§1.36.1ἐν Σαλαμῖνι δὲ—ἐπάνειμι γὰρ ἐς τὸν προκείμενον λόγον—τοῦτο μὲν Ἀρτέμιδός ἐστιν ἱερόν, τοῦτο δὲ τρόπαιον ἕστηκεν ἀπὸ τῆς νίκης ἣν Θεμιστοκλῆς ὁ Νεοκλέους αἴτιος ἐγένετο γενέσθαι τοῖς Ἕλλησι·
サラミスには――というのも、私は予定していた叙述に戻るからである――、一方にはアルテミスの神殿があり、他方には、ネオクレスの子テミストクレスがギリシア人たちに勝利をもたらす原因となった、あの勝利の記念碑が立っている。
καὶ Κυχρέως ἐστὶν ἱερόν.
また、キュクレウスの神殿もある。
ναυμαχούντων δὲ Ἀθηναίων πρὸς Μήδους δράκοντα ἐν ταῖς ναυσὶ λέγεται φανῆναι·
アテナイ人がメディア人と海戦を行っていた際、船の中に蛇が現れたと言われている。
τοῦτον ὁ θεὸς ἔχρησεν Ἀθηναίοις Κυχρέα εἶναι τὸν ἥρωα.
神はアテナイ人に対し、この蛇は英雄キュクレウスであるという託宣を与えた。
§1.36.2νῆσος δὲ πρὸ Σαλαμῖνός ἐστι καλουμένη Ψυττάλεια·
サラミスの前には、プシュッタレイアと呼ばれる島がある。
ἐς ταύτην τῶν βαρβάρων ὅσον τετρακοσίους ἀποβῆναι λέγουσιν, ἡττωμένου δὲ τοῦ Ξέρξου ναυτικοῦ καὶ τούτους ἀπολέσθαι φασὶν ἐπιδιαβάντων ἐς τὴν Ψυττάλειαν τῶν Ἑλλήνων.
この島に、バルバロイのうちおよそ四百人が上陸したと言われており、クセルクセスの海軍が敗北したとき、ギリシア人たちがプシュッタレイアに渡って彼らをも滅ぼしたという。
ἄγαλμα δὲ ἐν τῇ νήσῳ σὺν τέχνῃ μέν ἐστιν οὐδέν, Πανὸς δὲ ὡς ἕκαστον ἔτυχε ξόανα πεποιημένα.
島の中には美術的に優れた彫像は一つもないが、即興で作られたようなパンの木像がある。
§1.36.3ἰοῦσι δὲ ἐπʼ Ἐλευσῖνα ἐξ Ἀθηνῶν ἣν Ἀθηναῖοι καλοῦσιν ὁδὸν ἱεράν, Ἀνθεμοκρίτου πεποίηται μνῆμα.
アテナイからエレウシスへ向かう、アテナイ人が「聖なる道」と呼ぶ道を進むと、アンテモクリトスの墓が建てられている。
ἐς τοῦτον Μεγαρεῦσίν ἐστιν ἀνοσιώτατον ἔργον, οἳ κήρυκα ἐλθόντα, ὡς μὴ τοῦ λοιποῦ τὴν χώραν ἐπεργάζοιντο, κτείνουσιν Ἀνθεμόκριτον·
彼に対してメガレイア人は極めて不義なる行いをした。 彼らは、将来この地を耕作しないようにと警告するために使者としてやって来たアンテモクリトスを殺害したのである。
καί σφισι ταῦτα δράσασι παραμένει καὶ ἐς τόδε μήνιμα ἐκ τοῖν θεοῖν, οἷς οὐδὲ Ἀδριανὸς ὁ βασιλεὺς ὥστε καὶ ἐπαυξηθῆναι μόνοις ἐπήρκεσεν Ἑλλήνων.
この行為をなした彼らには、今日に至るまで二柱の女神からの怒りが残っており、ハドリアヌス皇帝も彼らに対してだけは、ギリシア人のうちで唯一、その繁栄を助けることができなかった。
§1.36.4μετὰ δὲ τοῦ Ἀνθεμοκρίτου τὴν στήλην Μολοττοῦ τε τάφος ἐστὶν ἀξιωθέντος Ἀθηναίων καὶ τούτου στρατηγεῖν, ὅτε Πλουτάρχῳ βοηθοῦντες διέβησαν ἐς Εὔβοιαν, καὶ χωρίον Σκῖρον ἐπὶ τοιῷδε καλούμενον.
アンテモクリトスの碑に続いて、アテナイ人によって将軍に選ばれる栄誉を与えられたモロットスの墓がある。 彼は、アテナイ人がプルタルコスを救援するためにエウボイアへ渡った時の将軍であった。 また、次のような理由からスキロンと呼ばれる場所がある。
Ἐλευσινίοις πολεμοῦσι πρὸς Ἐρεχθέα ἀνὴρ μάντις ἦλθεν ἐκ Δωδώνης ὄνομα Σκῖρος, ὃς καὶ τῆς Σκιράδος ἱδρύσατο Ἀθηνᾶς ἐπὶ Φαληρῷ τὸ ἀρχαῖον ἱερόν·
エレウシス人がエレクテウスと戦争をしていた際、ドドナからスキロスという名の預言者がやって来た。 彼はファレロンにアテナ・スキラスの古代の神殿を創建した人物でもある。
πεσόντα δὲ αὐτὸν ἐν τῇ μάχῃ θάπτουσιν Ἐλευσίνιοι πλησίον ποταμοῦ χειμάρρου, καὶ τῷ τε χωρίῳ τὸ ὄνομα ἀπὸ τοῦ ἥρωός ἐστι καὶ τῷ ποταμῷ.
彼が戦闘で倒れると、エレウシス人は彼を急流の川の近くに葬った。 そしてその場所と川の双方に、この英雄にちなんだ名前が付けられた。
§1.36.5πλησίον δὲ πεποίηται Κηφισοδώρου μνῆμα δήμου προστάντος καὶ Φιλίππῳ τῷ Δημητρίου Μακεδόνων βασιλεύοντι ἐς τὰ μάλιστα ἐναντιωθέντος·
その近くには、民衆の指導者であり、デメトリオスの子でマケドニアを支配していたフィリッポスに最も激しく抵抗したケピソドロスの墓が建てられている。
συμμάχους δὲ ἐπήγετο Κηφισόδωρος Ἀθηναίοις γενέσθαι βασιλεῖς μὲν Ἄτταλον τὸν Μυσὸν καὶ Πτολεμαῖον τὸν Αἰγύπτιον, ἔθνη δὲ αὐτόνομα Αἰτωλοὺς καὶ νησιωτῶν Ῥοδίους καὶ Κρῆτας.
ケピソドロスはアテナイ人の同盟者として、一方ではミュシアの王アッタロスとエジプトの王プトレマイオスを、他方では自立した諸民族であるアイトリア人、そして島々の民からロドス人とクレタ人を引き入れた。
§1.36.6ὡς δὲ καὶ ἐξ Αἰγύπτου καὶ Μυσίας καὶ παρὰ τῶν Κρητῶν τὰ πολλὰ ὑστέριζον αἱ βοήθειαι, Ῥόδιοι δὲ μόναις ναυσὶν ἰσχύοντες πρὸς ὁπλίτας τοὺς Μακεδόνας οὐ μεγάλα ὠφέλουν, ἐνταῦθα Κηφισόδωρος ἐς Ἰταλίαν σὺν ἄλλοις Ἀθηναίων πλεύσας ἱκέτευεν ἀμῦναι Ῥωμαίους·
しかし、エジプトやミュシア、そしてクレタ人からの救援の多くは遅れて到着し、船の力のみに頼るロドス人はマケドニアの重装歩兵に対して大した助けにはならなかったため、ここでケピソドロスは他のアテナイ人たちとともにイタリアへ航行し、ローマ人に援助を懇願した。
οἱ δέ σφισι δύναμιν καὶ στρατηγὸν πέμπουσιν, οἳ τὰ Φιλίππου καὶ Μακεδόνων ἐς τοσοῦτο καθεῖλον ὡς ὕστερον Περσέα τὸν Φιλίππου τήν τε ἀρχὴν ἀποβαλεῖν καὶ αὐτὸν αἰχμάλωτον ἐς Ἰταλίαν ἀχθῆναι.
ローマ人は彼らに軍隊と将軍を送り、彼らはフィリッポスとマケドニアの勢力を徹底的に打ち砕いた。 そのため、のちにフィリッポスの子ペルセウスは支配権を失い、自らも捕虜としてイタリアへと連行されることになった。
Φίλιππος δὲ ἦν οὗτος ὁ Δημητρίου·
このフィリッポスとはデメトリオスの子のことであった。
πρῶτος γὰρ ταύτης τῆς οἰκίας ἔσχε Δημήτριος τὴν Μακεδόνων ἀρχὴν ἀποκτείνας Ἀλέξανδρον τὸν Κασσάνδρου παῖδα, ὡς τὰ πρότερον ἔχει μοι τοῦ λόγου.
なぜなら、この家系で最初にマケドニアの支配権を握ったのは、カッサンドロスの息子アレクサンドロスを殺害したデメトリオスであったからであり、それは私の叙述の前半で述べた通りである。