§1.37.1μετὰ δὲ τοῦ Κηφισοδώρου τὸ μνῆμα τέθαπται μὲν Ἡλιόδωρος Ἅλις· τούτου γραφὴν ἰδεῖν ἔστι καὶ ἐν τῷ ναῷ τῷ μεγάλῳ τῆς Ἀθηνᾶς·
\n在凯菲索多罗斯的墓之后,安葬着哈里斯的赫利奥多罗斯;他的画像在雅典娜的大神庙中也可以看到。
τέθαπται δὲ Θεμιστοκλῆς Πολιάρχου, τρίτος ἀπόγονος Θεμιστοκλέους τοῦ Ξέρξῃ καὶ Μήδοις ἐναντία ναυμαχήσαντος.
此外还安葬着波里阿尔科斯之子地米斯托克利,他是与薛西斯和波斯人进行海战的那位地米斯托克利的第三代后裔。
τοὺς δὲ κατωτέρω τοῦ γένους πλὴν Ἀκεστίου παρήσω τοὺς ἄλλους·
对于该家族更晚的后代,除了阿克斯提翁之外,我将略去其他人。
Ἀκεστίῳ δὲ τῇ Ξενοκλέους τοῦ Σοφοκλέους τοῦ Λέοντος τούτους τε ἐς τὸν τέταρτον πρόγονον Λέοντα δᾳδούχους πάντας ὑπῆρξε γενέσθαι καὶ παρὰ τὸν βίον τὸν αὑτῆς πρῶτον μὲν τὸν ἀδελφὸν Σοφοκλέα εἶδε δᾳδουχοῦντα, ἐπὶ δὲ τούτῳ τὸν ἄνδρα Θεμιστοκλέα, τελευτήσαντος δὲ καὶ τούτου Θεόφραστον τὸν παῖδα.
而对于莱翁之子索福克勒斯之子克塞诺克勒斯的女儿阿克斯提翁来说,幸运的是,这些人,直到第四代祖先莱翁在内,全都成为了持火炬者(达杜科斯);并且在她一生中,首先看到兄弟索福克勒斯担任持火炬者,在此之后是丈夫地米斯托克利,而在其去世后则是儿子提奥弗拉斯托斯。
§1.37.2ταύτῃ μὲν τύχην τοιαύτην συμβῆναι λέγουσι·
\n\n据说她得到了这样的幸运。
προελθοῦσι δὲ ὀλίγον Λακίου τέμενός ἐστιν ἥρωος καὶ δῆμος ὃν Λακιάδας ὀνομάζουσιν ἀπὸ τούτου, καὶ Νικοκλέους Ταραντίνου ἐστὶ μνῆμα, ὃς ἐπὶ μέγιστον δόξης κιθαρῳδῶν ἁπάντων ἦλθεν.
对于稍稍前行的人来说,有一处英雄拉基奥斯的圣域,以及一个因他而得名、被称为拉基阿代的分区,此外还有塔拉斯人尼科克莱斯的墓,他在所有的吉他弹唱艺人中赢得了最高声誉。
ἔστι δὲ καὶ Ζεφύρου τε βωμὸς καὶ Δήμητρος ἱερὸν καὶ τῆς παιδός· σὺν δέ σφισιν Ἀθηνᾶ καὶ Ποσειδῶν ἔχουσι τιμάς.
这里还有西风之神泽菲罗斯的祭坛,以及德美特尔和其女儿的神庙;与她们一起,雅典娜和波塞冬也享有崇敬。
ἐν τούτῳ τῷ χωρίῳ Φύταλόν φασιν οἴκῳ Δήμητρα δέξασθαι, καὶ τὴν θεὸν ἀντὶ τούτων δοῦναί οἱ τὸ φυτὸν τῆς συκῆς· μαρτυρεῖ δέ μοι τῷ λόγῳ τὸ ἐπίγραμμα τὸ ἐπὶ τῷ Φυτάλου τάφῳ· "
ἐνθάδʼ ἄναξ ἥρως Φύταλός ποτε δέξατο σεμνὴν
Δήμητραν, ὅτε πρῶτον ὀπώρας καρπὸν ἔφηνεν,
ἣν ἱερὰν συκῆν θνητῶν γένος ἐξονομάζει· ἐξ οὗ δὴ τιμὰς Φυτάλου γένος ἔσχεν ἀγήρως.
据说在这一地方,皮塔洛斯在自己家中接待了德美特尔,作为回报,女神赠予了他无花果树的幼苗;皮塔洛斯墓碑上的铭文证实了我的说法:\n“\n在此,领主英雄皮塔洛斯曾接待了庄严的\n德美特尔,当时女神首次展现了秋天的果实,\n凡人们将这神圣的无花果树命名;\n自此,皮塔洛斯的家族便获得了永不衰老的光荣。
" §1.37.3πρὶν δὲ ἢ διαβῆναι τὸν Κηφισὸν Θεοδώρου μνῆμά ἐστι τραγῳδίαν ὑποκριναμένου τῶν καθʼ αὑτὸν ἄριστα.
\n”\n \n但在渡过凯菲索斯河之前,有提奥多罗斯的墓,他是同时代中最优秀的悲剧演员。
ἀγάλματα δὲ ἐπὶ τῷ ποταμῷ Μνησιμάχης, τὸ δὲ ἕτερον ἀνάθημα κειρομένου οἱ τὴν κόμην τοῦ παιδός ἐστι τῷ Κηφισῷ·
河边有座姆斯尼玛克的雕像,另一座则是她的儿子为凯菲索斯河剪下头发的献纳雕像。
καθεστάναι δὲ ἐκ παλαιοῦ καὶ τοῖς πᾶσι τοῦτο Ἕλλησι τῇ Ὁμήρου τις ἂν τεκμαίροιτο ποιήσει, ὃς τὸν Πηλέα εὔξασθαί φησι τῷ Σπερχειῷ κερεῖν ἀνασωθέντος ἐκ Τροίας Ἀχιλλέως τὴν κόμην.
这一习俗自古以来就在所有希腊人中确立,人们可以从荷马的诗作中推测出来,荷马说佩琉斯向斯佩尔刻俄斯河许愿,若阿基琉斯从特洛伊安全归来,就将剪下头发。
§1.37.4διαβᾶσι δὲ τὸν Κηφισὸν βωμός ἐστιν ἀρχαῖος Μειλιχίου Διός· ἐπὶ τούτῳ Θησεὺς ὑπὸ τῶν ἀπογόνων τῶν Φυτάλου καθαρσίων ἔτυχε, λῃστὰς καὶ ἄλλους ἀποκτείνας καὶ Σίνιν τὰ πρὸς Πιτθέως συγγενῆ.
\n\n对于渡过凯菲索斯河的人来说,有一座慈悲宙斯的古老祭坛;在这一祭坛上,忒修斯在杀死了强盗及其他人,包括皮特修斯那边的亲戚西尼斯之后,得到了皮塔洛斯后裔的净化。
τάφος δὲ ἔστι μὲν αὐτόθι Θεοδέκτου τοῦ Φασηλίτου, ἔστι δὲ Μνησιθέου· τοῦτον λέγουσιν ἰατρόν τε ἀγαθὸν γενέσθαι καὶ ἀναθεῖναι ἀγάλματα, ἐν οἷς καὶ ὁ Ἴακχος πεποίηται.
那里还有法塞利斯人提奥德克特斯的墓,也有姆斯尼西奥斯的墓;人们说后者是一位优秀的医生,并献纳了雕像,其中也包括伊阿科斯像。
ᾠκοδόμηται δὲ κατὰ τὴν ὁδὸν ναὸς οὐ μέγας καλούμενος Κυαμίτου· σαφὲς δὲ οὐδὲν ἔχω λέγειν εἴτε πρῶτος κυάμους ἔσπειρεν οὗτος εἴτε τινὰ ἐπεφήμισαν ἥρωα, ὅτι τῶν κυάμων ἀνενεγκεῖν οὐκ ἔστι σφίσιν ἐς Δήμητρα τὴν εὕρεσιν.
沿路建有一座不大不小的神殿,被称为豆类之神(克亚米特斯)的神殿;至于此人是第一个播种蚕豆的人,还是他们把某个英雄冠以此名,我无法给出确切的说法,因为他们不能把蚕豆的发明归功于德美特尔。
ὅστις δὲ ἤδη τελετὴν Ἐλευσῖνι εἶδεν ἢ τὰ καλούμενα Ὀρφικὰ ἐπελέξατο, οἶδεν ὃ λέγω.
凡是已经在埃勒乌斯看过秘仪、或者读过所谓奥菲斯教文献的人,都会明白我在说什么。
§1.37.5μνημάτων δὲ ἃ μάλιστα ἐς μέγεθος καὶ κόσμον ἥκει, τὸ μὲν ἀνδρός ἐστι Ῥοδίου μετοικήσαντος ἐς Ἀθήνας, τὸ δὲ Ἅρπαλος Μακεδὼν ἐποίησεν, ὃς Ἀλέξανδρον ἀποδρὰς ἐκ τῆς Ἀσίας διέβη ναυσὶν ἐς τὴν Εὐρώπην, ἀφικόμενος δὲ παρʼ Ἀθηναίους ὑπʼ αὐτῶν συνελήφθη, διαφθείρας δὲ χρήμασιν ἄλλους τε καὶ τοὺς Ἀλεξάνδρου φίλους ἀπέδρα, πρότερον δὲ ἔτι Πυθονίκην ἔγημε, γένος μὲν οὐκ οἶδα ὁπόθεν, ἑταιροῦσαν δὲ ἔν τε Ἀθήναις καὶ ἐν Κορίνθῳ· ταύτης ἐς τοσοῦτον ἔρωτος προῆλθεν ὡς καὶ μνῆμα ἀποθανούσης ποιῆσαι πάντων ὁπόσα Ἕλλησίν ἐστιν ἀρχαῖα θέας μάλιστα ἄξιον.
\n\n在规模和装饰方面达到极顶的墓葬中,一座是移居雅典的罗得岛人的,另一座则是马其顿人哈帕罗斯建造的,他从亚洲逃离亚历山大,乘船渡海来到欧洲,抵达雅典人那里时被捕,但他用金钱贿赂了其他人以及亚历山大的朋友后逃脱;而在那之前,他娶了皮托妮克,我不知道她的出身,但她在雅典和科林斯做过交际花;他对她的爱达到了如此程度,以至于在她死后,他为她建造了一座在希腊人所有的古老遗迹中最值得一看的墓。
§1.37.6ἔστι δὲ ἱερὸν ἐν ᾧ κεῖται Δήμητρος καὶ τῆς παιδὸς ἀγάλματα καὶ Ἀθηνᾶς τε καὶ Ἀπόλλωνος· Ἀπόλλωνι δὲ ἐποιήθη μόνῳ τὸ ἐξ ἀρχῆς.
\n\n这里有一座神庙,里面安置着德美特尔及其女儿,以及雅典娜和阿波罗的雕像;但它最初是单为阿波罗建造的。
Κέφαλον γὰρ τὸν Δηίονος συνεξελόντα λέγουσιν Ἀμφιτρύωνι Τηλεβόας τὴν νῆσον οἰκῆσαι πρῶτον, ἣ νῦν ἀπʼ ἐκείνου Κεφαλληνία καλεῖται· μετοικεῖν δὲ αὐτὸν τέως ἐν Θήβαις φεύγοντα ἐξ Ἀθηνῶν διὰ τὸν Πρόκριδος τῆς γυναικὸς φόνον.
因为据说德伊翁之子刻法罗斯在协助安菲特律翁征服泰勒波埃人之后,首先居住在了那个如今因他而被称为刻法洛尼亚的岛屿上;在此之前,他因杀害妻子普罗克里丝而从雅典逃亡,暂居于底比斯。
δεκάτῃ δὲ ὕστερον γενεᾷ Χαλκῖνος καὶ Δαῖτος ἀπόγονοι Κεφάλου πλεύσαντες ἐς Δελφοὺς ᾔτουν τὸν θεὸν κάθοδον ἐς Ἀθήνας· §1.37.7ὁ δέ σφισι κελεύει θῦσαι πρῶτον Ἀπόλλωνι ἐνταῦθα τῆς Ἀττικῆς, ἔνθα ἂν ἴδωσιν ἐπὶ τῆς γῆς τριήρη θέουσαν.
十代之后,刻法罗斯的后裔哈尔基诺斯和戴托斯航行到德尔斐,请求神明允许他们重返雅典;\n\n神命令他们首先在阿提卡的那个地方向阿波罗献祭,只要他们在那里看到一艘在陆地上奔跑的三段桨船。
γενομένοις δὲ αὐτοῖς κατὰ τὸ ποικίλον καλούμενον ὄρος δράκων ἐφάνη σπουδῇ κατὰ τὸν φωλεὸν ἰών· καὶ Ἀπόλλωνί τε θύουσιν ἐν τῷ χωρίῳ τούτῳ καὶ ὕστερον σφᾶς ἐλθόντας ἐς τὴν πόλιν ἀστοὺς ἐποιήσαντο Ἀθηναῖοι.
当他们来到被称为波伊基隆的山附近时,出现了一条急忙爬向巢穴的蛇;于是他们在这个地方向阿波罗献祭,后来他们来到城里,雅典人便接纳他们为公民。
—μετὰ δὲ τοῦτο Ἀφροδίτης ναός ἐστι καὶ πρὸ αὐτοῦ τεῖχος ἀργῶν λίθων θέας ἄξιον.
在这之后是阿佛洛狄忒的神殿,神殿前有一堵由未加工的石头砌成的墙,颇值得一看。