Humanitext Reader

保萨尼亚斯 · 希腊志 §1.34.1-1.34.5

奥罗波斯的历史与阿姆菲阿拉乌斯圣所

第 40 段,共 465 段 · 希腊语

内容简介

保萨尼亚斯阐述了奥罗波斯之地的历史背景,并详细描绘了当地的阿姆菲阿拉乌斯圣域、祭坛上供奉的诸神,以及为求治愈而进行的梦示仪式。

§1.34.1τὴν δὲ γῆν τὴν Ὠρωπίαν μεταξὺ τῆς Ἀττικῆς καὶ Ταναγρικῆς, Βοιωτίαν τὸ ἐξ ἀρχῆς οὖσαν, ἔχουσιν ἐφʼ ἡμῶν Ἀθηναῖοι, πολεμήσαντες μὲν τὸν πάντα ὑπὲρ αὐτῆς χρόνον, κτησάμενοι δὲ οὐ πρότερον βεβαίως πρὶν ἢ Φίλιππος Θήβας ἑλὼν ἔδωκέ σφισιν.
介于阿提卡和塔纳格拉之间的奥罗波斯之地,原本属于波奥蒂亚,在我们这个时代由雅典人占领。 他们曾为了争夺这片土地进行过长期的战争,但直到菲利普攻占底比斯并将其赠予他们之前,他们并未牢固地拥有它。
ἡ μὲν οὖν πόλις ἐστὶν ἐπὶ θαλάσσης μέγα οὐδὲν ἐς συγγραφὴν παρεχομένη· ἀπέχει δὲ δώδεκα τῆς πόλεως σταδίους μάλιστα ἱερὸν τοῦ Ἀμφιαράου.
那么,这座城市坐落在海边,没有什么值得记述的宏伟事物;而阿姆菲阿拉乌斯的圣域距离该城大约有十二斯塔德。
§1.34.2λέγεται δὲ Ἀμφιαράῳ φεύγοντι ἐκ Θηβῶν διαστῆναι τὴν γῆν καὶ ὡς αὐτὸν ὁμοῦ καὶ τὸ ἅρμα ὑπεδέξατο· πλὴν οὐ ταύτῃ συμβῆναί φασιν, ἀλλά ἐστιν ἐκ Θηβῶν ἰοῦσιν ἐς Χαλκίδα Ἅρμα καλούμενον.
据说,当阿姆菲阿拉乌斯从底比斯逃亡时,大地为他裂开,将向着大地的他本人和他的战车一同吞纳;不过人们说这并非发生在此地,而是对于从底比斯前往哈尔基斯的人来说,有一个被称为“哈尔马” 的地方。
θεὸν δὲ Ἀμφιάραον πρώτοις Ὠρωπίοις κατέστη νομίζειν, ὕστερον δὲ καὶ οἱ πάντες Ἕλληνες ἥγηνται.
将阿姆菲阿拉乌斯奉为神明最初是在奥罗波斯人中确立的,后来所有希腊人也都这样认为了。
καταλέξαι δὲ καὶ ἄλλους ἔχω γενομένους τότε ἀνθρώπους, οἳ θεῶν παρʼ Ἕλλησι τιμὰς ἔχουσι, τοῖς δὲ καὶ ἀνάκεινται πόλεις, Ἐλεοῦς ἐν Χερρονήσῳ Πρωτεσιλάῳ, Λεβάδεια Βοιωτῶν Τροφωνίῳ·
我还能列举出其他当时是凡人、如今在希腊人中享有神明荣誉的人,有些城市甚至献给了他们:如赫尔松涅索斯的埃勒乌斯献给了普罗忒西劳斯,波奥蒂亚的莱瓦德亚献给了特罗福尼乌斯。
καὶ Ὠρωπίοις ναός τέ ἐστιν Ἀμφιαράου καὶ ἄγαλμα λευκοῦ λίθου.
奥罗波斯人拥有一座阿姆菲阿拉乌斯的神殿和一座白色大理石雕像。
§1.34.3παρέχεται δὲ ὁ βωμὸς μέρη· τὸ μὲν Ἡρακλέους καὶ Διὸς καὶ Ἀπόλλωνός ἐστι Παιῶνος, τὸ δὲ ἥρωσι καὶ ἡρώων ἀνεῖται γυναιξί, τρίτον δὲ Ἑστίας καὶ Ἑρμοῦ καὶ Ἀμφιαράου καὶ τῶν παίδων Ἀμφιλόχου·
祭坛分为几个部分:第一部分属于赫拉克勒斯、宙斯和疗愈之神阿波罗;第二部分献给英雄们和英雄的妻子们;第三部分属于赫斯提亚、赫耳墨斯、阿姆菲阿拉乌斯以及他的孩子们中的阿姆菲洛科斯。
Ἀλκμαίων δὲ διὰ τὸ ἐς Ἐριφύλην ἔργον οὔτε ἐν Ἀμφιαράου τινά, οὐ μὴν οὐδὲ παρὰ τῷ Ἀμφιλόχῳ τιμὴν ἔχει.
然而,阿尔克麦翁由于对埃里菲勒犯下的罪行,无论是在阿姆菲阿拉乌斯的部分,还是在阿姆菲洛科斯的身旁,都没有获得任何荣誉。
τετάρτη δέ ἐστι τοῦ βωμοῦ μοῖρα Ἀφροδίτης καὶ Πανακείας, ἔτι δὲ Ἰασοῦς καὶ Ὑγείας καὶ Ἀθηνᾶς Παιωνίας· πέμπτη δὲ πεποίηται νύμφαις καὶ Πανὶ καὶ ποταμοῖς Ἀχελῴῳ καὶ Κηφισῷ.
祭坛的第四部分属于阿佛洛狄忒、帕纳刻亚,以及伊阿索、许癸厄亚和疗愈之神雅典娜;第五部分是为宁芙们、潘神以及阿刻罗俄斯河和凯菲索斯河而作。
τῷ δὲ Ἀμφιλόχῳ καὶ παρʼ Ἀθηναίοις ἐστὶν ἐν τῇ πόλει βωμὸς καὶ Κιλικίας ἐν Μαλλῷ μαντεῖον ἀψευδέστατον τῶν ἐπʼ ἐμοῦ.
对于阿姆菲洛科斯,雅典人在城里也为他设有一座祭坛,并且在基利家的马洛斯有我这时代最真实的显圣神托所。
§1.34.4ἔστι δὲ Ὠρωπίοις πηγὴ πλησίον τοῦ ναοῦ, ἣν Ἀμφιαράου καλοῦσιν, οὔτε θύοντες οὐδὲν ἐς αὐτὴν οὔτʼ ἐπὶ καθαρσίοις ἢ χέρνιβι χρῆσθαι νομίζοντες· νόσου δὲ ἀκεσθείσης ἀνδρὶ μαντεύματος γενομένου καθέστηκεν ἄργυρον ἀφεῖναι καὶ χρυσὸν ἐπίσημον ἐς τὴν πηγήν, ταύτῃ γὰρ ἀνελθεῖν τὸν Ἀμφιάραον λέγουσιν ἤδη θεόν.
奥罗波斯人在神殿附近有一口泉水,他们称之为阿姆菲阿拉乌斯之泉,他们既不向其中投放任何牺牲,也不习惯将其用于净化或洗手礼;但当有人因神示而从疾病中痊愈时,惯例是向泉水中投入银币和铸造的金币,因为他们说阿姆菲阿拉乌斯就是从这里以神明的身份升上来的。
Ἰοφῶν δὲ Κνώσσιος τῶν ἐξηγητῶν χρησμοὺς ἐν ἑξαμέτρῳ παρείχετο, Ἀμφιάραον χρῆσαι φάμενος τοῖς ἐς Θήβας σταλεῖσιν Ἀργείων.
克诺索斯的伊奥丰(解说人之一)曾提供六步格的预言,声称是阿姆菲阿拉乌斯对派往底比斯的阿耳戈斯人所作的启示。
ταῦτα τὰ ἔπη τὸ ἐς τοὺς πολλοὺς ἐπαγωγὸν ἀκρατῶς εἶχε·
这些诗句对大众具有极强的吸引力。
χωρὶς δὲ πλὴν ὅσους ἐξ Ἀπόλλωνος μανῆναι λέγουσι τὸ ἀρχαῖον, μάντεών γʼ οὐδεὶς χρησμολόγος ἦν, ἀγαθοὶ δὲ ὀνείρατα ἐξηγήσασθαι καὶ διαγνῶναι πτήσεις ὀρνίθων καὶ σπλάγχνα ἱερείων.
但是,除了古时候据说因阿波罗而发狂的人之外,预言家(占卜者)中没有一个是神谕贩子,他们擅长的是解释梦境、辨别鸟类的飞行以及牺牲兽的内脏。
§1.34.5δοκῶ δὲ Ἀμφιάραον ὀνειράτων διακρίσει μάλιστα προςκεῖσθαι· δῆλος δέ, ἡνίκα ἐνομίσθη θεός, διʼ ὀνειράτων μαντικὴν καταστησάμενος.
我认为阿姆菲阿拉乌斯特别专注于梦境的辨析;显然,当他被视为神明时,他确立了通过梦境进行的占卜。
καὶ πρῶτον μὲν καθήρασθαι νομίζουσιν ὅστις ἦλθεν Ἀμφιαράῳ χρησόμενος· ἔστι δὲ καθάρσιον τῷ θεῷ θύειν, θύουσι δὲ καὶ αὐτῷ καὶ πᾶσιν ὅσοις ἐστὶν ἐπὶ τῷ βωμῷ τὰ ὀνόματα·
首先,凡是来向阿姆菲阿拉乌斯寻求神示的人,按惯例必须进行净化;净化方式是向神献祭,他们不仅向他献祭,也向祭坛上写有名字的所有神明献祭。
προεξειργασμένων δὲ τούτων κριὸν θύσαντες καὶ τὸ δέρμα ὑποστρωσάμενοι καθεύδουσιν ἀναμένοντες δήλωσιν ὀνείρατος.
在这些准备工作完成后,他们宰杀一只公羊,将羊皮铺在身下就寝,等待梦境中的启示。

词汇与语法注释

  1. 1.34.1κτησάμενοι δὲ οὐ πρότερον βεβαίως πρὶν ἢ — 使用“οὐ πρότερον... πρὶν ἢ”句型,意为“直到……才(在……之前不)”。在此处,肯定性质的分词分句“κτησάμενοι”(牢固地获得)在“πρὶν ἢ”引导的从句(即菲利普占领底比斯并赠予他们)发生之前,都未能得以实现。
  2. 1.34.2ἰοῦσιν — 动词“εἶμι”(去)的现在分词阳性复数与格形式。在地理方位描写中,用作关系与格(dative of reference),表示“对于前往(某地)的人来说”。
  3. 1.34.2καταλέξαι δὲ καὶ ἄλλους ἔχω — 动词“ἔχω”接不定式(此处为“καταλέξαι”)的用法,表示“能够”、“有能力(列举)”。
  4. 1.34.4ἀνελθεῖν τὸν Ἀμφιάραον λέγουσιν ἤδη θεόν — 由“λέγουσιν”(人们说)引导的带对格的不定式(A.C.I.)结构。不定式逻辑上的主语是“τὸν Ἀμφιάραον”,而“ἤδη θεόν”(已经作为神)在句中对不定式“ἀνελθεῖν”(升上来)起表语/谓语性修饰作用。
  5. 1.34.4τὸ ἐς τοὺς πολλοὺς ἐπαγωγὸν — 中性单数形容词“ἐπαγωγόν”(具有吸引力的)名词化作主语,中间夹入介词短语“ἐς τοὺς πολλοὺς”(针对大众),整体名词性地表示“吸引大众的力量(属性)”。

引用这一段

保萨尼亚斯, 希腊志 §1.34.1-1.34.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:1.34.1-1.34.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。