§1.3.1τὸ δὲ χωρίον ὁ Κεραμεικὸς τὸ μὲν ὄνομα ἔχει ἀπὸ ἥρωος Κεράμου, Διονύσου τε εἶναι καὶ Ἀριάδνης καὶ τούτου λεγομένου· πρώτη δέ ἐστιν ἐν δεξιᾷ καλουμένη στοὰ βασίλειος, ἔνθα καθίζει βασιλεὺς ἐνιαυσίαν ἄρχων ἀρχὴν καλουμένην βασιλείαν.
克拉米克斯这个地方,其名称得自英雄凯拉摩斯,据说他也是狄奥尼索斯和阿里阿德涅之子;右边第一座被称为“王之柱廊”,每年担任被称为“王职”的一年期官职的国王坐于此处。
ταύτης ἔπεστι τῷ κεράμῳ τῆς στοᾶς ἀγάλματα ὀπτῆς γῆς, ἀφιεὶς Θησεὺς ἐς θάλασσαν Σκίρωνα καὶ φέρουσα Ἡμέρα Κέφαλον, ὃν κάλλιστον γενόμενόν φασιν ὑπὸ Ἡμέρας ἐρασθείσης ἁρπασθῆναι· καί οἱ παῖδα γενέσθαι Φαέθοντα, ὃν ὕστερον ἡ Ἀφροδίτη ἥρπασε καὶ φύλακα ἐποίησε τοῦ ναοῦ.
在这座柱廊的瓦顶上,有烧制泥土的雕像:忒修斯将斯喀戎投入大海,以及赫墨拉(白昼)带走凯法洛斯,据说他生得极美,被爱上他的赫墨拉劫持;两人育有一子法厄同,后来阿佛洛狄忒劫持了他,并让他做神庙的守护者。
ταῦτα ἄλλοι τε καὶ Ἡσίοδος εἴρηκεν ἐν ἔπεσι τοῖς ἐς τὰς γυναῖκας.
这些事除其他人外,赫西俄德也在关于妇女的史诗中讲过。
§1.3.2πλησίον δὲ τῆς στοᾶς Κόνων ἕστηκε καὶ Τιμόθεος υἱὸς Κόνωνος καὶ βασιλεὺς Κυπρίων Εὐαγόρας, ὃς καὶ τὰς τριήρεις τὰς Φοινίσσας ἔπραξε παρὰ βασιλέως Ἀρταξέρξου δοθῆναι Κόνωνι· ἔπραξε δὲ ὡς Ἀθηναῖος καὶ τὸ ἀνέκαθεν ἐκ Σαλαμῖνος, ἐπεὶ καὶ γενεαλογῶν ἐς προγόνους ἀνέβαινε Τεῦκρον καὶ Κινύρου θυγατέρα.
柱廊附近立着柯侬、柯侬之子蒂莫修斯,以及塞浦路斯人的国王厄瓦戈拉斯,正是他促成阿塔薛西斯国王将腓尼基的三列桨战船赐予柯侬;他作为雅典人且自古便出自萨拉米斯而行此事,因为他在溯源家谱时,可追溯到祖先忒乌克罗斯和基倪拉斯之女。
ἐνταῦθα ἕστηκε Ζεὺς ὀνομαζόμενος Ἐλευθέριος καὶ βασιλεὺς Ἀδριανός, ἐς ἄλλους τε ὧν ἦρχεν εὐεργεσίας καὶ ἐς τὴν πόλιν μάλιστα ἀποδειξάμενος τὴν Ἀθηναίων.
此处立着被称为“自由之神”的宙斯,以及哈德良国王,哈德良对他统治的其他臣民以及最尤其是对雅典人的城市展示了恩惠。
§1.3.3στοὰ δὲ ὄπισθεν ᾠκοδόμηται γραφὰς ἔχουσα θεοὺς τοὺς δώδεκα καλουμένους· ἐπὶ δὲ τῷ τοίχῳ τῷ πέραν Θησεύς ἐστι γεγραμμένος καὶ Δημοκρατία τε καὶ Δῆμος.
后面建有一座柱廊,内有被称为“十二神”的画像;在对面的墙上画着忒修斯,以及民主政和民众。
δηλοῖ δὲ ἡ γραφὴ Θησέα εἶναι τὸν καταστήσαντα Ἀθηναίοις ἐξ ἴσου πολιτεύεσθαι· κεχώρηκε δὲ φήμη καὶ ἄλλως ἐς τοὺς πολλούς, ὡς Θησεὺς παραδοίη τὰ πράγματα τῷ δήμῳ καὶ ὡς ἐξ ἐκείνου δημοκρατούμενοι διαμείναιεν, πρὶν ἢ Πεισίστρατος ἐτυράννησεν ἐπαναστάς.
画像表明,忒修斯是为雅典人确立平权政体之人;然而在民众中也另有传闻流传,说忒修斯将国政移交给了人民,并且他们自那时起一直处于民主政体下,直到庇西特拉图发动叛乱并成为僭主。
λέγεται μὲν δὴ καὶ ἄλλα οὐκ ἀληθῆ παρὰ τοῖς πολλοῖς οἷα ἱστορίας ἀνηκόοις οὖσι καὶ ὁπόσα ἤκουον εὐθὺς ἐκ παίδων ἔν τε χοροῖς καὶ τραγῳδίαις πιστὰ ἡγουμένοις, λέγεται δὲ καὶ ἐς τὸν Θησέα, ὃς αὐτός τε ἐβασίλευσε καὶ ὕστερον Μενεσθέως τελευτήσαντος καὶ ἐς τετάρτην οἱ Θησεῖδαι γενεὰν διέμειναν ἄρχοντες.
确实,在民众中还流传着其他不真实的事情,因为他们未曾听闻历史,且认为自幼在合唱舞踊和悲剧中听到的所有事都是可信的;关于忒修斯也有此类传言,尽管他本人担任国王统治,且后来在梅涅斯修斯死后,忒修斯的子嗣们作为统治者一直延续到第四代。
εἰ δέ μοι γενεαλογεῖν ἤρεσκε, καὶ τοὺς ἀπὸ Μελάνθου βασιλεύσαντας ἐς Κλείδικον τὸν Αἰσιμίδου καὶ τούτους ἂν ἀπηριθμησάμην.
如果我乐于考证家谱,我也会把从墨兰索斯起担任国王统治、直至埃西米德斯之子克莱迪科斯的这些人也一一列举出来。
§1.3.4ἐνταῦθά ἐστι γεγραμμένον καὶ τὸ περὶ Μαντίνειαν Ἀθηναίων ἔργον, οἳ βοηθήσοντες Λακεδαιμονίοις ἐπέμφθησαν.
此处还画着雅典人在曼提奈亚的功绩,他们是被派去援助拉刻代蒙人的。
συνέγραψαν δὲ ἄλλοι τε καὶ Ξενοφῶν τὸν πάντα πόλεμον, κατάληψίν τε τῆς Καδμείας καὶ τὸ πταῖσμα Λακεδαιμονίων τὸ ἐν Λεύκτροις καὶ ὡς ἐς Πελοπόννησον ἐσέβαλον Βοιωτοὶ καὶ τὴν συμμαχίαν Λακεδαιμονίοις τὴν παρʼ Ἀθηναίων ἐλθοῦσαν· ἐν δὲ τῇ γραφῇ τῶν ἱππέων ἐστὶ μάχη, ἐν ᾗ γνωριμώτατοι Γρύλος τε ὁ Ξενοφῶντος ἐν τοῖς Ἀθηναίοις καὶ κατὰ τὴν ἵππον τὴν Βοιωτίαν Ἐπαμινώνδας ὁ Θηβαῖος.
其他人及色诺芬记载了整场战争,包括卡德美亚的占领、拉刻代蒙人在留克特拉的败绩、玻俄提亚人如何入侵伯罗奔尼撒,以及从雅典人那里来到拉刻代蒙人处的同盟;在画像中有一场骑兵战,其中最著名的是雅典人中色诺芬之子格里洛斯,以及玻俄提亚骑兵中忒拜人伊帕密浓达。
ταύτας τὰς γραφὰς Εὐφράνωρ ἔγραψεν Ἀθηναίοις καὶ πλησίον ἐποίησεν ἐν τῷ ναῷ τὸν Ἀπόλλωνα Πατρῷον ἐπίκλησιν· πρὸ δὲ τοῦ νεὼ τὸν μὲν Λεωχάρης, ὃν δὲ καλοῦσιν Ἀλεξίκακον Κάλαμις ἐποίησε.
尤弗拉诺尔为雅典人绘制了这些画像,并在附近的庙宇中制作了被称为“祖先之神”的阿波罗像;而在庙前,莱奥哈雷斯制作了其中一尊,卡拉米斯制作了另一尊,人们称该尊为“避邪之神”。
τὸ δὲ ὄνομα τῷ θεῷ γενέσθαι λέγουσιν, ὅτι τὴν λοιμώδη σφίσι νόσον ὁμοῦ τῷ Πελοποννησίων πολέμῳ πιέζουσαν κατὰ μάντευμα ἔπαυσεν ἐκ Δελφῶν.
据说神得到这一名字,是因为他根据德尔斐的神谕,平息了在伯罗奔尼撒战争期间同时折磨着他们的瘟疫。
§1.3.5ᾠκοδόμηται δὲ καὶ Μητρὸς θεῶν ἱερόν, ἣν Φειδίας εἰργάσατο, καὶ πλησίον τῶν πεντακοσίων καλουμένων βουλευτήριον, οἳ βουλεύουσιν ἐνιαυτὸν Ἀθηναίοις· Βουλαίου δὲ ἐν αὐτῷ κεῖται ξόανον Διὸς καὶ Ἀπόλλων τέχνη Πεισίου καὶ Δῆμος ἔργον Λύσωνος.
还建有诸神之母的圣所,它是菲迪亚斯所作,附近有被称为“五百人”的议事厅,他们为雅典人议事一年;其中安置着“议事之神”宙斯的木雕像,以及佩西亚斯工艺的阿波罗像,和吕松作品的民众像。
τοὺς δὲ θεσμοθέτας ἔγραψε Πρωτογένης Καύνιος, Ὀλβιάδης δὲ Κάλλιππον, ὃς Ἀθηναίους ἐς Θερμοπύλας ἤγαγε φυλάξοντας τὴν ἐς τὴν Ἑλλάδα Γαλατῶν ἐσβολήν.
卡乌诺斯的普罗托杰内斯绘制了立法官们,奥尔比亚德斯则绘制了卡利普斯,正是他率领雅典人前往温泉关,防范加拉太人向希腊的入侵。