§1.27.1κεῖται δὲ ἐν τῷ ναῷ τῆς Πολιάδος Ἑρμῆς ξύλου, Κέκροπος εἶναι λεγόμενον ἀνάθημα, ὑπὸ κλάδων μυρσίνης οὐ σύνοπτον.
ポリアスの神殿には木製のヘルメス像が置かれており、これはケクロプスの奉納物であると言われているが、ミルトスの枝に隠れてよく見えない。
ἀναθήματα δὲ ὁπόσα ἄξια λόγου, τῶν μὲν ἀρχαίων δίφρος ὀκλαδίας ἐστὶ Δαιδάλου ποίημα, λάφυρα δὲ ἀπὸ Μήδων Μασιστίου θώραξ, ὃς εἶχεν ἐν Πλαταιαῖς τὴν ἡγεμονίαν τῆς ἵππου, καὶ ἀκινάκης Μαρδονίου λεγόμενος εἶναι.
言及に値する奉納物のうち、古代のものとしては、ダイダロスの作である折りたたみ椅子があり、ペルシア人からの戦利品としては、プラタイアイで騎兵の指揮権を持っていたマシスツィオスの胸当てと、マルドニオスのものと言われるアキナケス(短剣)がある。
Μασίστιον μὲν δὴ τελευτήσαντα ὑπὸ τῶν Ἀθηναίων οἶδα ἱππέων·
マシスツィオスがアテナイの騎兵たちによって命を落としたことは、私は知っている。
Μαρδονίου δὲ μαχεσαμένου Λακεδαιμονίοις ἐναντία καὶ ὑπὸ ἀνδρὸς Σπαρτιάτου πεσόντος οὐδʼ ἂν ὑπεδέξαντο ἀρχὴν οὐδὲ ἴσως Ἀθηναίοις παρῆκαν φέρεσθαι Λακεδαιμόνιοι τὸν ἀκινάκην.
しかしマルドニオスはラケダイモン人を相手に戦ってスパルタの男によって倒されたのであるから、ラケダイモン人はそもそも受け入れることもしなかっただろうし、おそらくアテナイ人がその短剣を持ち去るのを許さなかっただろう。
§1.27.2περὶ δὲ τῆς ἐλαίας οὐδὲν ἔχουσιν ἄλλο εἰπεῖν ἢ τῇ θεῷ μαρτύριον γενέσθαι τοῦτο ἐς τὸν ἀγῶνα τὸν ἐπὶ τῇ χώρᾳ·
オリーブの木については、これがその土地をめぐる争いにおいて女神のための証拠となったということ以外に、彼らは語るべきことを何も持っていない。
λέγουσι δὲ καὶ τάδε, κατακαυθῆναι μὲν τὴν ἐλαίαν, ἡνίκα ὁ Μῆδος τὴν πόλιν ἐνέπρησεν Ἀθηναίοις, κατακαυθεῖσαν δὲ αὐθημερὸν ὅσον τε ἐπὶ δύο βλαστῆσαι πήχεις.
彼らはまた次のようなことも言っている。 メディア人がアテナイ人のために都市を焼き払ったときに、そのオリーブの木は焼け落ちたが、焼けたその同じ日に、二プケスほども芽を伸ばしたということである。
τῷ ναῷ δὲ τῆς Ἀθηνᾶς Πανδρόσου ναὸς συνεχής ἐστι·
アテナの神殿にはパンドロソスの神殿が隣接している。
καὶ ἔστι Πάνδροσος ἐς τὴν παρακαταθήκην ἀναίτιος τῶν ἀδελφῶν μόνη.
そしてパンドロソスは、姉妹たちの中で、預けられたものに関して唯一罪がなかった。
§1.27.3ἃ δέ μοι θαυμάσαι μάλιστα παρέσχεν, ἔστι μὲν οὐκ ἐς ἅπαντας γνώριμα, γράψω δὲ οἷα συμβαίνει.
私に最も驚きを与えた事柄は、すべての人に知られているわけではないが、どのようなことが行われているかを書き記そう。
παρθένοι δύο τοῦ ναοῦ τῆς Πολιάδος οἰκοῦσιν οὐ πόρρω, καλοῦσι δὲ Ἀθηναῖοι σφᾶς ἀρρηφόρους·
ポリアスの神殿の近くに二人の乙女が住んでおり、アテナイ人は彼女たちをアルレポロイと呼んでいる。
αὗται χρόνον μέν τινα δίαιταν ἔχουσι παρὰ τῇ θεῷ, παραγενομένης δὲ τῆς ἑορτῆς δρῶσιν ἐν νυκτὶ τοιάδε.
彼女たちは一定の期間、女神のそばで生活を送るが、祭りが来ると、夜間に次のようなことを行う。
ἀναθεῖσαί σφισιν ἐπὶ τὰς κεφαλὰς ἃ ἡ τῆς Ἀθηνᾶς ἱέρεια δίδωσι φέρειν, οὔτε ἡ διδοῦσα ὁποῖόν τι δίδωσιν εἰδυῖα οὔτε ταῖς φερούσαις ἐπισταμέναις—ἔστι δὲ περίβολος ἐν τῇ πόλει τῆς καλουμένης ἐν Κήποις Ἀφροδίτης οὐ πόρρω καὶ διʼ αὐτοῦ κάθοδος ὑπόγαιος αὐτομάτη—, ταύτῃ κατίασιν αἱ παρθένοι.
アテナの女祭司が運ぶようにと与えるものを頭の上に載せて(与える側も自分が何を与えているか知らず、運ぶ側もそれを知らずに)――近くには「庭園の」と呼ばれるアプロディテの囲い地が市内にあり、その中を通る自然にできた地下の通路があるのだが――、乙女たちはこの道を通って下へと降りていく。
κάτω μὲν δὴ τὰ φερόμενα λείπουσιν, λαβοῦσαι δὲ ἄλλο τι κομίζουσιν ἐγκεκαλυμμένον·
そして下で運んできたものを残し、別の覆われたものを受け取って運んで戻ってくる。
καὶ τὰς μὲν ἀφιᾶσιν ἤδη τὸ ἐντεῦθεν, ἑτέρας δὲ ἐς τὴν ἀκρόπολιν παρθένους ἄγουσιν ἀντʼ αὐτῶν.
そして、彼女たちはそれ以降は解放され、彼らは彼女たちの代わりに別の乙女たちをアクロポリスへと連れてくる。
§1.27.4πρὸς δὲ τῷ ναῷ τῆς Ἀθηνᾶς ἔστι μὲν †εὐήρις πρεσβῦτις ὅσον τε πήχεος μάλιστα, φαμένη διάκονος εἶναι Λυσιμάχης, ἔστι δὲ ἀγάλματα μεγάλα χαλκοῦ διεστῶτες ἄνδρες ἐς μάχην·
アテナの神殿の近くには、一プケスほどの†……な老女の像があり、彼女はリュシマケの仕え人であると自称している。 また、戦いで互いに立ち向かっている男たちの大きな青銅像がある。
καὶ τὸν μὲν Ἐρεχθέα καλοῦσι, τὸν δὲ Εὔμολπον·
そして、一方はエレクテウス、他方はウモルポスと呼ばれている。
καίτοι λέληθέ γε οὐδὲ Ἀθηναίων ὅσοι τὰ ἀρχαῖα ἴσασιν, Ἰμμάραδον εἶναι παῖδα Εὐμόλπου τοῦτον τὸν ἀποθανόντα ὑπὸ Ἐρεχθέως.
もっとも、古代の伝承を知るアテナイ人にとっては、エレクテウスによって殺されたこの人物が、ウモルポスの子インマラドスであるということは、決して知られていないわけではない。
§1.27.5ἐπὶ δὲ τοῦ βάθρου καὶ ἀνδριάντες εἰσὶ Θεαίνετος ὃς ἐμαντεύετο Τολμίδῃ καὶ αὐτὸς Τολμίδης, ὃς Ἀθηναίων ναυσὶν ἡγούμενος ἄλλους τε ἐκάκωσε καὶ Πελοποννησίων τὴν χώραν ὅσοι νέμονται τὴν παραλίαν, καὶ Λακεδαιμονίων ἐπὶ Γυθίῳ τὰ νεώρια ἐνέπρησε καὶ τῶν περιοίκων Βοιὰς εἷλε καὶ τὴν Κυθηρίων νῆσον·
台座の上には、トルミデスに神託を与えたテアイネトスの像と、トルミデス自身の像もある。 トルミデスはアテナイ人の船を率いて、他の人々や、沿岸部に住むペロポネソス人たちの土地を苦しめ、ギュティオンにあるラケダイモン人の造船所を焼き払い、周辺住民のポイアイを占領し、キテラ人の島をも攻略した。
ἐς δὲ τὴν Σικυωνίαν ποιησάμενος ἀπόβασιν, ὥς οἱ δῃοῦντι τὴν γῆν ἐς μάχην κατέστησαν, τρεψάμενος σφᾶς κατεδίωξε πρὸς τὴν πόλιν.
シキオンの地に上陸したとき、彼が土地を略奪しているところに、彼らが戦いを挑んできたが、彼は彼らを敗走させ、都市まで追いつめた。
ὕστερον δὲ ὡς ἐπανῆλθεν ἐς Ἀθήνας, ἐσήγαγε μὲν ἐς Εὔβοιαν καὶ Νάξον Ἀθηναίων κληρούχους, ἐσέβαλε δὲ ἐς Βοιωτοὺς στρατῷ·
のちに彼がアテナイに戻ると、エウボイアとナクソスにアテナイ人の植民者を送り込み、さらに軍勢を率いてボイオティア人に攻め入った。
πορθήσας δὲ τῆς γῆς τὴν πολλὴν καὶ παραστησάμενος πολιορκίᾳ Χαιρώνειαν, ὡς ἐς τὴν Ἀλιαρτίαν προῆλθεν, αὐτός τε μαχόμενος ἀπέθανε καὶ τὸ πᾶν ἤδη στράτευμα ἡττᾶτο.
その土地の大部分を略奪し、包囲戦によってカイロネイアを屈服させたが、ハリアルトスの地まで進んだとき、彼自身も戦死し、軍勢全体が敗北を喫した。
τὰ μὲν ἐς Τολμίδην τοιαῦτα ἐπυνθανόμην ὄντα, ἔστι δὲ Ἀθηνᾶς ἀγάλματα
トルミデスに関する事柄は、私はこのようなものであったと聞き知っている。 そしてアテナの像としては……