι Πυθονίκην ἔγημε, γένος μὲν οὐκ οἶδα ὁπόθεν, ἑταιροῦσαν δὲ ἔν τε Ἀθήναις καὶ ἐν Κορίνθῳ·
\n\n規模と装飾の点でもっとも傑出した墓のうち、一方はアテナイに移住したロドス人の男のものであり、もう一方はマケドニア人ハルパロスが建てたものである。 彼はアジアからアレクサンドロスのもとを逃れて船でヨーロッパへと渡り、アテナイ人のもとに到着したところで彼らに捕らえられたが、金銭で他の人々やアレクサンドロスの友人たちを買収して逃亡した。 彼はそれより以前にピュトニケと結婚していた。 彼女の生まれはどこか知らないが、アテナイとコリントスで遊女をしていた女性であった。
ταύτης ἐς τοσοῦτον ἔρωτος προῆλθεν ὡς καὶ μνῆμα ἀποθανούσης ποιῆσαι πάντων ὁπόσα Ἕλλησίν ἐστιν ἀρχαῖα θέας μάλιστα ἄξιον.
彼は彼女に対して非常に深い愛を抱いたため、彼女が亡くなった際、ギリシア人が有するすべての古代の遺跡の中で最も見応えのある墓を建てたほどであった。
§1.37.6ἔστι δὲ ἱερὸν ἐν ᾧ κεῖται Δήμητρος καὶ τῆς παιδὸς ἀγάλματα καὶ Ἀθηνᾶς τε καὶ Ἀπόλλωνος·
\n\nその先には一つの神殿があり、その中にはデメテルとその娘、またアテナとアポロンの像が安置されている。
Ἀπόλλωνι δὲ ἐποιήθη μόνῳ τὸ ἐξ ἀρχῆς.
しかし元来、それはアポロン一柱のために建てられたものであった。
Κέφαλον γὰρ τὸν Δηίονος συνεξελόντα λέγουσιν Ἀμφιτρύωνι Τηλεβόας τὴν νῆσον οἰκῆσαι πρῶτον, ἣ νῦν ἀπʼ ἐκείνου Κεφαλληνία καλεῖται·
というのも、デイオネスの子ケパロスが、アンピトリュオンを助けてテレボアス人を共同で討伐した後に、その島(現在は彼にちなんでケファレニアと呼ばれている島)に最初に移住したと言われているからである。
μετοικεῖν δὲ αὐτὸν τέως ἐν Θήβαις φεύγοντα ἐξ Ἀθηνῶν διὰ τὸν Πρόκριδος τῆς γυναικὸς φόνον.
それまで、彼は妻プロクリスを殺害したためにアテナイから亡命し、テーバイに移り住んでいた。
δεκάτῃ δὲ ὕστερον γενεᾷ Χαλκῖνος καὶ Δαῖτος ἀπόγονοι Κεφάλου πλεύσαντες ἐς Δελφοὺς ᾔτουν τὸν θεὸν κάθοδον ἐς Ἀθήνας·
のちに十代目にあたるとき、ケパロスの子孫であるカルキノスとダイトスがデルポイへ航行し、アテナイへの帰国を神に求めた。
§1.37.7ὁ δέ σφισι κελεύει θῦσαι πρῶτον Ἀπόλλωνι ἐνταῦθα τῆς Ἀττικῆς, ἔνθα ἂν ἴδωσιν ἐπὶ τῆς γῆς τριήρη θέουσαν.
\n\n神は彼らに、アッティカの地で、陸上を走る三段櫂船を目にする場所において、まずアポロンに犠牲を捧げるよう命じた。
γενομένοις δὲ αὐτοῖς κατὰ τὸ ποικίλον καλούμενον ὄρος δράκων ἐφάνη σπουδῇ κατὰ τὸν φωλεὸν ἰών·
彼らがポイキロンと呼ばれる山の近くに来たとき、一匹の蛇が巣穴へと急いで入っていくのが現れた。
καὶ Ἀπόλλωνί τε θύουσιν ἐν τῷ χωρίῳ τούτῳ καὶ ὕστερον σφᾶς ἐλθόντας ἐς τὴν πόλιν ἀστοὺς ἐποιήσαντο Ἀθηναῖοι.
そこで彼らはその場所でアポロンに犠牲を捧げ、のちに彼らが市に入ると、アテナイ人は彼らを市民とした。
—μετὰ δὲ τοῦτο Ἀφροδίτης ναός ἐστι καὶ πρὸ αὐτοῦ τεῖχος ἀργῶν λίθων θέας ἄξιον.
この後にはアプロディテの神殿があり、その前には加工されていない自然石で作られた、一見の価値がある壁がある。

語釈・文法注

  1. 1.37.1Ἀκεστίῳ δὲ τῇ Ξενοκλέους τοῦ Σοφοκλέους τοῦ Λέοντος τούτους τε ἐς τὸν τέταρτον πρόγονον Λέοντα δᾳδούχους πάντας ὑπῆρξε γενέσθαι — Ἀκεστίῳ は、女性名 Ἀκεστίον の与格形であり、文全体の構造は非人称的に用いられた動詞 ὑπῆρξε(〜に備わった、〜という幸運に恵まれた)に繋がる。対格不定詞句 τούτους τε... δᾳδούχους πάντας... γενέσθαι がその意味上の主語となっている。冠詞 τῇ は、女性名に一致する与格単数女性形であり、父、祖父、曾祖父の属格がそれに連なっている。
  2. 1.37.3κειρομένου οἱ τὴν κόμην τοῦ παιδός — 属格独立構文(genitive absolute)であり、現在分詞 κειρομένου(中動態:「自分のために髪を切る」)と、その主語である属格名詞 τοῦ παιδός(息子が)から構成される。与格代名詞 οἱ は間接反射代名詞、あるいはムネシマケを指す女性単数与格(「彼女のために」)として機能している。
  3. 1.37.4διαβᾶσι — 「判断・関係の与格(dative of reference / dative of the person judging)」であり、地理的叙述において「(川を)渡った人にとって(〜がある)」という視点を示すパウサニアスに特徴的な語法。
  4. 1.37.4ὅτι τῶν κυάμων ἀνενεγκεῖν οὐκ ἔστι σφίσιν ἐς Δήμητρα τὴν εὕρεσιν — 接続詞 ὅτι は理由(〜だから)を表す。οὐκ ἔστι は「不可能である」を意味する非人称表現で、与格 σφίσιν(彼らにとって)と不定詞 ἀνενεγκεῖν(帰すること、結びつけること)を伴う。不定詞の直接目的語は τὴν εὕρεσιν(発見を)であり、前置詞句 ἐς Δήμητρα(デメテルに)がそれにかかる。属格 τῶν κυάμων(ソラマメの)は εὕρεσιν を限定している。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §1.37.1-1.37.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:1.37.1-1.37.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。