§1.36.1ἐν Σαλαμῖνι δὲ—ἐπάνειμι γὰρ ἐς τὸν προκείμενον λόγον—τοῦτο μὲν Ἀρτέμιδός ἐστιν ἱερόν, τοῦτο δὲ τρόπαιον ἕστηκεν ἀπὸ τῆς νίκης ἣν Θεμιστοκλῆς ὁ Νεοκλέους αἴτιος ἐγένετο γενέσθαι τοῖς Ἕλλησι· καὶ Κυχρέως ἐστὶν ἱερόν.
在萨拉米斯——因为我要回到先前拟定的叙述中——一方面有阿耳忒弥斯的神庙,另一方面立着一块胜利纪念碑,这场胜利是新克勒斯之子地米斯托克利为希腊人赢得的;这里还有库克柔斯的神庙。
ναυμαχούντων δὲ Ἀθηναίων πρὸς Μήδους δράκοντα ἐν ταῖς ναυσὶ λέγεται φανῆναι· τοῦτον ὁ θεὸς ἔχρησεν Ἀθηναίοις Κυχρέα εἶναι τὸν ἥρωα.
据说,在雅典人与波斯人进行海战时,船只中出现了一条蛇;神向雅典人谕示,这蛇就是英雄库克柔斯。
§1.36.2νῆσος δὲ πρὸ Σαλαμῖνός ἐστι καλουμένη Ψυττάλεια· ἐς ταύτην τῶν βαρβάρων ὅσον τετρακοσίους ἀποβῆναι λέγουσιν, ἡττωμένου δὲ τοῦ Ξέρξου ναυτικοῦ καὶ τούτους ἀπολέσθαι φασὶν ἐπιδιαβάντων ἐς τὴν Ψυττάλειαν τῶν Ἑλλήνων.
在萨拉米斯前面有一个被称为普叙塔勒亚的岛屿;据说大约有四百名蛮族人在此登陆,而在薛西斯的海军战败时,他们说这些人也随之丧生,因为希腊人渡海到了普叙塔勒亚。
ἄγαλμα δὲ ἐν τῇ νήσῳ σὺν τέχνῃ μέν ἐστιν οὐδέν, Πανὸς δὲ ὡς ἕκαστον ἔτυχε ξόανα πεποιημένα.
岛上没有艺术精湛的雕像,只有粗糙制成的潘神木雕。
§1.36.3ἰοῦσι δὲ ἐπʼ Ἐλευσῖνα ἐξ Ἀθηνῶν ἣν Ἀθηναῖοι καλοῦσιν ὁδὸν ἱεράν, Ἀνθεμοκρίτου πεποίηται μνῆμα.
对于从雅典前往埃勒乌斯、走在雅典人称为“圣道”的路上的人来说,那里建有安特莫克里托斯的墓。
ἐς τοῦτον Μεγαρεῦσίν ἐστιν ἀνοσιώτατον ἔργον, οἳ κήρυκα ἐλθόντα, ὡς μὴ τοῦ λοιποῦ τὴν χώραν ἐπεργάζοιντο, κτείνουσιν Ἀνθεμόκριτον· καί σφισι ταῦτα δράσασι παραμένει καὶ ἐς τόδε μήνιμα ἐκ τοῖν θεοῖν, οἷς οὐδὲ Ἀδριανὸς ὁ βασιλεὺς ὥστε καὶ ἐπαυξηθῆναι μόνοις ἐπήρκεσεν Ἑλλήνων.
梅加拉人对他做出了最不虔敬的恶行:当安特莫克里托斯作为信使前来警告他们今后不要耕作那片土地时,他们杀害了他;对于做出此事的他们,两位女神的愤怒一直延续到今天,在希腊人中,唯独对他们,连哈德良皇帝也无法相助以使他们复兴。
§1.36.4μετὰ δὲ τοῦ Ἀνθεμοκρίτου τὴν στήλην Μολοττοῦ τε τάφος ἐστὶν ἀξιωθέντος Ἀθηναίων καὶ τούτου στρατηγεῖν, ὅτε Πλουτάρχῳ βοηθοῦντες διέβησαν ἐς Εὔβοιαν, καὶ χωρίον Σκῖρον ἐπὶ τοιῷδε καλούμενον.
在安特莫克里托斯的石碑之后,是莫洛托斯的坟墓,他也曾被雅典人推崇担任将军,当时雅典人渡海前往优波亚援助普鲁塔科斯;还有一处因如下原因被称为斯基隆的地方。
Ἐλευσινίοις πολεμοῦσι πρὸς Ἐρεχθέα ἀνὴρ μάντις ἦλθεν ἐκ Δωδώνης ὄνομα Σκῖρος, ὃς καὶ τῆς Σκιράδος ἱδρύσατο Ἀθηνᾶς ἐπὶ Φαληρῷ τὸ ἀρχαῖον ἱερόν· πεσόντα δὲ αὐτὸν ἐν τῇ μάχῃ θάπτουσιν Ἐλευσίνιοι πλησίον ποταμοῦ χειμάρρου, καὶ τῷ τε χωρίῳ τὸ ὄνομα ἀπὸ τοῦ ἥρωός ἐστι καὶ τῷ ποταμῷ.
当埃勒乌斯人与埃雷赫修斯交战时,一位名叫斯基罗斯的预言家从多多纳前来,他还在法勒隆创建了阿帕提娜·斯基拉斯的古老神庙;当他在战斗中阵亡时,埃勒乌斯人将他埋葬在一条急流的河旁,而那地方和那条河都因这位英雄而得名。
§1.36.5πλησίον δὲ πεποίηται Κηφισοδώρου μνῆμα δήμου προστάντος καὶ Φιλίππῳ τῷ Δημητρίου Μακεδόνων βασιλεύοντι ἐς τὰ μάλιστα ἐναντιωθέντος· συμμάχους δὲ ἐπήγετο Κηφισόδωρος Ἀθηναίοις γενέσθαι βασιλεῖς μὲν Ἄτταλον τὸν Μυσὸν καὶ Πτολεμαῖον τὸν Αἰγύπτιον, ἔθνη δὲ αὐτόνομα Αἰτωλοὺς καὶ νησιωτῶν Ῥοδίους καὶ Κρῆτας.
在附近建有凯菲索多罗斯的墓,他曾是民众的领袖,并极力反对德米特里之子、马其顿国王菲利普;凯菲索多罗斯为雅典人拉来的盟友,一方面有国王们——克里特、缪西亚的阿塔罗斯和埃及的托勒密,另一方面有自治的民族——埃托利亚人,以及岛民中的罗得斯人和克里特人。
§1.36.6ὡς δὲ καὶ ἐξ Αἰγύπτου καὶ Μυσίας καὶ παρὰ τῶν Κρητῶν τὰ πολλὰ ὑστέριζον αἱ βοήθειαι, Ῥόδιοι δὲ μόναις ναυσὶν ἰσχύοντες πρὸς ὁπλίτας τοὺς Μακεδόνας οὐ μεγάλα ὠφέλουν, ἐνταῦθα Κηφισόδωρος ἐς Ἰταλίαν σὺν ἄλλοις Ἀθηναίων πλεύσας ἱκέτευεν ἀμῦναι Ῥωμαίους· οἱ δέ σφισι δύναμιν καὶ στρατηγὸν πέμπουσιν, οἳ τὰ Φιλίππου καὶ Μακεδόνων ἐς τοσοῦτο καθεῖλον ὡς ὕστερον Περσέα τὸν Φιλίππου τήν τε ἀρχὴν ἀποβαλεῖν καὶ αὐτὸν αἰχμάλωτον ἐς Ἰταλίαν ἀχθῆναι.
但由于来自埃及、缪西亚以及克里特人的救援大多迟到,而罗得斯人仅凭船只的力量,在面对马其顿重装步兵时并无大用,于是凯菲索多罗斯与其他雅典人一同乘船前往意大利,恳求罗马人援助;罗马人便向他们派遣了军队和将领,他们将菲利普和马其顿的势力削弱到如此地步,以至于后来菲利普之子珀尔修斯不仅失去了统治权,其本人也被作为俘虏带到了意大利。
Φίλιππος δὲ ἦν οὗτος ὁ Δημητρίου· πρῶτος γὰρ ταύτης τῆς οἰκίας ἔσχε Δημήτριος τὴν Μακεδόνων ἀρχὴν ἀποκτείνας Ἀλέξανδρον τὸν Κασσάνδρου παῖδα, ὡς τὰ πρότερον ἔχει μοι τοῦ λόγου.
这个菲利普就是德米特里之子;因为在这个家族中,德米特里是通过杀害卡桑德拉之子亚历山大而首先夺得马其顿统治权的人,正如我先前的叙述所载。