§1.34.1τὴν δὲ γῆν τὴν Ὠρωπίαν μεταξὺ τῆς Ἀττικῆς καὶ Ταναγρικῆς, Βοιωτίαν τὸ ἐξ ἀρχῆς οὖσαν, ἔχουσιν ἐφʼ ἡμῶν Ἀθηναῖοι, πολεμήσαντες μὲν τὸν πάντα ὑπὲρ αὐτῆς χρόνον, κτησάμενοι δὲ οὐ πρότερον βεβαίως πρὶν ἢ Φίλιππος Θήβας ἑλὼν ἔδωκέ σφισιν.
アッティカとタナグラの地の間に位置するオロポスの地は、もともとはボイオティアに属していたが、私たちの時代にはアテナイ人が領有している。 彼らはこの地をめぐって絶えず戦争を続けてきたが、フィリッポスがテーバイを占領して彼らに与えるまでは、確実に手に入れることはできなかった。
ἡ μὲν οὖν πόλις ἐστὶν ἐπὶ θαλάσσης μέγα οὐδὲν ἐς συγγραφὴν παρεχομένη·
さて、都市は海沿いにあり、記述に値するほどの大きなものは何もない。
ἀπέχει δὲ δώδεκα τῆς πόλεως σταδίους μάλιστα ἱερὸν τοῦ Ἀμφιαράου.
都市からおよそ十二スタディオン離れたところに、アンピアラオスの聖域がある。
§1.34.2λέγεται δὲ Ἀμφιαράῳ φεύγοντι ἐκ Θηβῶν διαστῆναι τὴν γῆν καὶ ὡς αὐτὸν ὁμοῦ καὶ τὸ ἅρμα ὑπεδέξατο·
テーバイから逃亡するアンピアラオスに対して、大地が裂け、彼自身と戦車を同時に受け入れたと言い伝えられている。
πλὴν οὐ ταύτῃ συμβῆναί φασιν, ἀλλά ἐστιν ἐκ Θηβῶν ἰοῦσιν ἐς Χαλκίδα Ἅρμα καλούμενον.
ただし、この場所でそれが起きたのではないと人々は言っている。 むしろ、テーバイからカルキスへ行く者にとって、「ハルマ」と呼ばれる場所がある。
θεὸν δὲ Ἀμφιάραον πρώτοις Ὠρωπίοις κατέστη νομίζειν, ὕστερον δὲ καὶ οἱ πάντες Ἕλληνες ἥγηνται.
アンピアラオスを神とみなすことは、最初にオロポス人の間で定着し、のちにすべてのギリシア人も彼を神とみなすようになった。
καταλέξαι δὲ καὶ ἄλλους ἔχω γενομένους τότε ἀνθρώπους, οἳ θεῶν παρʼ Ἕλλησι τιμὰς ἔχουσι, τοῖς δὲ καὶ ἀνάκεινται πόλεις, Ἐλεοῦς ἐν Χερρονήσῳ Πρωτεσιλάῳ, Λεβάδεια Βοιωτῶν Τροφωνίῳ·
かつて人間であったが、ギリシア人の間で神としての栄誉を得ており、彼らに都市が捧げられているような他の者たちを挙げることもできる。 例えば、ヘルソネソスのエレウスはプロテシラオスに、ボイオティアのレバデイアはトロポニオスに捧げられている。
καὶ Ὠρωπίοις ναός τέ ἐστιν Ἀμφιαράου καὶ ἄγαλμα λευκοῦ λίθου.
そしてオロポス人には、アンピアラオスの神殿と白色大理石の神像がある。
§1.34.3παρέχεται δὲ ὁ βωμὸς μέρη·
その祭壇はいくつかの部分に分かれている。
τὸ μὲν Ἡρακλέους καὶ Διὸς καὶ Ἀπόλλωνός ἐστι Παιῶνος, τὸ δὲ ἥρωσι καὶ ἡρώων ἀνεῖται γυναιξί, τρίτον δὲ Ἑστίας καὶ Ἑρμοῦ καὶ Ἀμφιαράου καὶ τῶν παίδων Ἀμφιλόχου·
一方の部分はヘラクレス、ゼウス、および癒やしの神アポロンのものであり、第二の部分は英雄たちとその妻たちに捧げられており、第三の部分はヘスティア、ヘルメス、アンピアラオス、およびその子供たちのうちアムピロコスのものである。
Ἀλκμαίων δὲ διὰ τὸ ἐς Ἐριφύλην ἔργον οὔτε ἐν Ἀμφιαράου τινά, οὐ μὴν οὐδὲ παρὰ τῷ Ἀμφιλόχῳ τιμὴν ἔχει.
しかし、アルクマイオンは、エリピュレに対する行為のために、アンピアラオスの部分でも、ましてやアムピロコスの傍らでも、何の誉れも得ていない。
τετάρτη δέ ἐστι τοῦ βωμοῦ μοῖρα Ἀφροδίτης καὶ Πανακείας, ἔτι δὲ Ἰασοῦς καὶ Ὑγείας καὶ Ἀθηνᾶς Παιωνίας·
祭壇の第四の部分は、アプロディテとパナケイア、さらにイアソ、ヒュギエイア、および癒やしの女神アテナのものである。
πέμπτη δὲ πεποίηται νύμφαις καὶ Πανὶ καὶ ποταμοῖς Ἀχελῴῳ καὶ Κηφισῷ.
第五の部分は、ニュンペたち、パン、およびアケロオス川とケピソス川のために作られている。
τῷ δὲ Ἀμφιλόχῳ καὶ παρʼ Ἀθηναίοις ἐστὶν ἐν τῇ πόλει βωμὸς καὶ Κιλικίας ἐν Μαλλῷ μαντεῖον ἀψευδέστατον τῶν ἐπʼ ἐμοῦ.
また、アムピロコスには、アテナイ人の間でも都市の中に祭壇があり、キリキアのマロスには、私の時代で最も偽りのない神託所がある。
§1.34.4ἔστι δὲ Ὠρωπίοις πηγὴ πλησίον τοῦ ναοῦ, ἣν Ἀμφιαράου καλοῦσιν, οὔτε θύοντες οὐδὲν ἐς αὐτὴν οὔτʼ ἐπὶ καθαρσίοις ἢ χέρνιβι χρῆσθαι νομίζοντες·
オロポス人には神殿の近くに泉があり、それをアンピアラオスの泉と呼んでいる。 彼らはその泉に何も犠牲を捧げず、また浄めの儀式や手洗いの水としてそれを使うことも習慣としていない。
νόσου δὲ ἀκεσθείσης ἀνδρὶ μαντεύματος γενομένου καθέστηκεν ἄργυρον ἀφεῖναι καὶ χρυσὸν ἐπίσημον ἐς τὴν πηγήν, ταύτῃ γὰρ ἀνελθεῖν τὸν Ἀμφιάραον λέγουσιν ἤδη θεόν.
しかし、神託があって人が病から癒やされたときには、銀貨や鋳造された金貨をその泉に投げ入れることが定着している。 なぜなら、アンピアラオスはここから、すでに神となって昇ってきたと言われているからである。
Ἰοφῶν δὲ Κνώσσιος τῶν ἐξηγητῶν χρησμοὺς ἐν ἑξαμέτρῳ παρείχετο, Ἀμφιάραον χρῆσαι φάμενος τοῖς ἐς Θήβας σταλεῖσιν Ἀργείων.
釈明者の一人であるクノッソス出身のイオポンは、アンピアラオスがテーバイへと派遣されたアルゴス人たちに神託を告げたと言って、ヘクサメトロスの神託を提示していた。
ταῦτα τὰ ἔπη τὸ ἐς τοὺς πολλοὺς ἐπαγωγὸν ἀκρατῶς εἶχε·
これらの詩行は、大衆を惹きつける極めて強い力を持っていた。
χωρὶς δὲ πλὴν ὅσους ἐξ Ἀπόλλωνος μανῆναι λέγουσι τὸ ἀρχαῖον, μάντεών γʼ οὐδεὶς χρησμολόγος ἦν, ἀγαθοὶ δὲ ὀνείρατα ἐξηγήσασθαι καὶ διαγνῶναι πτήσεις ὀρνίθων καὶ σπλάγχνα ἱερείων.
しかし、古来アポロンによって狂気に陥ったと言われる人々を除けば、預言者たちのなかで神託を語る者は誰もいなかった。 むしろ彼らは夢を解釈し、鳥の飛行や犠牲獣の内臓を判別することに長けていた。
§1.34.5δοκῶ δὲ Ἀμφιάραον ὀνειράτων διακρίσει μάλιστα προςκεῖσθαι·
アンピアラオスは特に夢の判定に熱心であったと私は考える。
δῆλος δέ, ἡνίκα ἐνομίσθη θεός, διʼ ὀνειράτων μαντικὴν καταστησάμενος.
そして彼が神とみなされたとき、夢を通じた予言を確立したことは明らかである。
καὶ πρῶτον μὲν καθήρασθαι νομίζουσιν ὅστις ἦλθεν Ἀμφιαράῳ χρησόμενος·
そしてまず、アンピアラオスの神託を求めに来た者は誰でも、自らを浄めることが習慣となっている。
ἔστι δὲ καθάρσιον τῷ θεῷ θύειν, θύουσι δὲ καὶ αὐτῷ καὶ πᾶσιν ὅσοις ἐστὶν ἐπὶ τῷ βωμῷ τὰ ὀνόματα· προεξειργασμένων δὲ τούτων κριὸν θύσαντες καὶ τὸ δέρμα ὑποστρωσάμενοι καθεύδουσιν ἀναμένοντες δήλωσιν ὀνείρατος.
浄めの方法は神に犠牲を捧げることであり、人々は彼自身にも、そして祭壇に名前が記されているすべての神々に対しても犠牲を捧げる。 これらのことがあらかじめ行われた上で、彼らは雄羊を屠り、その皮を下に敷いて横になり、夢による示しを待つのである。